bannerbannerbanner
полная версияСочинения. Том 3

Гален
Сочинения. Том 3

5.6.16. ὁ μὲν γὰρ κατὰ πάθος οὐχ ὁμολογουμένως ζῇ τῇ φύσει, ὁ δὲ μὴ κατὰ πάθος ὁμολογουμένως ζῇ τῇ φύσει. ἕπεται γὰρ ὁ μὲν τῷ ἀλόγῳ καὶ ἐμπλήκτῳ τῆς ψυχῆς, ὁ δὲ τῷ λογικῷ τε καὶ τῷ θείῳ.

5.6.17. “καὶ τὰς ἀρχὰς δὲ τῆς ἐν τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς διαστροφῆς ἐδίδαξεν ἡ αἰτία τῶν παθῶν εὑρεθεῖσα.”

5.6.18. τὰ γὰρ οἰκεῖα ταῖς ἀλόγοις δυνάμεσι τῆς ψυχῆς ἐξαπατώμενοί τινες ὡς ἁπλῶς οἰκεῖα δοξάζουσιν οὐκ εἰδότες ὡς τὸ μὲν ἥδεσθαί τε καὶ τὸ κρατεῖν τῶν πέλας τοῦ ζῳώδους τῆς ψυχῆς ἐστιν ὀρεκτά, σοφία δὲ καὶ πᾶν ὅσον ἀγαθόν τε καὶ καλὸν ἅμα τοῦ λογικοῦ τε καὶ θείου.

5.6.19. “καὶ τοὺς τρόπους δέ” φησι “τῆς ἀσκήσεως ἡ τῶν παθῶν αἰτία γνωρισθεῖσα διωρίσατο.”

5.6.20. τοὺς μὲν γὰρ ἐν τοιοῖσδε ῥυθμοῖς ἅμα καὶ ἁρμονίαις καὶ ἐπιτηδεύμασι, τοὺς δὲ ἐν τοιοῖσδε διαιτᾶσθαι κελεύσομεν, ὥσπερ ὁ Πλάτων ἡμᾶς ἐδίδαξε, τοὺς μὲν ἀμβλεῖς καὶ νωθροὺς καὶ ἀθύμους ἔν τε τοῖς ὀρθίοις ῥυθμοῖς καὶ ταῖς κινούσαις ἰσχυρῶς τὴν ψυχὴν ἁρμονίαις καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι τρέφοντες, τοὺς δὲ θυμικωτέρους καὶ μανικώτερον ᾄττοντας ἐν ταῖς ἐναντίαις.

5.6.21. ἐπεὶ διὰ τί πρὸς θεῶν— ἐρωτήσω γὰρ ἔτι τοῦτο τοὺς ἀπὸ τοῦ Χρυσίππου—, Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσῃ τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον, οἱ δ’ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς;

5.6.22. οὐ γὰρ δήπου τὰς δόξας τοῦ λογιστικοῦ μεταδιδάσκονται πρὸς τῶν αὐλημάτων, ἀλλὰ τὸ παθητικὸν τῆς ψυχῆς ἄλογον ὑπάρχον ἐπεγείρονταί τε καὶ πραΰνονται διὰ κινήσεων ἀλόγων. τῷ μὲν γὰρ ἀλόγῳ διὰ τῶν ἀλόγων ἥ τε ὠφέλεια καὶ ἡ βλάβη, τῷ λογικῷ δὲ δι’ ἐπιστήμης τε καὶ ἀμαθίας.

5.6.23. καὶ ταῦτ’ οὖν ἐκ τῆς τῶν παθῶν αἰτίας γνωσθείσης ὠφελεῖσθαί φησιν ἡμᾶς ὁ Ποσειδώνιος καὶ προσέτι “τὰ διαπορούμενα” φησί “περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν.”

5.6.24. εἶτ’ αὐτὸς ἅττα ποτ’ αὐτά ἐστιν ἐπιφέρων ἐξηγεῖται τόνδε τὸν τρόπον· “οἶμαι γὰρ ὅτι πάλαι βλέπετε πῶς διὰ λόγου μὲν πεισθέντες κακὸν ἑαυτοῖς παρεῖναι ἢ ἐπιφέρεσθαι οὔτε φοβοῦνται οὔτε λυποῦνται, φαντασίας δ’ ἐκείνων αὐτῶν λαμβάνοντες.

5.6.25. πῶς γὰρ ἄν τις λόγῳ κινήσειε τὸ ἄλογον, ἐὰν μή τινα ἀναζωγράφησιν προσβάληται αἰσθητῇ παραπλησίαν;

5.6.26. οὕτως γοῦν ἐκ διηγήσεώς τινες εἰς ἐπιθυμίαν ἐκπίπτουσιν καὶ ἐναργῶς ἐγκελευσαμένου φεύγειν τὸν ἐπιφερόμενον λέοντα οὐκ ἰδόντες φοβοῦνται.”

5.6.27. ταῦτά τε οὖν εἴρηται καλῶς τῷ Ποσειδωνίῳ καὶ τὰ τούτων ἐφεξῆς ἔτι συμπάσας τὰς αἰτίας ἐξηγουμένῳ τῶν ἀπορηθέντων ὑπὸ τοῦ Χρυσίππου, περὶ ὧν κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον ἐπὶ τῆς τελευτῆς· ὅθεν μοι δοκῶ καὶ νῦν ἐνταῦθα καταπαῦσαι τὸν λόγον μίαν ἔτι τὴν ἐφεξῆς αὐτοῦ παραγράψας ῥῆσιν ἔχουσαν ὧδε·

5.6.28. “καὶ μὴν οἱ προκόπτοντες μεγάλα κακὰ δοκοῦντες ἑαυτοῖς <παρεῖναι> οὐ λυποῦνται· φέρονται γὰρ οὐ κατὰ τὸ ἄλογον τῆς ψυχῆς οὕτως, ἀλλὰ κατὰ τὸ λογικόν.”

5.6.29. εἶτ’ ἐφεξῆς οὗτος διὰ τί τὰ χρονίζοντα [τε] τῶν παθῶν ἡσυχέστερά τε καὶ ἀσθενέστερα γίγνεται, τὴν αἰτίαν ἀποδίδωσιν ὑπὲρ ἧς ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ Περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν.

5.6.30. εἴρηται δὲ περὶ αὐτῆς ὑφ’ ἡμῶν ἐπὶ τῇ τελευτῇ τοῦ τετάρτου καὶ νῦν δ’ εἰρήσεται διὰ βραχέων οἷον ἐπιτομή τις τῆς Ποσειδωνίου ῥήσεως μακρᾶς ὑπαρχούσης.

5.6.31. τὸ τοίνυν παθητικὸν τῆς ψυχῆς ἐν τῷ χρόνῳ τοῦτο μὲν ἐμπίπλαται τῶν οἰκείων ἐπιθυμιῶν, τοῦτο δὲ κάμνει ταῖς πολυχρονίοις κινήσεσιν, ὥστε δι’ ἄμφω καθησυχάσαντος αὐτοῦ καὶ μέτρια κινουμένου κρατεῖν ὁ λογισμὸς ἤδη δύναται, ὥσπερ εἰ καὶ ἵππου τινὸς ἐκφόρου τὸν ἐπιβάτην ἐξενεγκόντος βιαίως, εἶτα κάμνοντός τε ἅμα τῷ δρόμῳ καὶ προσέτι καὶ ἐμπλησθέντος ὧν ἐπεθύμησεν αὖθις ὁ ἡνίοχος ἐγκρατὴς κατασταίη.

5.6.32. φαίνεται γὰρ τοῦτο πολλάκις γιγνόμενον καὶ οἵ γε παιδεύοντες τὰ νέα τῶν ζῴων ἐπιτρέψαντες αὐτοῖς κάμνειν τε ἅμα καὶ ἐμπλησθῆναι κατὰ τὰς ἐκφόρους κινήσεις, ὕστερον ἐπιτίθενται.

5.6.33. περί τε οὖν τῶν τοιούτων ἠπόρησεν ὁ Χρύσιππος ὡς ἂν οὐ δυνάμενος εἰς τὸ παθητικὸν τῆς ψυχῆς ἀναφέρειν αὐτῶν τὰς αἰτίας, καὶ προσέτι, καὶ γὰρ καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἑξῆς ὁ Ποσειδώνιος, οὐ τοῖς φαινομένοις μόνοις ἀλλὰ καὶ Ζήνωνι καὶ Κλεάνθει διαφέρεται.

5.6.34. τὴν μὲν οὖν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν·

 
5.6.35. “– Τί ποτ’ ἔσθ’ ὃ βούλει, θυμέ; τοῦτό μοι φράσον.
– ᾿Εγώ, λογισμέ; πᾶν ὃ βούλομαι ποιεῖν.
– βασιλικόν γε· πλὴν ὅμως εἶπον πάλιν.
– ῾Ως ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται.”
 

5.6.36. ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος ἐναργῶς ἐνδεικνύμενα τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν λογισμὸν τῷ θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ.

5.6.37. ὁ δὲ Χρύσιππος οὔθ’ ἕτερον εἶναι νομίζει τὸ παθητικὸν τῆς ψυχῆς τοῦ λογιστικοῦ καὶ τῶν ἀλόγων ζῴων ἀφαιρεῖται τὰ πάθη φανερῶς ἐπιθυμίᾳ τε καὶ θυμῷ διοικουμένων, ὡς καὶ ὁ Ποσειδώνιος ὑπὲρ αὐτῶν ἐπὶ πλέον διεξέρχεται.

5.6.38. ὅσα μὲν οὖν τῶν ζῴων δυσκίνητά τ’ ἐστὶ καὶ προσπεφυκότα δίκην φυτῶν πέτραις ἤ τισιν ἑτέροις τοιούτοις, ἐπιθυμίᾳ μόνῃ διοικεῖσθαι λέγει [αὐτά], τὰ δ’ ἄλλα τὰ ἄλογα σύμπαντα ταῖς δυνάμεσιν ἀμφοτέραις χρῆσθαι, τῇ τ’ ἐπιθυμητικῇ καὶ τῇ θυμοειδεῖ, τὸν ἄνθρωπον δὲ μόνον ταῖς τρισί, προσειληφέναι γὰρ καὶ τὴν λογιστικὴν ἀρχήν.

5.6.39. ταῦτά τε οὖν ὀρθῶς εἴρηται τῷ Ποσειδωνίῳ καὶ ἄλλα πάμπολλα καθ’ ὅλην τὴν περὶ τῶν παθῶν πραγματείαν. ὥσπερ οὖν ὁ Χρύσιππος ἐσφαλμένος ἐν αὐτοῖς, ὡς ἄν τις εἴποι, τοῖς στοιχείοις τῆς περὶ τῶν παθῶν θεωρίας ἐξ ἀνάγκης πάμπολλα κακῶς εἶπεν, οὕτως ἀνάγκη τὸν ἀληθέσι ταῖς ἀρχαῖς χρησάμενον εἰ μὲν ἀκριβῶς φυλάξειε τὸ πρὸς αὐτὰς ἀκόλουθον, ἅπαν εἰπεῖν ὀρθῶς, εἰ δ’ οὐκ ἀκριβῶς ἀλλὰ τά γε πλεῖστα κατορθῶσαι.

5.6.40. δοκῶ μοι καταπαύσειν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε. τὸ γὰρ ἐπισκέπτεσθαι νῦν ὁποίας τινὸς ἔχεται γνώμης ὁ Ζήνων οὐ κατὰ τὸν ἐξ ἀρχῆς ἄν μοι προτεθέντα γίγνοιτο σκοπόν.

5.6.41. ἕνεκα γὰρ τοῦ μὴ μακρολογεῖν ἀποχωρήσειν μὲν ἔφην τῶν ἄλλων Στωϊκῶν, ἐξετάσειν δὲ μόνα τὰ Χρυσίππου. καὶ γὰρ οὐδὲ τί ποτε ἕκαστος ἐγίγνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς ὑπεσχόμην ἐν τῇδε τῇ πραγματείᾳ διελθεῖν ἀλλ’ ὅπως ἀληθείας ἔχει τὰ Πλάτωνός τε καὶ ῾Ιπποκράτους δόγματα διασκέψασθαι.

5.6.42. ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα μοι διὰ τὸ προκείμενον ἐγένετο, καὶ Ζήνων, εἰ μὲν τὰ αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος καθεστήξεται, εἰ δὲ ταῖς τοῦ Πλάτωνος ἀρχαῖς ἕποιτο Κλεάνθει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας ἂν οὕτω μετέχοι φιλο-σοφίας, εἰ δ’, ὅπερ ἐγὼ πείθομαι, κρίσεσιν ἐπιγίνεσθαι τὰ πάθη νομίζοι, μέσος ἂν εἴη τῆς τε χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου καὶ τῆς ἀρίστης ἣν ῾Ιπποκράτης τε καὶ Πλάτων ἁπάντων πρῶτοι μετεχειρίσαντο.

5.6.43. Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησίν, αὐτοῦ μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωζομένου τεκμαιρόμενος δ’ ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ γεγράφασιν. ἀλλ’ ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, οὐχ ἱστορίαν δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγείλατο μόνα δὲ τὰ πρὸς ῾Ιπποκράτους καὶ Πλάτωνος εἰρημένα διασκέψεσθαι.

5.6.44. καί μοι τοῦτο καθ’ ὅσον οἷός τ’ ἦν περαίνεται διὰ βραχυτάτων. οὐ γὰρ ὅτι πολύβιβλος ἡ πραγματεία χρὴ σκοπεῖν ἀλλὰ τοῦτο μὲν εἰς τὸ πλῆθός τε καὶ τὸ μέγεθος ὧν ἂν ἐπισκεπτώμεθα δογμάτων ἀναφέρειν, ἐξετάζειν δὲ καὶ σκοπεῖν εἰ περὶ τῶν αὐτῶν ἐνεχώρει βραχύτερον εἰπεῖν ἄνευ τοῦ παραλιπεῖν τι τῶν ἀναγκαίων, ὡς τοῦτό γε καὶ ἐξ αὐτῶν ὧν ἔγραψε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν.

5.6.45. τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδ’ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτοῦ γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων εἰς τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες.

5.6.46. ἡ μὲν δὴ πρὸς Χρύσιππον ἀντιλογία τέλος ἐχέτω. νομίζω γὰρ εἰ μέν τις προσέσχε τὸν νοῦν τοῖς εἰρημένοις οὐκ ἂν χαλεπῶς αὐτὸν ἐξευρεῖν ὅσα κατὰ μέρος ἐν ὅλῃ τῇ πραγματείᾳ διημάρτηται, εἰ δέ τις οὐ προσέσχε τούτοις, οὐδ’ ἂν ἔτι πλείω γράφηται, προσέξει.

5.7.1. Μεταβήσομαι δ’ ἤδη πρὸς τὴν ὑπὸ Πλάτωνος εἰρημένην ἐπίδειξιν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὲρ τοῦ τρία τῆς ψυχῆς εἶναι μόρια τὰ καθ’ ὁρμὴν ἡμᾶς κινοῦντα.

5.7.2. γινώσκειν δὲ χρὴ κἀνταῦθα τὸ μὲν ὅτι μόρια διαφέροντ’ ἀλλήλων ἐστίν, οὐκ ἀναγκαστικῶς ἀποδεικνύμενον· οὐδὲ γὰρ μᾶλλον τρεῖς εἶναι δυνάμεις ἢ τρία μόρια δείκνυσιν ὁ λόγος· ὅτι μέντοι γε τρία τὰ σύμπαντ’ ἐστὶν εἴτε μόρια ψυχῆς εἴτε δυνάμεις ὑφ’ ὧν ὁ βίος ἡμῶν διοικεῖται, βιαστικῶς τε καὶ ἀναντιρρήτως ἀποδείκνυται.

5.7.3. ὥστε καὶ ἐκ τῶν νῦν λεχθησομένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται δόξα κατασκευασθήσεται δὲ τὸ κοινὸν ᾿Αριστοτέλει καὶ Πλάτωνι καὶ Ποσειδωνίῳ δόγμα, τὸ καθ’ ἑτέραν μὲν ἡμᾶς δύναμιν λογίζεσθαι, καθ’ ἑτέραν δὲ θυμοῦσθαι, κατ’ ἄλλην δ’ ἐπιθυμεῖν.

5.7.4. ὅτι μέντοι καὶ ταῖς οὐσίαις ἀλλήλων ταῦτα διαφέρει καὶ πολὺ μᾶλλον ὅτι κατὰ διαφέροντας ἵδρυται τόπους ἐκ μὲν τῶν νῦν λεχθησομένων ἐπιστημονικὴν ἀπόδειξιν οὐκ ἔνεστι λαβεῖν· ἐν δὲ τῷ μετὰ ταῦθ’ ὑπομνήματι γραφησομένῳ μοι, τῆς ὅλης πραγματείας ἕκτῳ γενήσεσθαι μέλλοντι, δι’ ἐναργῶν λημμάτων ἀποδειχθήσεται κατὰ τὰς ῾Ιπποκράτους τε καὶ Πλάτωνος μεθόδους.

5.7.5. ἰστέον δ’ ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐπίσταται τὴν δύναμιν τῶν λεχθησομένων ἀποδείξεων. ἄρχεσθαι γοῦν αὐτῶν μέλλων τάδε προὔγραψε·

5.7.6. “καὶ εὖ γ’ ἴσθι ὦ Γλαύκων ὡς ἡ ἐμὴ δόξα ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων οἵαις δὴ νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν·

5.7.7. ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδός” ἐστι, δι’ ἧς ἀποδείκνυται τρία τῆς ψυχῆς ἡμῶν εἶναι τὰ μέρη οὐ μόνον τοῖς τόποις τοῦ σώματος, ἀλλὰ καὶ ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσι καὶ ταῖς ἐνεργείαις διαφέροντα, ὡς κατὰ τὸν ἑξῆς λόγον ἐπιδείξω, καθ’ ὃν καὶ τὴν μέθοδον αὐτὴν ἣν ἐνταῦθ’ αἰνίττεται μέλλω διεξέρχεσθαι.

5.7.8. διὰ τί δὲ καίτοι μὴ θαρρῶν ᾗ μέλλει λέγειν ἀποδείξει, ὅμως χρῆται, πρόδηλον ὑπάρχειν οἶμαι τῷ γε προσεσχηκότι τὸν νοῦν οἷς [δὲ] ἀρτίως ἐλέγομεν, ὡς ὅτι μὲν τρεῖς εἰσιν αἱ διοικοῦσαι τὸν βίον ἡμῶν δυνάμεις ἐναργῶς ἀποδείκνυται, μὴ μέντοι τὸ ὅτι διαφέρουσαι ταῖς οὐσίαις.

5.7.9. πρὸς δὲ τὴν προκειμένην αὐτῷ πραγματείαν ἐν τῇ Πολιτείᾳ, τὴν περὶ δικαιοσύνης τε καὶ τῶν ἄλλων ἀρετῶν, ὑπὲρ ἁπασῶν γὰρ ἐν τοῖς ἑξῆς ποιεῖται τὸν λόγον, ἤρκει τὸ δειχθῆναι τρεῖς εἶναι δυνάμεις ἑτερογενεῖς.

 

5.7.10. οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν ᾿Αριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα διαφωνοῦντες οἱ τρεῖς ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, κατὰ δὲ τὸ σύμπαν ὁμολογοῦσιν ἀλλήλοις.

5.7.11. ἐπιδείξω δὲ καὶ αὐτὸ τοῦτο σαφῶς ἡνίκ’ ἂν ἐν τοῖς ἔπειτα τὸν ὑπὲρ τῶν ἀρετῶν διεξέρχωμαι λόγον· ἐν δὲ τῷ παρόντι τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ἀποδείξεων ἤδη μνημονεύσω προγράψας τὴν ῥῆσιν ἀφ’ ἧς ἄρχεται τοῦ λόγου· ἔχει δὲ ὧδε·

5.7.12. “ταὐτὸν δηλονότι τἀναντία ποιεῖν ἢ πάσχειν [ἢ] κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα.”

5.7.13. εἶθ’ ἑξῆς πιστωσάμενός τε τοῦτο καὶ περὶ τῶν δοκούντων μάχεσθαι διελθὼν ἐπιφέρει· “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλ’, —ἦ δ’ ὅς, τῶν ἐναντίων.

5.7.14. —τί οὖν, ἦν δ’ ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ ταῦτα πάντα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί οἱ γενέσθαι, ἢ αὖ οὐ καθ’ ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν ὥσπερ τινὸς ἐρωτῶντος ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως;

5.7.15. —ἔγωγε. —τί δέ; τὸ ἀβουλεῖν καὶ μὴ ἐθέλειν μηδ’ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; —πῶς γὰρ οὔ;”

5.7.16. ἐν ταύτῃ τῇ ῥήσει καὶ ταῖς ἑξῆς ἁπάσαις δείκνυσιν ἕτερον εἶναι μέρος τῆς ψυχῆς τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου πῶς καὶ τίνα τρόπον ἐν μὲν τῷ πεινῆν ἐφιέμεθα πληρωθῆναι σιτίων, ἐν δὲ τῷ διψῆν πόματος.

5.7.17. ἀλλὰ παῖδες μὲν ὄντες ὁμοίως τοῖς ἀλόγοις ζῴοις ἑτοίμως ἐπὶ τὸ πληρωθῆναι ἐρχόμεθα μήτ’ εἰ συνοίσει τοῦτο μήτ’ εἰ βλάψει σκοπούμενοι· κατὰ δὲ τὴν ἡλικίαν καὶ τὸν λογισμὸν γενόμενοι πολλάκις μὲν οὐδ’ ὅλως πίνομεν ἐπειδὰν πεισθῶμεν ὑπὸ τοῦ πόματος βλάβην ἔσεσθαι, πολλάκις δὲ ὀλιγώτερον ἢ ὅσον ἐπιθυμοῦμεν εἰ κἀνταῦθα μέλλοι βλάψειν τὸ πλέον, ἐνίοτε δ’ ὕδωρ πίνομεν οἶνον ἐπιθυμοῦντες πιεῖν ἢ σφοδρῶς ὀρεγόμενοι ψυχροῦ θερμὸν προσφερόμεθα.

5.7.18. οἱ δέ γε ἀλόγιστοι τῶν ἀνθρώπων ὡσαύτως τοῖς βρέφεσι καὶ θηρίοις οὔτε τὸν καιρὸν ἀναμένουσιν οὔτε ποσότητα καὶ ποιότητα τοῦ πόματος ἐπισκέπτονται.

5.7.19. τὸ μὲν δὴ μὴ χρῆσθαι λογισμῷ μήτε τὰ θηρία μήτε τὰ βρέφη καὶ πρὸς τῶν περὶ τὸν Χρύσιππον ὡμολόγηται· τὸ δὲ ὑπὸ δυνάμεώς τινος ἑτέρας παρὰ τὸν λογισμὸν ἐπὶ τὴν ἀπόλαυσιν ὧν ἐπιθυμοῦσιν ἔρχεσθαι ποτὲ μὲν ὁμολογοῦσιν, ἔστιν ὅτε δ’ ἀρνοῦνται περιπλέκοντες ἄνω καὶ κάτω τοὺς λόγους, ἐνὸν ὡς ἄνδρας ἐραστὰς ἀληθείας ἐκ προχείρου συλλογίζεσθαι δύναμίν τινα ὑπάρχειν ἄλογον ἐπὶ τὴν τοῦ πόματος ἀπόλαυσιν ἄγουσαν οὐ τὰ βοσκήματα μόνα καὶ τοὺς παῖδας, ἀλλὰ καὶ τοὺς βοσκήμασιν ὁμοίους ἀνθρώπους.

5.7.20. εἰς μὲν οὖν τὴν τοιαύτην ἀπόδειξιν ὁ λόγος ἡμᾶς ἤγαγε προτέραν ἐξ ἀκολουθίας τινὸς οὐ σμικρὰ συντελοῦσαν οὐδ’ αὐτὴν ταῖς ὑπὸ τοῦ Πλάτωνος λεγομέναις.

5.7.21. ἐπὶ δὲ τοὺς ἤδη τελείους ἄνδρας οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλὰ καὶ κατὰ τὸν λογισμὸν ἀφικόμενοι τῷ λόγῳ θεασώμεθα ἤδη τὴν ἐν αὐτοῖς μάχην τῆς λογιστικῆς δυνάμεως πρὸς τὴν ἐπιθυμητικὴν ἔν τε νόσοις καὶ ἄλλαις πολλαῖς περιστάσεσιν ἐν αἷς οὔπω δοκεῖ καιρὸς εἶναι προσφέρεσθαι πόμα τὸν διψῶντα καὶ σιτία τὸν πεινῶντα καὶ θάλπεσθαι τὸν ῥι-γοῦντα καὶ ψύχεσθαι τὸν θαλπόμενον ἀφροδισίοις τε χρῆσθαι τὸν ἐπὶ ταῦτ’ ὀργῶντα.

5.7.22. ἡ μὲν γὰρ ἄλογος ἐν ἡμῖν δύναμις ἐφ’ ἕκαστον τῶν ἐπιθυμουμένων ἕλκει τὸν δεόμενον, ὁ δὲ λογισμὸς ἀντισπᾷ καὶ κατέχει τὴν οὐκ ἐν καιρῷ φοράν. καὶ μάχη γε πολλάκις ἑκατέρων ἰσχυρὰ γίγνεται πρὸς ἄλληλα φανερῶς ἐνδεικνυμένη διττὴν εἶναι φύσιν ἐν ἡμῖν τῶν στασιαζουσῶν ἀλλήλαις δυνάμεων.

5.7.23. εἴπερ γὰρ ἦν μία μόνη καθάπερ ἐν τοῖς παισίν, οὐδὲν <ἂν> ἐκώλυεν ἀκαίρως ἡμᾶς ἀπολαύειν τῶν ἐπιθυμουμένων ὥσπερ γε καὶ εἰ μόνος ὁ λογισμὸς ἦν πρὸς οὐδὲν ἀνθέλκειν τε καὶ στασιάζειν εἰθισμένος οὐδὲν ἂν ἦν πρᾶγμα διψῶντα μὴ πίνειν ἢ πεινῶντα μὴ ἐσθίειν οὐδ’ ἐγκρατὴς οὐδὲ σώφρων ἂν ὁ μὴ πίνων ὠνομάζετο καθάπερ οὐδ’ ὁ μὴ βαδίζων εἰ μὴ βούλοιτο.

5.7.24. νυνὶ δ’ ἐπεὶ διτταί τινές εἰσιν αἱ τὸν ἄνθρωπον ἐπισπώμεναι δυνάμεις, ἔστι δὲ ἄλογος ἡ τοῦ πόματος ἐπιθυμοῦσα, ἡ δὲ κατέχουσα ταύτην λογική, σωφροσύνης ἐν τῷ τοιούτῳ καὶ ἐγκρατείας ἡ γένεσις.

5.7.25. ἀλλὰ τοῦτο μὲν ἡμῖν οὐ σμικρὸν ἐν παρέργῳ δειχθὲν εἰς τὸν περὶ τῶν ἀρετῶν λόγον μνημονευέσθω μήτ’ ἐγκράτειαν εἶναί τι μήτε σωφροσύνην ἀναιρεθείσης τῷ λόγῳ τῆς ἐπιθυμητικῆς δυνάμεως.

5.7.26. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπάνειμι, ὡς ἡ τοῦ διψῶντος μὲν μὴ βουλομένου δὲ πίνειν ψυχὴ κατὰ μέν τινα τῶν ἑαυτῆς δυνάμεων ἢ μερῶν ἐφίεται ποτοῦ, καθ’ ἕτερον δέ τι φεύγει καὶ ἀποτρέπεται· ἑνὶ γὰρ καὶ ταὐτῷ προσίεσθαί τι καὶ ἀπαρνεῖσθαι καὶ διώκειν καὶ φεύγειν οὐκ ἐνδέχεται.

5.7.27. εἴτε δὲ προσίεσθαι καὶ φεύγειν λέγεις εἴτε διώκειν εἴτ’ ἐφίεσθαι διαφέρει οὐδέν, ὥσπερ οὐδὲ εἰ βούλεσθαι ἢ ὀρέγεσθαι ἢ ἀντιποιεῖσθαι ἢ ἀσπάζεσθαι ἢ ἐπιθυμεῖν.

5.7.28. ἡ γὰρ τῶν τοιούτων ὀνομάτων διαίρεσις οὐδὲν εἰς τὴν παροῦσαν σκέψιν ὀνίνησιν, ἀλλ’ αὐτὸ τοὐναντίον ἄκαιρός τ’ ἐστὶ καὶ τὴν περὶ τῶν πραγμάτων ζήτησιν εἰς τὴν περὶ τῶν ὀνομάτων ἀμφισβήτησιν ἀπάγει.

5.7.29. διὸ καὶ τεχνάζονταί τινες ἐξεπίτηδες ὑπὲρ τοῦ μηδὲν περανθῆναι πρὸς ἕκαστον τῶν ὀνομάτων ἐνίστασθαι· εἰ μὲν ὀρέγεσθαι πόματος εἴποις τὸν διψῶντα, μὴ συγχωροῦντες ὀρέγεσθαι λέγειν· ἀστεῖον γάρ τι τὴν ὄρεξιν εἶναι καὶ μόνου τοῦ σοφοῦ, ὑπάρχειν γοῦν αὐτὴν ὁρμὴν λογι[στι]κὴν ἐπί τι<νος> ὅσον χρὴ ἥδοντος· ἂν δὲ ἐπιθυμεῖν, οὐδὲ οὕτως ὀνομάζειν συγχωροῦντες, τὸ μὲν γὰρ διψῆν οὐκ ἐν τοῖς φαύλοις μόνον ἀλλὰ καὶ τοῖς ἀστείοις γίγνεσθαι, τὴν δ’ ἐπιθυμίαν αὐτήν τε φαύλην εἶναι καὶ μόνοις τοῖς φαύλοις ἐγγίγνεσθαι, εἶναι γὰρ ὄρεξιν ἀθρόως ῥεπτικὴν πρὸς τὸ τυγχάνειν.

5.7.30. εἰ δέ <τις> μὴ μακρὸν οὕτως αὐτῆς ὁρισμὸν ποιήσειεν ἀλλ’ ὄρεξίν γε ἄλογον ὑπάρχειν εἰπών, ἐπιτιμήσει μάλα σεμνῶς ἀνδρὶ πολλάκις οὐκ ἐν τῇ τῶν πραγμάτων ἐπιστήμῃ μόνον, ἀλλὰ κἀν τῇ τῶν ὀνομάτων χρήσει μυρίον διαφέροντι.

5.7.31. τοιοῦτοι δ’ ἀμέλει καὶ τῶν παλαιῶν ἦσαν οὐκ ὀλίγοι καθάπερ καὶ αὐτὸς ὁ Πλάτων φησίν, ὀνόμασι χρώμενοι καινῶς μετωνομασμένοις· δι’ οὕς μοι δοκεῖ καὶ νῦν οὐχ ἓν ἁπλῶς γράψαι κατὰ τὸν προκείμενον λόγον ὄνομα, χρήσασθαι δὲ ἐξεπίτηδες ἅπασιν οἷς ἐγχωρεῖ ταὐτὸν δηλῶσαι πρᾶγμα.

5.7.32. τῷ τε γὰρ ὀρέγεσθαι καὶ τῷ ἐπιθυμεῖν καὶ τῷ ἐφίεσθαι καὶ τῷ ἐπινεύειν ἐπορέγεσθαί τε καὶ θέλειν καὶ βούλεσθαι καὶ προσάγεσθαι καὶ μέντοι καὶ τοῖς ἐναντίοις αὐτῶν ἐπὶ τοῦ ἑνὸς πράγματος φαίνεται χρώμενος, τῷ ἀβουλεῖν καὶ μὴ ἐθέλειν.

5.7.33. ἐνδείξασθαι γὰρ αὐτῷ πρόκειται καὶ δηλῶσαι σαφῶς ὃ βούλεται, περὶ τὴν ἀπόδειξιν ἐσπουδακότι καὶ δουλεύοντι διὰ τῆς λέξεως τῇ μηνύσει τοῦ πράγματος, οὐ τερθρευομένῳ περὶ τὰς συλλαβάς.

5.7.34. ἐκ μὲν δὴ τῶν προειρημένων ἕτερον ἐπέδειξε τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου. παραγράφειν γὰρ ἁπάσας αὐτοῦ τὰς ῥήσεις μακρὸν ἔδοξέ μοι δυναμένου γε παντὸς τοῦ βουλομένου τὸ ἐφεξῆς ἅπαν ἀναγνῶναι τοῦ βιβλίου χωρίον.

5.7.35. εἰ δὲ καὶ τὴν ἐπὶ τῆς τελευτῆς ὅλου τοῦ λόγου δέοι παραγράψαι ῥῆσιν, ὡς ἔμοιγε δοκεῖ, χάριν τοῦ σαφεστέραν γενέσθαι τὴν ἐπὶ τὸ δεύτερον κεφάλαιον μετάβασιν, οὐδὲ ταύτην παρήσω·

5.7.36. ἔχει δ’ ὧδε· “ἆρα τοῦ διψῶντος ἡ ψυχὴ καθ’ ὅσον δὴ διψῇ οὐκ ἄλλο τι βούλεται ἢ πιεῖν καὶ τούτου ὀρέγεται καὶ ἐπὶ τοῦτο ὁρμᾷ; —δῆλον δή.

5.7.37. —οὐκοῦν εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίου ἐπὶ τὸ πιεῖν; οὐ γὰρ δή φαμεν τό γε αὐτὸ τῷ αὐτῷ ἑαυτοῦ περὶ τὸ αὐτὸ ἅμα τἀναντία πράττειν. —οὐ γὰρ οὖν.

5.7.38. —ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλ’ ὅτι ἄλλη μὲν ἡ ἀπωθοῦσα χείρ, ἑτέρα δ’ ἡ προσαγομένη. —παντάπασι μὲν οὖν, ἔφη. —πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; —καὶ μάλα γ’ ἔφη πολλοὺς καὶ πολλάκις.

5.7.39. —τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, εἶναι δὲ τὸ κωλῦον πιεῖν ἄλλο ὄν, τὸ κρατοῦν τοῦ κελεύοντος; —ἔμοιγ’ ἔφη δοκεῖ. —ἆρ’ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ τοῦ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται; —φαίνεται.

5.7.40. —οὐ δὴ ἀλόγως, ἦν δ’ ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δ’ ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον.”

5.7.41. διὰ τούτων ἔδειξεν ἕτερον εἶδος εἶναι ψυχῆς τὸ λογιστικὸν τοῦ ἐπιθυμητικοῦ.

5.7.42. ἀλλ’ ὡς εἶπον καὶ πρόσθεν, οὔπω μοι πρόκειται δεικνύειν ὡς ἕτερα τῷ εἴδει ταυτὶ τὰ δύο μέρη τῆς ψυχῆς ἐστιν, ἀλλ’ εἴς γε τὸ προκείμενον ἀπόχρη τὸ περαινόμενον ἀναμφι-σβητήτως, ὅτι μὴ τῆς αὐτῆς ἐστι δυνάμεως τό τε λογίζεσθαι καὶ τὸ σιτίων ἢ ποτῶν ἢ ἀφροδισίων ἐπιθυμεῖν, ὅπερ οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος ἅμα πολλοῖς Στωϊκοῖς ἠγνόησεν.

5.7.43. ἀλλὰ τὸ μὲν ἀγνοῆσαί τι συγγνωστόν, ὡς καὶ πρόσθεν ἔλεγον, οὐ συγγνωστὸν δὲ τὸ πλημμελῶς οὕτως μεταχειρίσασθαι τὸν λόγον ὥστε τῶν μὲν τοῖς κωμικοῖς ἢ τραγικοῖς ποιηταῖς εἰρημένων μνημονεύειν εἰς τηλικούτου δόγματος ἀπόδειξιν— ἀνθρώποις οὐδ’ ἐπιχειροῦσιν ἀποδεικνύειν οὐδὲν ἀλλὰ μόνον οἷα ἂν αὐτοῖς δόξῃ πρέπειν τῷ λέγοντι προσώπῳ κατὰ τὸ δρᾶμα, κοσμοῦσι διὰ τῆς ἑρμηνείας—, τῶν δ’ ὑπὸ Πλάτωνος εἰρημένων εἰς τὴν ἀπόδειξιν αὐτοῦ μήτε μνημονεῦσαι μήτ’ ἀντειπεῖν ἐπιχειρῆσαι, ἀλλ’ ἐξ ἑτοίμου τε καὶ προχείρου λαμβάνειν ὡς ἔνθ’ ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον.

5.7.44. Χρύσιππος μὲν οὖν ἀεὶ τοιοῦτος. ὁ δὲ Πλάτων ἐπειδὴ διώρισται ἐν τῇ προγεγραμμένῃ ῥήσει τὸ ἐπιθυμητικὸν τοῦ λογιστικοῦ, μετὰ ταῦτα πειρᾶται καὶ τὸ θυμοειδὲς αὐτῶν διορίζειν·

5.7.45. ἔχει δ’ ἡ ἀρχὴ τῆς ῥήσεως ὧδε· “ταῦτα μὲν τοίνυν, ἦν δ’ ἐγώ, δύ’ ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα· τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον ἢ τούτων ποτέρῳ εἴη ἂν ὁμοφυές; —ἴσως, ἔφη, τῷ ἑτέρῳ, τῷ ἐπιθυμητικῷ.

5.7.46. —ἀλλ’, ἦν δ’ ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ, ὡς ἄρα Λεόντιος ὁ ᾿Αγλαΐωνος ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος ἐκτὸς αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτὸν καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, κρατούμενος δ’ οὖν ὑπὸ τῆς ἐπιθυμίας διελκύσας τοὺς ὀφθαλμοὺς προσδραμὼν πρὸς τοὺς νεκρούς, ˝ἰδοὺ ὑμῖν˝ ἔφη ˝ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ θεάματος.˝ —ἤκουσα, ἔφη, καὶ αὐτός.

5.7.47. —οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις ὡς ἄλλο ὂν ἄλλῳ. —σημαίνει γε, ἔφη.”

5.7.48. πάλιν κἀν τούτοις ὁ Πλάτων ἐπιδείκνυσιν ὡς ἕτερόν ἐστι τὸ ἐπιθυμητικὸν τοῦ ὀργιζομένου, προσχρώμενος δηλονότι τῷ κατ’ ἀρχὰς ὑποκειμένῳ ἀξιώματι ὡς οὐκ ἐνδέχεται τὸ ἀκριβῶς ἓν καὶ ἁπλοῦν καὶ ἀσύνθετον ὀρέγεσθαί τινος καὶ ἀποτρέπεσθαι καὶ χαίρειν τῷ αὐτῷ καὶ δυσχεραίνειν ἀλλ’ ἀναγκαῖον ἕτερον μὲν τὸ ἐπιθυμοῦν θεάσασθαι τοὺς νεκρούς, ἕτερον δὲ τὸ κωλῦον θεάσασθαι, καὶ ὡς τῷ μὲν ἐπιθυμοῦντι πάντως πού τις ἡδονὴ κατὰ τὴν θέαν ἤμελλεν ἔσεσθαι, τῷ δὲ κωλύοντι δυσχέρειά τε καὶ ἀνία.

5.7.49. τὸ γὰρ ὀργίζεσθαι τῷ ἐπιθυμοῦντι καὶ δυσχεραίνειν αὐτοῦ ταῖς ὁρμαῖς καὶ κωλύειν ἐθέλειν τε ταῖς ἐπιθυμίαις ἐπιτιμᾶν τε καὶ μέμφεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα μέρους ἑτέρου τῆς ψυχῆς ἔργον ἐστίν, οὐκ αὐτοῦ τοῦ ἐπιθυμοῦντος· εἰ δὲ καὶ μὴ μέρους ἀλλὰ δυνάμεώς γε πάντως ἑτέρας.

5.7.50. εἴρηται γὰρ ἤδη γε τοῦτο πολλάκις, ὡς οὐδέπω κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς ᾿Αριστοτέλην καὶ Ποσειδώνιον ὁμολογοῦντας μὲν ἑτέροις ἀλλήλων λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς, οὐ μὴν εἴδεσί γε ἢ μορίοις ψυχῆς ἀλλὰ δυνάμεσιν· ἐν γὰρ τοῖς ἐφεξῆς λόγοις ἐπιδείξομεν ὅτι μὴ δυνάμεσι μόνον, ἀλλὰ καὶ μέρεσι τῆς ψυχῆς ἑτέροις ἀλλήλων κατ’ εἶδος.

5.7.51. ἐν δὲ τῷδε τῷ νῦν ἐνεστῶτι τοῦτ’ ἀρκεῖ μόνον ἀποδεῖξαι πρὸς ἔνδειξιν τῆς Χρυσίππου περὶ τὰ τοιαῦτα ῥᾳθυμίας, ὡς αὐτὸς ἰσχυρῶν λόγων ὑπὸ Πλάτωνος ἠρωτημένων εἰς ἀπόδειξιν τοῦ νῦν ἡμῖν ζητουμένου δόγματος οὔτ’ ἐμνήσθη τινὸς αὐτῶν οὔτ’ ἀντειπεῖν ἐπεχείρησε, καίτοι πληρώσας λόγων μακρῶν, μᾶλλον δὲ ποιητικῶν ἐπῶν, ὅλον τὸ πρῶτον βιβλίον περὶ ψυχῆς, ἐν ᾧ περὶ ἡγεμονικοῦ διεξῆλθεν.

5.7.52. οὐ μόνον δὲ κατὰ τοῦτο τελέως ἐσιώπησε τοὺς τοῦ Πλάτωνος λόγους ἀλλὰ καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ καὶ τὸ χωρὶς αὐτῶν ἰδίᾳ γεγραμμένον ὑπ’ αὐτοῦ, τὸ Θεραπευτικόν τε καὶ Ἠθικὸν ἐπιγραφόμενον.

5.7.53. ἐπὶ τὰς ὑπολοίπους οὖν τοῦ Πλάτωνος ῥήσεις ἴωμεν ἐχούσας ὧδε· “οὐκοῦν καὶ ἄλλοθι, ἔφη<ν>, πολλαχοῦ αἰσθανόμεθα ὅταν βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὑτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν αὑτῷ καὶ ὥσπερ δυοῖν στασιαζόντοιν σύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιούτου;

5.7.54. ταῖς δ’ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα αἱροῦντος λόγου μὴ δεῖν τι πράττειν οἶμαί σε οὐκ ἂν φάναι γενομένου ποτ’ ἐν ἑαυτῷ τοιούτου αἰσθέσθαι, οἶμαι δ’ οὐδ’ ἐν ἄλλῳ. —οὐ μὰ τὸν Δία, ἔφη.”

 

5.7.55. κατὰ μὲν οὖν τὴν προτέραν ῥῆσιν ὁ Πλάτων ἐν ᾗ τοῦ ποθοῦντος θεάσασθαι τοὺς νεκροὺς ἐμνημόνευσεν, ἐναργῶς μὲν ἀπέδειξεν ἕτερον ὑπάρχειν τὸ θυμούμενον τοῦ ἐπιθυμοῦντος, οὐ μὴν ὅτι τὸ λογιζόμενον ἕτερον ἀμφοῖν ἐστιν ἐναργῶς εἶπεν, ἀλλ’ ἐνεδείξατο καὶ κατ’ ἐκεῖνον μέν πως τὸν λόγον, ἐνταυθοῖ δ’ ἱκανῶς ἐπεξέρχεται.

5.7.56. ὅταν γάρ τινα βιάζηταί τις ἐπιθυμία παρὰ τὸν λογισμόν, ὥσπερ τὸν ἔμπροσθεν εἰρημένον Λεόντιον, ὁ θυμὸς ἐνταῦθα κινεῖται συμμαχῶν τῷ λογισμῷ καὶ πολλάκις μὲν ἐκράτησεν ἅμα τῷ λογισμῷ τῆς ἀμέτρου κινήσεως τοῦ ἀκολάστου τῆς ψυχῆς εἴδους καὶ κατέσχε τε καὶ διεκώλυσεν αὐτὸ καὶ τῆς ὁρμῆς ἐπέσχεν, ὥσπερ οὖν καὶ ὁ Λεόντιος ἐδυνήθη λοιδορηθεὶς ἑαυτῷ τῆς περὶ τὸ θεάσασθαι τοὺς νεκροὺς ἀκρασίας παρελθεῖν μὴ θεασάμενος αὐτούς, ἐνίοτε δ’ ἀμφοτέρων τῶν μερῶν τῆς ψυχῆς ἀγχόντων τε καὶ λοιδορουμένων ἀντιπραττόντων τε καὶ ἀνθελκόντων ἐκράτησε τὸ ἐπιθυμητικόν, ὥσπερ ἐπ’ αὐτοῦ τοῦδε τοῦ θεασαμένου τοὺς νεκροὺς ὁ Πλάτων διηγεῖται γενέσθαι συνενδεικνύμενος ἐν τῷ λόγῳ πολλά.

5.7.57. καὶ γὰρ ὅτι τὸ θυμαινόμενον ἕτερόν ἐστι τοῦ ἐπιθυμοῦντος καὶ ὅτι τὸ λογιζόμενον ἀμφοῖν ἄλλο καὶ ὡς τὸ θυμαινόμενον οὐδέποτε συμμαχεῖ τῷ ἐπιθυμητικῷ, δι’ ἑνὸς ἐνεδείξατο τοῦδε τοῦ προειρημένου παραδείγματος.

5.7.58. οὐδεὶς γοῦν ἐπετίμησεν ἑαυτῷ ποτε καὶ ὠργίσθη, διότι τῶν ἀκαίρων ἐπιθυμιῶν ἀφίστασθαι προαιρεῖται.

5.7.59. τίς γὰρ ἐν νόσῳ τῶν ἀμέτρως διακαιομένων ἐπιθυμούντων τε πόματος ψυχροῦ λογισάμενος ὄλεθρον οἴσειν αὑτῷ τὸ πόμα καὶ βλάβην ἐσχάτην, εἶτ’ ἐπισχὼν τὴν ὁρμὴν καὶ καθησυχάσας ἐπετίμησεν αὑτῷ καὶ ὠργίσθη, διότι καλῶς ἐλογίσατο; οὐδεὶς ὡς οἶμαι τῶν πάντων.

5.7.60. ἀλλ’ ἔνθα μὲν ἂν ἑκὼν ὁ λογισμὸς ἕπηται τῷ ἐπιθυμητικῷ, συνέπεται καὶ τὸ θυμοειδὲς τῷ λογισμῷ— τούτῳ γὰρ ὑπηρετεῖν καὶ συμπράττειν ὥσπερ τις κύων κυνηγέτῃ κατὰ τοῦ τρίτου τῆς ψυχῆς εἴδους ὑπὸ τῆς φύσεως ἐδόθη—· ἔνθα δὲ ἐναντιοῦται καὶ στασιάζει καὶ μάχεται, μετὰ τοῦ λογιομοῦ γίγνεται καὶ τούτῳ συμμαχεῖ.

5.7.61. ὅτι δὲ τῷ λογιστικῷ τὸ θυμοειδὲς ἀεὶ κατὰ τοῦ ἐπιθυμητικοῦ συμμαχεῖ καὶ διὰ τῆς ἐπιφερομένης ῥήσεως δῆλον ποιεῖται γράφων ὧδε·

5.7.62. “τί δέ; ἦν δ’ ἐγώ· ὅταν τις οἴηται ἀδικεῖν, οὐχ ὅσῳ ἂν γενναιότερος ᾖ τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι καὶ πεινῶν καὶ ῥιγῶν καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπ’ ἐκείνου ὃν ἂν οἴηται δικαίως ταῦτα δρᾶν, καὶ ὃ λέγω οὐκ ἐθέλει πρὸς τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός; ἀληθῆ, ἔφη.

5.7.63. τί δέ; ὅταν ἀδικεῖσθαί τις ἡγῆται, οὐκ ἐν τούτῳ ζητεῖ τε καὶ χαλεπαίνει[ν] καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ καὶ διὰ τὸ πεινῆν καὶ διὰ τὸ ῥιγοῦν καὶ πάντα τὰ τοιαῦτα πάσχειν ὑπομένων καὶ νικᾷ καὶ οὐ λήγει[ν] τῶν γενναίων πρὶν ἂν ἢ διαπράξηται ἢ τελευτήσῃ ἢ ὥσπερ κύων ὑπὸ νομέως ὑπὸ τοῦ λόγου τοῦ παρ’ αὐτῷ ἀνακληθεὶς πραϋνθῇ;”

5.7.64. ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ Πλάτων ἐμνημόνευσεν δυοῖν ἀνθρώπων, ἀμφοῖν μὲν ταὐτὰ πασχόντων ὑπό τινος ἄρχοντός τε καὶ κρατοῦντος ὡς καὶ πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν, ἀλλὰ τοῦ μὲν ἑτέρου δικαίως πεπεισμένου πάσχειν αὐτά, τοῦ δὲ ἑτέρου ἀδίκως· εἶτά φησιν ὡς ὁ μὲν ἕτερος ὅστις ἂν οἴηται δικαίως πάσχειν ταῦτα διὰ τὸ πρότερον αὐτὸς ἀδικεῖν τι, φέρει πρᾴως αὐτὰ καὶ οὐκ ὀργίζεται τῷ δικαίως κολάζοντι, καὶ τοσούτῳ γε μᾶλλόν φησιν ὅσῳπερ ἂν καὶ γενναιότερος.

5.7.65. εἴρηκε δὲ τοῦτο περὶ αὐτοῦ τοῦ κολαζομένου· οὗτος γὰρ ὅσῳπερ ἂν εὐγενέστερος ὑπάρχῃ φύσει, τοσούτῳ μᾶλλον ὑπομένει γενναίως τὰς κολάσεις. ὁ δ’ ἕτερος, ὅστις ἂν ἀδικεῖσθαι νομίζῃ, θυμοῦται καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ.

5.7.66. ταῦθ’ ὁσημέραι τὰ γιγνόμενα κἀπὶ τῶν οἰκετῶν ἐστι θεάσασθαι· ὅσοι μὲν γὰρ ἂν αὐτῶν ἢ κλέπτοντες ἤ τι τοιοῦτον ἕτερον δρῶντες ἁλῶσι, καὶ μαστιγούμενοι καὶ λιμαγχονούμενοι καὶ ἀτιμαζόμενοι πρὸς τῶν δεσποτῶν οὐκ ὀργίζονται· ὅσοι δ’ ἂν οἰηθῶσιν ἀδίκως τι τούτων ἢ πάσχειν ἢ πεπονθέναι, ἀεὶ τούτων ἔνδον ὁ θυμὸς ἀγριούμενός ἐστι καὶ ποθῶν ἀντιτιμωρήσασθαι τὸν ἀδικοῦντα.

5.7.67. δηλοῦται δ’ ἐξ ἀμφοτέρων τῶν παραδειγμάτων ὡς τὸ θυμοειδὲς ὑπὸ τῆς φύσεως ἡμῖν ἐδόθη σύμμαχον τῷ λογιστικῷ. τούτῳ γοῦν δὴ φαίνεται συμμαχοῦν, ὅταν ὑπό τινος ἢ ἔνδοθεν ἢ ἔξωθεν ἀδικεῖσθαί τε καὶ βιάζεσθαι δοξάζῃ.

5.7.68. τὸ μὲν οὖν δοξάζειν ἀδικεῖσθαι τοῦ λογιστικοῦ, τὸ δ’ ἐπαμύνειν αὐτῷ κατὰ τοῦ βιαζομένου τοῦ θυμοειδοῦς ἴδιον.

5.7.69. ἐπειδὰν μὲν οὖν ἀμέτρως ἐπί τι φερόμενον τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἄκοντα τὸν λογισμὸν ἕλκῃ βιαίως, κατ’ ἐκείνου σύμμαχον τῷ λογιστικῷ τὸ θυμοειδὲς γίγνεται· ὅταν δὲ ἔξωθεν ᾖ τις ἀδικῶν, ἐκεῖνον ἀντιτιμωρεῖσθαι σπεύδει.

5.7.70. ἐπειδὰν δ’ ὑπὸ μηδενὸς ἀδικεῖσθαι δοξάζῃ τὸ λογιστικόν, οὐδ’ ὁ θυμὸς ἀναζεῖ τηνικαῦτα, κἂν ὅτι μάλιστα κολάζηται τὸ σῶμα δικαίως ὑπό τινος ἢ ῥιγοῦν ἢ πεινῆν ἢ διψῆν ἀναγκαζόμενον.

5.7.71. ᾧ δῆλον ὡς ταῖς δόξαις ἕπεται τοῦ λογιστικοῦ κατὰ φύσιν ἔχον τὸ θυμοειδές. ἐνδέχεται γάρ ποτε καὶ τοῦτο μοχθηρῶς διακείμενον ἀπειθῶς κινεῖσθαι τῷ λογισμῷ.

5.7.72. μετ’ ὀλίγα γοῦν καὶ αὐτὸς ὁ Πλάτων ἐνδεικνύμενος τοῦτό φησιν· “ἢ καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτω καὶ ἐν ψυχῇ τοῦτο τρίτον ἐστὶ τὸ θυμοειδές, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθείρηται;”

5.7.73. τίνες μὲν οὖν εἰσιν αἱ διαφθοραὶ τοῦ θυμοειδοῦς, οὐκ ἐν καιρῷ νῦν λέγειν· ἐν γὰρ τῷ μετὰ τοῦτον λόγῳ περί τε τῶν παθῶν τῆς ψυχῆς, ὡς ἐδόκει Πλάτωνι, καὶ περὶ νοσημάτων καὶ ἁμαρτημάτων τῶν κατ’ αὐτὴν ἁπάσης <τε> τῆς κακίας, ὅπως γίγνεταί τε καὶ θεραπεύεται μετὰ τὸ γενέσθαι, διελθεῖν ἔγνωκα καὶ δὴ καὶ περὶ κάλλους τε καὶ ὑγιείας αὐτῆς ἁπασῶν τε τῶν ἀρετῶν· οὐ σμικρὰ γὰρ οὐδ’ ἐν τούτοις ὁ Χρύσιππος σφάλλεται.

5.7.74. νυνὶ δὲ ἔτι μίαν ῥῆσιν ὑπογράψαι βούλομαι τοῦ Πλάτωνος ἐν ᾗ δείκνυσιν ἕτερον ὑπάρχειν τὸ θυμοειδὲς τοῦ λογιστικοῦ. γέγραπται δ’ ἐφεξῆς τῶν προειρημένων ἐν τῷ τετάρτῳ τῆς Πολιτείας τόνδε τὸν τρόπον·

5.7.75. “καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γ’ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δ’ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δία, ἦν δ’ ἐγώ, καλῶς εἶπες. ἔτι γ’ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει.

5.7.76. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ ῾Ομήρου μαρτυρήσει, τό

 
˝στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ·˝
 

ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν ῞Ομηρος τὸ ἀναλογισάμενον περὶ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ.”

5.7.77. ἐν τούτοις ἐναργῶς ὁ Πλάτων ἐπιδείκνυσιν ἕτερον ὑπάρχον τὸ θυμούμενον τοῦ λογιζομένου. οἱ γοῦν παῖδες ὥσπερ καὶ τὰ θηρία θυμοῦ μὲν πλήρεις εἰσί, λογισμοῦ δὲ ἥκιστα μετέχουσιν.

5.7.78. ἐπὶ μὲν οὖν τῶν θηρίων ἐτόλμησαν ἔνιοι λέγειν οὔτε θυμὸν οὔτ’ ἐπιθυμίαν ἐνυπάρχειν αὐτῶν ταῖς ψυχαῖς, ἐπὶ δὲ τῶν παίδων οὐκ οἶδ’ ὅ τι φήσουσιν.

5.7.79. οὐ γὰρ δή γε καὶ τὰ τούτων πάθη διὰ συλλογισμοῦ χρὴ μαθεῖν, ἀλλ’ ἀναμνησθῆναι μόνον αὔταρκες ὡς οὐκ ἄλλως μὲν νῦν ἄλλως δὲ παῖδες ὄντες θυμούμεθα· καὶ γὰρ δύναμις ἡ αὐτὴ καὶ ὁ τρόπος τῆς τοῦ πάθους γενέσεως ὅμοιος.

5.7.80. ἓν δὲ μόνον ἐξαίρετον ὑπάρχει τοῖς τελείοις ἀνδράσιν, ὅταν γε μὴ κατὰ πάθος ζῶσιν ἀλλὰ λογισμὸς αὐτῶν ἐξηγῆται τοῦ βίου· κατέχουσιν ἐν πολλαῖς πράξεσι τὸν θυμόν, ὥσπερ τις νομεὺς κύνα γενναῖον ἀγριώτερον ἐκφερόμενον ἐπὶ τοὺς πέλας.

5.7.81. ἐν δὲ τοῖς παισὶν οὐδὲν γίγνεται τοιοῦτον, ὥσπερ οὐδὲ ἐν τοῖς θηρίοις, ὅτι τοῖς μὲν οὐδέπω τοῖς δὲ οὐδέποτε λογισμὸς ἄρχει τῶν ὁρμῶν.

5.7.82. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Πλάτωνι καὶ προσέτι τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως γεγραμμένον, ἔνθα τὸν ῞Ομηρον ἐπάγεται μάρτυρα ταυτὶ λέγοντα·

 
˝στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·˝
 

“ἐνταῦθα γάρ” φησιν “ὡς ἕτερον ἑτέρῳ πεποίηκεν ἐπιπλῆττον τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ.”

5.7.83. ἠβουλόμην δ’ ἂν καὶ τὸν Χρύσιππον ἀνεγνακέναι τε τὴν ῥῆσιν αὐτοῦ προσεσχηκέναι τε τὸν νοῦν αὐτῇ. πάντως γὰρ ἄν τι καὶ αὐτὸς ὤνητο μαθὼν ὁπηνίκα τε προσήκει καλεῖν ῞Ομηρον μάρτυρα καὶ περὶ τίνων πραγμάτων.

5.7.84. οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλ’ ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον ἀνεπίφθονον ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρτυρήσοντας οὔτε περὶ πραγμάτων ἀδήλων παντάπασιν ἀλλ’ ἤτοι περὶ φαινομένων ἐναργῶς ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν ἐχόντων, οἷάπερ ἐστὶ τὰ πάθη τῆς ψυχῆς, οὐ μακρῶν λόγων οὐδ’ ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης δὲ ἀναμνήσεως ὧν ἑκάστοτε πάσχομεν, ὡς καὶ Ποσειδώνιος εἶπεν.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30 
Рейтинг@Mail.ru