bannerbannerbanner
полная версияСочинения. Том 3

Гален
Сочинения. Том 3

1.10.17. Кроме того, все эти вопросы будут обстоятельно и подробно изложены в сочинениях «Об анатомических исследованиях» и «О назначении частей тела».

1.10.18. Итак, мне кажется, что наше прежнее рассуждение на эту тему не требует дополнительных доказательств, так как оно, не вступая в противоречие ни с наблюдаемыми явлениями, ни с самим собой, полно и ясно доказывает, что головной мозг есть начало нервов.

1.10.19. Таким же образом мы показали, что началом артерий является сердце; то же, что началом вен является печень, мы докажем в последующих книгах.

1.10.20. Итак, закончив этим первую книгу, мы переходим ко второй, в которой будут разобраны вопросы, связанные с теми, которые мы только что обсуждали.

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ[216]

2.1.1. Περὶ τῶν ῾Ιπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενος ἀπὸ τοῦ πρώτου κατὰ τὴν δύναμιν ὑπηρξάμην, ᾧ καὶ τἆλλα σχεδὸν ἅπαντα τὰ κατὰ μέρος ἀκολουθεῖν ἔδειξα, τοῦτο δέ ἐστι τὰ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ὁπόσαι τέ εἰσι τὸν ἀριθμὸν ὁποία τέ τις ἑκάστη καὶ τόπον ὅντιν’ ἐν τῷ ζῴῳ κατείληφεν· ἠξίουν τε μηδὲν οὕτω φυλάττεσθαι κατὰ τὸν λόγον ὡς τὸ τοῖς ἐναργῶς φαινομένοις ἐναντία τίθεσθαι, καθάπερ οἵ τε μηδὲν ἄλογον ζῷον ἐπιθυμεῖν ἢ θυμοῦσθαι φάσκοντες οἵ τε τὴν ἀρχὴν τῶν νεύρων ὑπάρχειν ἐν τῇ καρδίᾳ.

2.1.2. ἀποτετόλμηται γὰρ ἅπαντα τὰ τοιαῦτα πρὸς ἀνθρώπων ἀνατρέψαι φιλονεικούντων ὅσα καλῶς εἴρηται τοῖς παλαιοῖς, ὑπὲρ τοῦ νεωτέραν αἵρεσιν ἰδίαν συστήσασθαι. τὰ μὲν οὖν τοιαῦτα τῶν ψευσμάτων ἐν τῷ πρώτῳ βιβλίῳ διήλεγξα· νυνὶ δὲ ἐπὶ θάτερον εἶδος λόγων ὧν ποιοῦνται ἔγνωκα μεταβὰς ἐπιδεῖξαι σαφῶς, καθόσον οἷός τ’ εἰμί, πῇ ποτε σφάλλονται.

2.2.1. Διελέσθαι δὲ ἴσως ἄμεινον ἕνεκα σαφηνείας εὐθὺς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἥτις ἐστὶν ἡ διαφορὰ τῶν λόγων οἷς χρῶνται πάντες οἱ κακῶς ὁτιοῦν μεταχειριζόμενοι πρόβλημα.

2.2.2. φημὶ δὴ τῶν λημμάτων ἃ ἕνεκα τοῦ συμπεράσματος λαμβάνουσιν, [ὡς] τὰ μὲν ἄντικρυς εἶναι ψευδῆ, τὰ δὲ οὐκ οἰκεῖα τοῦ προκειμένου σκέμματος.

2.2.3. ἄντικρυς μὲν ψευδῆ τὰ τοιαῦτα, περὶ ὧν ἐν τῷ πρώτῳ βιβλίῳ διῆλθον ἐπὶ πλέον, ὅταν ἤτοι μηδὲν τῶν ἀλόγων ζῴων ἐπιθυμεῖν τις ἢ θυμοῦσθαι φάσκῃ, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς, ἢ πάλιν ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα· τὰ δὲ οὐκ οἰκεῖα τῶν λημμάτων ὁπόσα τὴν φύσιν ἐστίν, εἴρηται μὲν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπομνήμασιν, ἐν οἷς ἅπασαν ἐδήλωσα τὴν ἀποδεικτικὴν μέθοδον ὁποία τίς ἐστιν παρεκάλουν τε διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων ἐν ἐκείνῃ γυμνάσασθαι πρότερον, ὅστις ὁτιοῦν ἀποδεικνύειν ἐπιχειρεῖ.

2.2.4. γεγράφθαι δὲ λέγω ὑπὲρ αὐτῆς ἄριστα τοῖς παλαιοῖς φιλοσόφοις τοῖς περὶ Θεόφραστόν τε καὶ ᾿Αριστοτέλην κατὰ τὰ τῶν δευτέρων ἀναλυτικῶν βιβλία καὶ διὰ τοῦτο πρὸς ἐκείνους μὲν οὐδὲ μακρὸν ἔσεσθαι τὸν λόγον ἐλπίζω περὶ τῶν τριῶν ἀρχῶν τοῦ ζῴου.

2.2.5. τὰ γὰρ ἰδιωτικά τε καὶ ῥητορικὰ λήμματα αἰδοῦνται παραλαμβάνειν εἰς ἀποδείξεις ἐπιστημονικάς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθεται λημμάτων, ἔστι δὲ ὅτε ποιητὰς ἢ τὴν βελτίστην ἐτυμολογίαν ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδέν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον.

2.2.6. οὕτω δὲ καὶ τὴν ἐτυμολογίαν, ἐπειδὰν ἄγωμεν μακροτέραν σχολήν, ἐπιδείκνυμεν αὐτοῖς οὐδὲν μᾶλλον ἐκείνοις ἤπερ ἡμῖν μαρτυροῦσαν.

2.2.7. ἀλλ’ ὅτι μὲν ἀλαζών ἐστι μάρτυς ἡ ἐτυμολογία πολλάκις μὲν ὁμοίως μαρτυροῦσα τοῖς τἀναντία λέγουσι τῶν ἀληθῶν, οὐκ ὀλιγάκις δὲ τοῖς ψευδομένοις μᾶλλον ἤπερ τοῖς ἀληθεύουσιν, ἐν ἑτέρᾳ πραγματείᾳ δέδεικταί μοι, τῇ περὶ ὀνομάτων ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα τὸν Χρύσιππον ἐτυμολογοῦντα μοχθηρῶς.

2.2.8. τί ἂν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρίς, ἀλλὰ καὶ τετράκις, ἐνίοτε καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλάξαιτο δὲ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων.

2.2.9. ἃ δ’ οὖν ὑπὲρ τῆς ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἕνεκα λημμάτων οὐκ οἰκείων τῷ προκειμένῳ σκέμματι.

2.2.10. “Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν, κατὰ τοῦτο δεικνύντες ἑαυτοὺς ἐν ᾧ φαίνεσθαι διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης· καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λέγομεν, εὐθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης καὶ κατὰ τὴν ἑξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης.

2.2.11. τὸ γὰρ ἐγὼ προφερόμεθα κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς· ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται οὐδὲν ἀποστηματικὸν παρενσημαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχεν.”

2.2.12. διὰ ταύτης οὖν ἁπάσης τῆς ῥήσεως ὁ Χρύσιππος οὐδὲν μὲν ἐπιστημονικὸν λῆμμα τοῦ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐν καρδίᾳ παραλαμβάνει, δύο δ’ ἐς ταὐτὸν οὐκ οἰκεῖα τῷ προκειμένῳ συμπλέκει, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐτυμολογίας, ὅτι τὴν ἐγὼ φωνὴν φθεγγόμενοι κατὰ τὴν πρώτην συλλαβὴν τὴν ε λεγομένην τὸ στόμα κάτω που καὶ τὴν γένυν ἀπάγομεν ὡς ἐπὶ τὰ στέρνα, τὸ δὲ ἕτερον, ὅτι καὶ τὴν χεῖρα συνεπιφέρομεν ἐνίοτε τοῖς στέρνοις ἡμᾶς αὐτοὺς δεικνύντες ἐν τῷ λέγειν “ἐμοὶ τοῦτο προσήκει”, “τοῦτο ἐγώ σοι λέγω.”

2.2.13. ὅτι δὲ καὶ τῆς ῥινὸς ἅπτονται πολλάκις οἱ ἄνθρωποι λέγοντες “ἐμοὶ τοῦτο δός”, “ἐμοὶ τοῦτο προσήκει”, “τοῦτο ἐγώ σοι λέγω”, παντελῶς ἐπιλέλησται. καίτοι κατά γε τὴν ἐγὼ φωνὴν οὐκ ἐπελάθετο τῆς ἐκεῖνος οὐκ ἀπὸ παραπλησίας δή τινος, ἀλλ’ ἀπὸ τῆς αὐτῆς ἀκριβῶς συλλαβῆς ἀρχομένης, τῆς ε.

2.2.14. ἐχρῆν δ’, οἶμαι, καθάπερ ἐπὶ ταύτης ἐμνημόνευσε μέν, οὐκ ἔλυσε δὲ τὸ ἄτοπον, οὕτω κἀπὶ τῆς ἐπὶ τοῦ στέρνου δείξεως ἐπιμνησθῆναι μὲν τῆς ἐπὶ τὴν ῥῖνα φορᾶς τοῦ δακτύλου, μὴ μέντοι μηδ’ ἐνταῦθα διαλύεσθαι τὸ προβληθέν, εἰ μὴ ἄρα τις οἴεται τὴν ἀπόφασιν τοῦ Χρυσίππου ψιλὴν αὐτὴν μόνην ῥηθεῖσαν ἀπόδειξιν ὑπάρχειν.

2.2.15. τί γὰρ δὴ καί φησιν; “ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχεν.”

2.2.16. ἐννοήσας γὰρ ὅτι καὶ ἡ ἐκεῖνος φωνὴ τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς ποιεῖται συλλαβῆς ὥσπερ καὶ ἡ ἐγώ, καὶ δεήσει καὶ ταύτην ἐνδείκνυσθαι ταὐτὸν σημαινόμενον, εἰς τὴν τῶν ἐπιφερομένων συλλαβῶν διαφορὰν ἀναφέρει τὴν τοῦ ζητουμένου λύσιν.

2.2.17. ἔστι δὲ τοιάδε· εἰπὼν τῆς ἐγὼ φωνῆς τὴν δευτέραν συλλαβὴν τὴν γω μηδὲν ἀποστηματικὸν ἐμφαίνειν ἐπήγαγεν ἐπὶ [δὲ] τῆς ἐκεῖνος ἐμφαίνειν τὴν κει.

2.2.18. τοῦτο δ’ ἀπόφασίς ἐστι ψιλὴ μηδεμίαν ἀπόδειξιν ἔχουσα, μὴ ὅτι βεβαίαν τε καὶ ἐπιστημονικήν, ἀλλὰ μηδ’ ἄχρι πιθανότητος ἢ ῥητορικῆς ἢ σοφιστικῆς προϊοῦσα.

2.2.19. διὰ τί γὰρ ἡ μὲν κει συλλαβὴ ἀποστηματικόν τι δηλώσει, ἡ δὲ γω μή, οὐ προσθεῖναι δίκαιον ἦν αὐτὸν ἀπόδειξίν τινα; διὰ τί δὲ τοῖς μὲν στέρνοις ἐπιφέροντες τὸν δάκτυλον ἐνδεικνύμεθα τὴν ἀρχὴν τῆς ψυχῆς ἐνταῦθ’ εἶναι, τῇ ῥινὶ δὲ ἐπιφέροντες οὐκ ἐνδεικνύμεθα;

2.2.20. δίκαιον γάρ, εἴπερ ἡ δεῖξις ἱκανὴ πίστις εἰς εὕρεσιν ἡγεμονικοῦ μορίου ψυχῆς, οὐκ ἐπὶ μὲν τῶν στέρνων αὐτὴν ἱκανὴν ὑπάρχειν, ἀσθενῆ δὲ ἐπὶ τῆς ῥινός, ἀλλὰ κἀπὶ ταύτης ἰσχύειν ὁμοίως· ἢ εἴπερ οὐδ’ ἐπὶ ταύτης, οὐδ’ ἐπὶ τῶν στέρνων.

2.2.21. διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα μᾶλλον καὶ οὐκ <ἐν> αὐτῷ τῷ κινουμένῳ;

2.2.22. τὸ γάρ τοι πρῶτον κινούμενον ἐν ἡμῖν μόριον ἐπινευόντων αὐτὸ δήπου πιθανώτερον ἔχειν ἐστὶ τὴν ἀρχὴν τῆς ψυχῆς ἤπερ τι τῶν ἄλλων πρὸς ὃ φέρεται κινούμενον, ἵνα μὴ νῦν ἐκείνων μνημονεύω τῶν ἀνθρώπων οἳ ταῖς κεφαλαῖς ἀνανεύουσιν ἐπειδὰν συγκατατίθωνται· τάχα γὰρ φήσει τοὺς βαρβάρους, ὥσπερ τἆλλα χείρους εἰσὶ καὶ ἀλογώτεροι τῶν ῾Ελλήνων, οὕτω κἀν τῷδε σφάλλεσθαι.

2.2.23. πάντ’ οὖν ὅσα τοιαῦτα τῶν ἐπιχειρημάτων ἐν τοῖς περὶ ἀποδείξεως ἐδείξαμεν οὐκ οἰκεῖα τῷ ζητουμένῳ πράγματι καὶ διὰ τοῦτο νῦν οὐ χρὴ μηκύνειν περὶ αὐτῶν, ὥσπερ οὐδ’ ἐπὶ τῶν ἐκ τῆς ἐτυμολογίας ὁρμωμένων· εἴρηται γὰρ καὶ περὶ ἐκείνων αὐτάρκως ἐν τοῖς περὶ ὀνομάτων ὀρθότητος.

2.3.1. ᾿Αλλὰ τίνα χρὴ ζητεῖν λήμματα τῷ προκειμένῳ προβλήματι προσήκοντά τε καὶ οἰκεῖα; γέγραπται μὲν δήπου καὶ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπό τε τῶν παλαιῶν εἰρημένοις ἀσαφέστερόν τε καὶ συντομώτερον ὑπό τε ἡμῶν ἐξηγουμένων ἐκεῖνα σαφῶς τε ἅμα καὶ διὰ πολλῶν.

2.3.2. ἀρκέσει δὲ νῦν ἐξ αὐτῶν τὸ κεφάλαιον ἀναμνήσασι μόνον ἐκείνῳ χρήσασθαι σκοπῷ εἰς τὴν τῶν κατὰ μέρος εὕρεσιν.

2.3.3. ἦν δὲ τὸ κεφάλαιον ὡς ἀπ’ αὐτῆς χρὴ τῆς οὐσίας τοῦ ζητουμένου πράγματος ἐξευρίσκειν τὰ προσήκοντά τε καὶ οἰκεῖα λήμματα, καθάπερ ἐν τούτοις ἐν οἷς Χρύσιππος [τε] ἐπισκοπεῖται περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸν τῆς οὐσίας λόγον εἰπόντας ὑπὲρ οὗ ζητοῦμεν πράγματος ἐκείνῳ χρῆσθαι κανόνι τε καὶ σκοπῷ τῶν κατὰ μέρος ἁπάντων.

2.3.4. ἔστι δὲ τὸ ἡγεμονικόν, ὡς καὶ αὐτοὶ βούλονται, τὸ κατάρχον αἰσθήσεώς τε καὶ ὁρμῆς.

2.3.5. οὔκουν ἄλλοθεν χρὴ δεικνύναι τὴν καρδίαν ἐν αὑτῇ τὸ ἡγεμονικὸν ἔχουσαν ἢ ἐκ τοῦ πάσης μὲν τῆς καθ’ ὁρμὴν κινήσεως ἐξηγεῖσθαι τοῖς ἄλλοις τοῦ ζῴου μορίοις, ἅπασαν δὲ αἴσθησιν εἰς αὐτὴν ἀναφέρεσθαι.

2.3.6. πόθεν οὖν τοῦτο δειχθήσεται; πόθεν δὴ ἄλλοθεν ἢ ἐκ τῶν ἀνατομῶν; εἰ γὰρ αὕτη τοῖς κατὰ μέρος ἅπασιν ἐπιπέμπει δύναμιν αἰσθήσεώς τε ἅμα καὶ κινήσεως, ἀποπεφυκέναι τι πάντως ἀπ’ αὐτῆς ἀγγεῖον ἀναγκαῖον ἐστιν εἰς τὴν αὐτῶν ὑπηρεσίαν.

 

2.3.7. ὥστε ἐκ τῆς ἀποδεικτικῆς μεθόδου πέφηνεν ὅτι τε χρησιμώτερον ἀνατέμνοντας τὰ ζῷα κατασκέπτεσθαι τίνα καὶ πόσα γένη σωμάτων ἐκ τῆς καρδίας ἐκφυόμενα διανέμεται τοῖς ἄλλοις τοῦ ζῴου μορίοις, ὅτι τε τούτων αὐτῶν ὄντων τοιούτων καὶ τοσῶνδε τοῦτο μὲν αἴσθησιν ἢ κίνησιν ἢ ἄμφω παράγει, τοῦτο δ’ ἄλλο τι καὶ οὕτως ἔχειν ἤδη τίνων ἐν τοῖς ζῴοις δυνάμεων ἡ καρδία πηγή.

2.3.8. ταύτης τῆς ὁδοῦ πᾶν ὅ τι περ ἂν ἔξω πίπτῃ, περιττόν τ’ ἐστὶ καὶ ἀλλότριον· καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν ἀποδείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ σοφιστικοῦ, ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵ γε περὶ τὸν Ζήνωνα καὶ τὸν Χρύσιππον.

2.3.9. ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα καὶ πολλάκις ἡγεῖται μέν, εἰ οὕτως ἔτυχε, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δ’ ἕπεται γυμνα-στικόν τε καὶ διαλεκτικόν, εἶθ’ ἑξῆς ἐπιστημονικόν, εἶθ’, οὕτως εἰ ἔτυχεν, σοφιστικὸν οὐκ εἰδότων ὡς τὰ μὲν ἐπιστημονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ ζητουμένου καὶ τοῦτον ἔχει τὸν σκοπόν·

2.3.10. τῶν δ’ ἄλλων ἁπάντων ἔξωθεν ὄντων, ὅσοις μὲν ὁ διαλεκτικὸς εἰς τὸ γυμνάσασθαι χρῆται καὶ σοφιστὰς ἐξελέγξαι καὶ πεῖραν λαβεῖν κυήσεως μειρακίου καὶ μαιεύσασθαι καὶ προσαγαγεῖν ἐπί τινος εὕρεσιν ἀπορῆσαί τε ποιῆσαι, ταυτὶ μὲν ἅπαντα διαλεκτικά τε κάλει, εἰ βούλοιο, καὶ γυμναστικὰ καὶ τοπικά, τῶν γὰρ ὀνομάτων οὐ φροντίζω, διορίζειν δὲ ταῦτα πειρῶ τῶν ἐπιστημονικῶν·

2.3.11. ὅσα δ’ ἔτι τούτων ἀποκεχώρηκεν ἐξωτέρω καὶ μάλιστα διὰ παραδειγμάτων ἐνδόξων τε καὶ πολιτικῶν ἐπαγωγῶν τέ τινων τοιούτων ἢ μαρτύρων εἰς σύστασιν ἀφικνεῖται, ταῦτ’ εἰ βούλοιο πιθανά τε καὶ ῥητορικὰ προσαγορεύειν, οὔ μοι μέλει τῆς κλήσεως, γνωρίζειν δὲ αὐτῶν χρὴ πειρᾶσθαι τὴν φύσιν· ἔτι δὲ μᾶλλον ἀποκεχώρηκε τῆς οὐσίας τοῦ ζητουμένου τὰ σοφιστικά.

2.3.12. καὶ γέγραπται περὶ τούτων ἁπάντων τοῖς παλαιοῖς, ἐν μὲν τοῖς σοφιστικοῖς ἐλέγχοις περὶ τῶν σοφιστικῶν εἴτε προτάσεων ἐθέλοις ὀνομάζειν εἴτε ἀξιωμάτων εἴτε λόγων, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, κατὰ δὲ τὰς Ῥητορικὰς τέχνας ὑπὲρ τῶν ῥητορικῶν, ἐν δὲ τοῖς Τοπικοῖς ὑπὲρ τῶν διαλεκτικῶν, ἐν δὲ τοῖς Περὶ ἀποδείξεως, ἃ δὴ καὶ Δεύτερα ἀναλυτικὰ ἐπιγράφουσιν, ὑπὲρ τῶν ἐπιστημονικῶν.

2.3.13. ὥστε ὅστις ὁτιοῦν ἀποδεικνύναι πειρᾶται, πρῶτα μὲν χρὴ τοῦτον ἐγνωκέναι τὴν διαφορὰν τῶν λημμάτων αὐτῶν, εἶθ’ ἑξῆς χρόνῳ πολλῷ γεγυμνάσθαι, λέγοντος μὲν ἑτέρου γνωρίζειν αὐτὰ ποίου γένους ἐστὶν ἐκ τῶν εἰρημένων, μὴ λέγοντος δὲ ἑτέρου ταχέως ἐξευρίσκειν αὐτὸν εἰς ἕκαστον τῶν προβληθέντων· ἑνὶ δὲ λόγῳ, καθάπερ ἐπὶ τοῦ λογίζεσθαι ποιοῦμεν, οὕτω κἀνταῦθα πράττειν.

2.3.14. εἰ γάρ τις ἐθέλει γίγνεσθαι λογιστικός, οὗτος ἐκμανθάνει μὲν πρῶτον ἀριθμοὺς ἅπαντας, οὓς ὀνομάζουσιν ἐκεῖνοι τετραγώνους καὶ ἑτερομήκεις, ἐφεξῆς δὲ γυμνάζεται χρόνῳ παμπόλλῳ πολλαπλασιάζειν καὶ μερίζειν, εἶθ’ ἑξῆς ἔτι μαθὼν ὀλιγίστας μεθόδους οὕτως ἤδη περὶ παντὸς τοῦ προβληθέντος ἱκανὸς γίνεται λογίζεσθαι.

2.3.15. καί μοι θαυμάζειν ἐπέρχεται τῆς τῶν πολλῶν δοξοσοφίας, εἰ προβληθέντος μέν, ἂν οὕτω τύχῃ, τίς γίγνεται τόκος ἑκατοστὸς ᾿Αττικῶν δισμυρίων πεντακισχιλίων ἑξακοσίων τριακονταεπτὰ μηνῶν τεσσαρεσκαίδεκα, τοῖς λογιστικοῖς ἐπιτρέπουσιν εἰδότες, οἶμαι, σαφῶς ὡς αὐτοῖς οὐ μέτεστιν ἐπιστήμη<ς> οὐδεμιᾶ<ς> τοῦ λογίζεσθαι τὰ τοιαῦτα, διότι μήτ’ ἤσκησαν αὐτὰ μήθ’ ὅλως ἔμαθον, ἀποδείξει δὲ χρῆσθαι τολμῶσιν εὖ εἰδότες ὡς οὔτε παρ’ ἑτέρων ἔμαθον ὅλως οὐδὲν οὔτε αὐτοὶ καθ’ ἑαυτοὺς ἐξεῦρον, οἵ γε μηδὲ ἐζήτησαν, ὅπου γε καὶ ἣν μεμαθήκεσαν ὁδὸν ἀποδεικτικήν, οὐκ ἦν ἱκανόν, ἀλλ’ ἐχρῆν, οἶμαι, πρότερον ἠσκῆσθαι κατ’ αὐτήν.

2.3.16. οὐδὲ γὰρ τοῖς ῥήτορσιν ἀπόχρη μέθοδον ἐκμαθεῖν, ὡς χρὴ διαιρεῖν ὑπόθεσιν ἅπασαν, ἀλλ’ ἐπὶ τῇ γνώσει τῆς μεθόδου καὶ τὴν ἄσκησιν ἐπάγουσιν.

2.3.17. ἠβουλόμην ἂν οὖν μοι καὶ τὸν ἀποδεικτικὸν εἶναι φάσκοντα πρῶτον μὲν εἰπεῖν τὴν μέθοδον, ᾗ χρῆται πρὸς τὰς ἀποδείξεις, εἶθ’, ὅπως ἤσκηται κατ’ αὐτήν, ἐπιδείξασθαι.

2.3.18. νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἤ τινες ἄλλοι τοιοῦτοι τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἐστι συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἄλλοις ἐφ’ ὅσους διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι.

2.3.19. καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς ᾿Αντίπατρος ἔγραψε, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν πλοκήν, ὡς αὐτὸς ὁ Χρύσιππος ἔργῳ μαρτυρεῖ μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν.

2.3.20. ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν, οὐκέτι ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ περὶ τὸν Χρύσιππον οὔτε φαίνονται χρώμενοι·

2.3.21. ἀλλ’ ὅτι τὰς χεῖρας ἐπιφέρομεν τῷ θώρακι δεικνύντες ἡμᾶς αὐτοὺς ἢ τῇ κεφαλῇ κάτω νεύομεν, εἰ τὴν ἐγώ φθεγγόμεθα φωνήν, εἰς ἔνδειξιν τοῦ τὴν καρδίαν εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς οὐκ αἰδοῦνται γράφοντες, ὧν ἡ μὲν δεῖξις οὐδὲν μᾶλλον ἐν τῇ καρδίᾳ ἢ ἐν τῇ ῥινί τε καὶ τῷ μετώπῳ (καὶ γὰρ καὶ ταῦτα δείκνυται πολλάκις ὑπὸ τῶν ἀνθρώπων) ἐμφαίνει τὸ ἡγεμονοῦν εἶναι τῆς ψυχῆς, ἡ δὲ ἐπίνευσις οὐδὲν μᾶλλον ἐν τοῖς κατὰ τὸν θώρακα ἢ ἐν τοῖς κατὰ τὴν κεφαλήν.

2.3.22. ἡ δὲ ε φωνὴ πόσης ἀτοπίας ἔχεται, κατὰ τὸ δεύτερον ὑπέδειξα τῶν Ὑπὲρ ὀνομάτων ὀρθότητος.

2.3.23. εἴ τις οὖν καλῶς ἤσκηται τὰς διαφορὰς τῶν λημμάτων ἐξευρίσκειν τε καὶ γνωρίζειν, οὐ δεήσομαι πρὸς αὐτὸν ἀντιλογίας μακροτέρας, ὥσπερ οὐδὲ πρὸς τοὺς ἐκ τοῦ Περιπάτου.

2.3.24. κατὰ γὰρ τὰς ἰδίας αὐτῶν διδασκαλίας ὁ λόγος ἔσται μοι πρὸς αὐτοὺς ὑπὲρ τοῦ τὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἀρχὴν ἐν ἐγκεφάλῳ περιέχεσθαι, τῆς δὲ θυμοειδοῦς ἐν καρδίᾳ, τῆς δ’ ἐπιθυμητικῆς ἐν ἥπατι.

2.3.25. πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπιχειρημάτων ἐντεθραμμένους· ὥστε ἀναγκαῖον εἶναι μὴ μόνον διδάσκειν αὐτοὺς ὅσον χρηστὸν ἀλλὰ πολὺ πρότερον ἀποστῆσαι τοῦ μοχθηροῦ.

2.3.26. τοῦτο δὲ χαλεπῶς μὲν ἂν ἴσως, ἀνύσειν δ’ ἠλπίσαμεν, εἴ τις αὐτῶν ὑπέμεινε τῇ περὶ ἀποδείξεως πραγματείᾳ ἀκολουθήσας ἐπὶ πλέον ἐν αὐτῇ δοῦναί τε καὶ λαβεῖν λόγον ἐν εὐμενέσιν ἐλέγχοις.

2.3.27. ἐπεὶ δὲ οὐχ ὑπομένουσι μὲν τοῦτο, περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι πρὶν ὅπως χρὴ ζητεῖν καταστήσασθαι, τίς ἂν ἡμῖν ἐλπὶς ἔτι λείποιτο τοῦ μεταστῆσαι τοὺς ἀνθρώπους ἀφ’ ὧν ψευδῶς ὑπειλήφασιν;

2.4.1. ᾿Αλλ’ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ ψυχῇ διαστροφήν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον σκέμμα δεικνύναι πῶς μὲν ἄν τις ἐπιστημονικὰ λαμβάνοι λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν ταῦτα διακρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων, ἔτι τε πρὸς τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν οὐκ οὖσαν δὲ συνιστάντων λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπ’ αὐτοῦ τοῦ νῦν ἡμῖν προκειμένου σκέμματος.

2.4.2. ἥτις δὲ τούτων αὐτῶν ἐστι πρὸς ἄλληλα διαφορά, καθόσον οἷός τ’ εἰμί, σαφέστατα περὶ πάντων ἐρῶ.

2.4.3. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ, τοῦτ’ ἔστιν, εἰ κατάρχει πᾶσι τοῖς τοῦ ζῴου μορίοις αἰσθήσεώς τε ἅμα καὶ τῆς καθ’ ὁρμὴν κινήσεως, ἰστέον ὡς ὅσα μὲν ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν· ἔσται γὰρ αὐτῶν τὰ μὲν κατ’ αὐτὸ τὸ προκείμενόν τε καὶ ζητούμενον ἐπιστημονικά, τὰ δ’ ἄλλα πάντα γένους ἑτέρου δευτέρου παρακειμένου τοῖς ἐπιστημονικοῖς·

2.4.4. ὅσα δὲ ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν εἴτ’ οὖν ἰδιωτῶν εἴτε ποιητῶν εἴτε φιλοσόφων εἴτε ἐξ ἐτυμολογίας τινὸς εἴτε ἐκ νευμάτων, εἴτε ἐξ ἐπινευμάτων ἢ ἀνανευμάτων, εἴτε ἐξ ὁτουδήτινος ἑτέρου τοιούτου λαμβάνεται λήμματα, τοῦ τρίτου γένους ἔσται ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν, οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σο-φιστικῶν, ἅπερ ἐν ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως σχήμασι μάλιστα συνίσταται.

2.4.5. ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρχόντων ἁπάντων τῇ καρδίᾳ καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθ’ οὕτως καὶ κατὰ μέρος τε καὶ κατ’ εἶδος.

2.4.6. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις καὶ πηλικότης καὶ πλοκὴ καὶ διάπλασις καὶ διάθεσις καὶ κίνησις. ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον ἐπιδεικνύντας ὅσαι προτάσεις ἀπ’ αὐτῆς συνίστανται.

2.4.7. κεῖται δὲ ὡς πρὸς μὲν τὸν θώρακα μέση πως μᾶλλον· ἡ μὲν γὰρ βάσις αὐτῆς ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, ἡ κορυφὴ δὲ καὶ τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν ᾖ τὸ μέγεθος τῆς καρδίας.

2.4.8. ὡς δὲ πρὸς ὅλον τὸ ζῷον ἀνωτέρω τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον ὅσον ἀπέχει τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ μέσα. ἀλλὰ καὶ πρὸς τὴν φάρυγγα, δι’ ἧς ἀναπνέομεν, οὕτω πως ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται.

2.4.9. κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα μόρια σχιζομένη, ὅσοιπερ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί·μετὰ ταῦτα δὲ ἤδη καθ’ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται εἰς πολλὰ γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα.

2.4.10. τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον μερισθείσης ὅνπερ ἡ φλεβώδης ἀρτηρία.

2.4.11. καὶ μὲν δὴ καὶ πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην ὥστ’ ἔξωθεν ὑπ’ αὐτοῦ πανταχόθεν ἠμφιέσθαι.

2.4.12. τὰ μὲν οὖν τῆς θέσεως ὧδε ἔχει τῇ καρδίᾳ καὶ δύναιτ’ ἄν τις ἀπ’ αὐτῆς ἐπιχειρήματα ποιεῖσθαι τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα, διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει δυνάμεων αὐτῷ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ὅτι τὴν φωνὴν διὰ ταύτης ἐκπέμπει.

2.4.13. καὶ μὲν δὴ καὶ τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων αὐτῇ δύναιτ’ ἄν τινα κἀντεῦθεν ἐπιχειρήματα λαμβάνειν.

2.4.14. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι μέση τοῦ θώρακος, ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου λαβεῖν ὁ βουλόμενος ἐκ πάντων ἐπιχειρεῖν.

2.4.15. ἀλλ’ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανόν, ἔστ’ ἂν μηδέπω περαίνηται δι’ αὐτῶν ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζῴοις ἐστὶν ἡ καρδία. οὐ γὰρ ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζῴῳ κεῖσθαι τὸ πάντων ἀρχὴν ὑπάρχειν αὐτήν.

2.4.16. καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές ἐστι, τὸ μέσην ἐν τοῖς ζῴοις εἶναι τὴν καρδίαν· εἰ γὰρ ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅτι μέση τοῦ θώρακος ἡ καρδία, διὰ τοῦτ’ ἀρχὴ τοῦ ζῴου παντός.

2.4.17. οὐδὲ γὰρ ὅτι καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως ὁ ἐγκέφαλος ἵδρυται, διὰ τοῦτ’ ἐξ ἀνάγκης ἡ τῆς ψυχῆς ἀρχὴ κατ’ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὐδ’ εἴ γε καὶ τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ’ ἐν ἀνθρώποις εἶναι τὴν κεφαλὴν καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ λογισμοῦ.

2.4.18. καὶ γὰρ τὰ τοιαῦτα πάντα καίπερ ὄντα πολὺ [μὲν] πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ καθάπερ οὐδὲ ὅτι τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν.

2.4.19. εἰ μὲν γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα· τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μο-χθηρόν. οὕτω γάρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀρχὴν τῆς φωνῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτ’ ἐστὶ τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς ὁ λάρυγξ ἐστίν.

2.4.20. εἰ γοῦν κατωτέρω τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν, οὐκέτ’ ἀκούσῃ φωνοῦντος τοῦ ζῴου, καίτοι γ’ ἀναπνέον ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος εἴη τὸ οὕτω τρωθέν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί τι.

2.4.21. προθυμηθήσεται μὲν γάρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ πνεῦμα κατὰ τὰς ἐκπνοάς, οὐ μὴν σὺν ψόφῳ γέ τινι καὶ ἀθρόως.

2.4.22. ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς ἅμα τοῖς κατ’ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ ζῷον, ἐντεινομένους σφοδρῶς.

2.4.23. τούτους μέν γε καὶ πρὸ τοῦ τρωθῆναι [τὴν τραχεῖαν ἀρτηρίαν] τὴν φάρυγγα σαφῶς ἐστιν ἰδεῖν τεινομένους, ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλ’ ἐπί γε τετρωμένῃ τῇ φάρυγγι πονοῦσιν μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς.

2.4.24. ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς ἐκπνοῆς, ὅτι μετὰ ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται τὸ πνεῦμα.

2.4.25. διττὸν οὖν ἁμαρτάνεται κἀνταῦθα ἁμάρτημα τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν, ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ οὐδὲ ἀπὸ ταύτης ὡς χρή.

2.4.26. τείνονται μὲν γὰρ οἵ τε κατὰ τὸν θώρακα μύες ἅπαντες οἵ τε κατ’ ἐπιγάστριον, ἐπειδὰν θελήσῃ φωνῆσαι τὸ ζῷον, εἰς τάσιν δή τινα καὶ κίνησιν ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν ἐν τούτῳ νεωτέραν ἐπικτωμένης ἐνέργειαν· οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον πνεῦμα πρὶν ὑπὸ τοῦ λάρυγγος ῥυθμισθῆναι φωνῆς ἔχει ἰδέαν, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ἐκφυσήσεως μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ Περὶ φωνῆς πραγματείᾳ.

 

2.4.27. πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων οἷον ὑπὸ πλήκτρων τινῶν ἡ ἐκφύσησις αὕτη φωνὴ γίνεται.

2.4.28. σύγκειται δὲ ὁ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ μυῶν πολλῶν κινουμένων. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως ἢ τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ μὲν ἐν ταῖς περὶ τούτων πραγματείαις οἰκείαις ἀκριβῶς εἴρηται· τοῖς δὲ ἀπὸ τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν τῶν τοιούτων γιγνώσκεται.

2.4.29. κἄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες ἐξ ἐγκεφάλου γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους ἡμᾶς ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς ἅπερ ἐπαγγελλόμεθα λόγῳ ταῦτα ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δ’ οὐδὲν ἄλλο ἔχουσι λέγειν ἢ διότι πλησίον ἐστὶν ἡ καρδία τῆς φάρυγγος, διὰ τοῦτ’ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν.

2.4.30. αἱροῦνται γάρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κἂν αὕτη μὲν ἀπάγῃ πρὸς τὸ ζητούμενον, ἡ δὲ λεία τε καὶ ταχεῖα σφάλλῃ τἀληθοῦς. οὐδ’ ἔστιν ὅστις ἐμοί ποθ’ ὑπέμεινε δεικνύντι τοὺς μῦς ἅπαντας ὑφ’ ὧν ἡ ἀναπνοή τε γίγνεται καὶ φωνή.

2.4.31. καίτοι γ’ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως, ἀλλ’ ἡ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ μύες ὄργανά τινα κινοῦσιν ὑφ’ ὧν ἀναπνοή τε καὶ φωνὴ γίγνεται, δέονται δ’ αὐτοὶ πάλιν ὅπως κινηθῶσι τῶν ἀπ’ ἐγκεφάλου νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις εἴτε τέμοις, ἀκίνητον μὲν αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζῴου τὸ μέλος, ὃ πρότερον ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον.

2.4.32. ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω μαθησόμενος ἐναργῶς ἐπ’ αὐτῶν τῶν ζῴων, εἰ μόνον ἔχοι τὰς αἰσθήσεις ἀπηρώτους, ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφ’ ἑτέρων δὲ τὴν μετὰ βίας·

2.4.33. ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν, βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις ἐπιτελουμένην, ἐφ’ ἧς εὐθέως ὄψει συνεξαιρόμενα καὶ τὰ κατὰ τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ κατὰ τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικράν, ὑφ’ ἑτέρων δὲ τὴν βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν.

2.4.34. ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ὑποδείξομέν σοι τὸ τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας αὐτὸν μῦς καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου καθήκοντα καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον οὐ φωνῆς, ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως ἂν ὀνομάζειν ἐθελήσῃς, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι καὶ τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου.

2.4.35. καὶ δὴ καὶ ζῷα πλείω παρασκευάσαντες ἄλλην κατ’ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν ἐπιδείξομεν ἀπολλυμένην ἐφ’ ἑκάστου τῶν ἀπ’ ἐγκεφάλου νεύρων τεμνομένου.

2.4.36. τάχ’ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον καὶ τοὺς κινοῦντας μῦς οἵτινές τέ εἰσι καὶ πόσοι τὸν ἀριθμὸν ἥντινά τε θέσιν ἔχουσι καὶ πηλίκοι τὸ μέγεθος ὑπάρχουσι καὶ τίνα δέχονται νεῦρα καὶ πόσα καὶ πηλίκα καὶ κατὰ τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνοντα τίς τε τοῖς ὑπ’ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς κινήσεως.

2.4.37. ἐγὼ δὲ καὶ πρόσθεν εἶπον ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν γράφειν οὐκ ἐπαινῶ, ἀλλ’ εἴπερ ὄντως ἐστί τις φιλομαθής, ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας, πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως, ἔνθα δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα καὶ κατὰ μὲν τὰς διαστολὰς διαστελλόμενον ἕλκειν τὸν ἔξωθεν ἀέρα καὶ τοῦτ’ εἶναι τὴν εἰσπνοήν, κατὰ δὲ τὰς συστολὰς συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε τὴν φάρυγγα καὶ τὸ στόμα καὶ διὰ τούτων ἐκπέμπειν ἔξω καὶ τοῦτ’ εἶναι τὴν ἐκπνοήν.

2.4.38. ἑτέραν δ’ ἔχει πραγματείαν ἐφεξῆς τῇδε Περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἔνθα καὶ τοὺς μῦς ἅπαντας ἐδήλωσα καὶ τὰ πρὸς αὐτῶν ὄργανα κινούμενα καὶ τὰ νεῦρα τὰ τοῖς μυσὶ τὴν ἐξ ἐγκεφάλου παρέχοντα δύναμιν τὴν ψυχικήν.

2.4.39. εἶτ’ αὖθις ἄλλην ἑξῆς ταῖσδε Περὶ τῆς φωνῆς ἔχει πραγματείαν ὑπέρ τε τῶν <τῆς φωνῆς ὀργάνων γεγραμμένην καὶ τῶν> ταῦτα κινούντων μυῶν ἔτι τε τῶν εἰς τούτους καθηκόντων ἐξ ἐγκεφάλου νεύρων.

2.4.40. εἰς δέ γε τὰ παρόντα καὶ τοῦτ’ ἀρκεῖ μοι μόνον εἰπεῖν, ὡς εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο κἄπειθ’ ἑαυτῷ τὸ κατὰ τὴν φάρυγγα συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν κεφαλήν, ἔτι δὲ μᾶλλον οὐκ ἂν ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον ἢ τρωσάντων ἄχρι κοιλίας ἢ διατεμόντων τὸν νωτιαῖον μυελόν.

2.4.41. τὸ μὲν γὰρ τῆς τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ φάρυγγα προσαγορεύομεν, ἢ τοῦ πνεύμονος ἢ τῆς καρδίας αὐτῆς βλαβείσης ἀπόλλυσθαι τὴν φωνὴν οὐδὲν ἂν <ἦν> οἶμαι θαυμαστόν, εἴπερ ἐκ τῆς καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιφθέντος ἤ τινος τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδενὸς αὐτῶν ἡ τῆς φωνῆς γένεσις προσδεῖται.

2.4.42. καὶ μὴν ἔμπαλιν ἔχει τὸ φαινόμενον οὗ δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ γυμνωθείσης, ὡς κἀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι, καὶ κρατῶν καὶ θλίβων καὶ θλῶν οὔτε ἄπνουν οὔτε ἄφωνον οὔτε ἄλλην τινὰ τῶν καθ’ ὁρμὴν ἐνεργειῶν ἐμποδιζόμενον ὄψει τὸ ζῷον· ἐγκέφαλον δὲ γυμνώσας τῶν ὀστῶν <καὶ τρώσας> ἢ θλίψας ἡντινοῦν αὐτοῦ κοιλίαν οὐκ ἄφωνον μόνον οὐδ’ ἄπνουν εὐθύς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ἐργάσῃ τὸ ζῷον.

2.4.43. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐ χρὴ συντιτράναι τοῦ θώρακος οὐδετέραν κοιλότητα γυμνοῦντας τὴν καρδίαν.

2.4.44. εἰ γὰρ δὴ τούτου τύχοι τις, οὐ μόνον ἢ θλίβειν ἢ θλᾶν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βουληθεὶς δυνήσεται κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν οὐκ ἀτυχήσει τῆς χειρουργίας.

2.4.45. γίγνεται μὲν οὖν τοῦτο καὶ κατὰ πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας καὶ φαίνεται τὰ ζῷα τῆς καρδίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης οὐκ ἀναπνέοντα μόνον ἢ κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα, μέχρι περ ἂν ὑπὸ τῆς αἱμορραγίας ἀποθάνῃ.

2.4.46. τάχιστα δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα τεττάρων μεγίστων ἀγγείων διασπωμένων, ἀλλ’ ἄχριπερ ἂν ἔτι ζῇ, καὶ ἀναπνεῖ καὶ φωνεῖ καὶ τρέχει.

2.4.47. τοὺς δέ γε κατὰ τὸν πρῶτον σπόνδυλον ὁσημέραι διατεμνομένους ταύρους τὴν ἔκφυσιν τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδ’ ἐπ’ ἐλάχιστον προβῆναι, συναπόλλυται δ’ αὐτοῖς ἅμα τῇ τομῇ καὶ ἡ ἀναπνοὴ καὶ ἡ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν ἐστιν ἡ ἀρχή.

2.4.48. τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις· οὐ γὰρ δὴ καὶ ταύταις γε παρ’ ἐγκεφάλου τὸ σφύζειν ἐστὶν ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ.

2.4.49. ὡς γὰρ αἱ κινήσεις ἑτέρου γένους εἰσίν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς ἑτέρας, ἀλλ’ ἔστιν οὕτως ἥ τε καρδία πηγὴ τῆς κατὰ τοὺς σφυγμοὺς κινήσεως ὅ τ’ ἐγκέφαλος τῆς κατὰ προαίρεσιν οὐδ’ ἔστιν οὐδεὶς λόγος ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν εἶναι τῶν κατὰ τὸ ζῷον ἐνερ-γειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων εἶναι πολλῶν οὔθ’ ὡς μὴ οὐχ οὕτως φαινομένων ἐπιδείξει.

2.4.50. ἀλλὰ περὶ μὲν τούτου κἀν τοῖς ἑξῆς ἐπὶ πλέον αὐτοῖς διαλέξομαι. νυνὶ δ’ ἐφ’ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι, πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως μήτε τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν.

2.4.51. δι’ ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπ’ ἐκείνης γε τὴν ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δ’ ἐστὶν ὑπό του γίγνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον ἰδίᾳ καθ’ ἑαυτὸ περὶ χρείας ἀναπνοῆς.

2.5.1. Οἱ δ’ ἡγούμενοι φωνὴν ἢ ἀναπνοὴν ὑπὸ τῆς καρδίας ἐπιτελεῖσθαι πρὸς τῆς κατὰ τὴν θέσιν ἐγγύτητος ἠπατήθησαν οὐκ εἰδότες ὡς οὐ πάντως εἴ τι πλησίον ἐστὶ μόριον ἐνεργείας ἡστινοσοῦν, ἐξ ἀνάγκης τοῦτο καὶ ἀρχὴ τῆς ἐνεργείας ἐστίν.

2.5.2. οὐδὲ γὰρ ὅσοι τὸν ἐγκέφαλον ὑπολαμβάνουσιν ἀρχὴν εἶναι τῆς κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας αἰσθήσεως ὅτι πλησίον αὐτῶν ἐστιν, ὀρθῶς ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἡ θέσις ἔσφαλ<λ>ε, μᾶλλον δὲ οὐχ ἡ θέσις ἀλλ’ ἡ περὶ τῆς θέσεως δόξα.

2.5.3. πάντως γὰρ δήπου τοιούτῳ τινὶ προσχρήσονται κατὰ τὰς ἀποδείξεις ἀξιώματι· πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον ἐστὶν ἡ ἀρχή.

2.5.4. τούτου γὰρ ὑποτεθέντος ὡς ἀληθοῦς, εἶτ’ ἐκ τοῦ φαίνεσθαι προσληφθέντος ὡς ἐγκεφάλου ψαύει τὰ ὦτα, περαίνοιτ’ ἂν ἤδη τὸ καὶ τὴν ἀρχὴν αὐτοῖς τῆς ἐνεργείας ἐντεῦθεν ὑπάρχειν.

216Древнегреческий текст приводится по изданию: Galeni De placitis Hippocratis et Platonis / Ed., comm. Ph. De Lacy. Editio tertia. Berlin, 2005 (CMG V 4,1,2). P. 102–167.
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30 
Рейтинг@Mail.ru