bannerbannerbanner
полная версияСочинения. Том 3

Гален
Сочинения. Том 3

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ[237]

3.1.1. ῞Οτι μὲν ἀναγκαῖόν ἐστιν οὐ φιλοσόφοις μόνον ἀλλὰ καὶ ἰατροῖς ὅσοι γε μὴ ἀλογίστως ἅπτονται τῆς τέχνης, ἐσκέφθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ὁπόσαι τέ εἰσι κατὰ γένος ὁποία τέ τις ἑκάστη κατ’ εἶδος ἐν τίνι τε μάλιστα τοῦ ζῴου μορίῳ καθίδρυται, διὰ τοῦ πρώτου δέδεικται λόγου,

3.1.2. ὅτι δ’ οἱ κάλλιστα περὶ αὐτῶν ἀποφηνάμενοι Πλάτων τε καὶ ῾Ιπποκράτης εἰσίν, ἐρρέθη μὲν οὐκ ὀλίγα καὶ διὰ τοῦ πρώτου βιβλίου, τελεώτατα δὲ ἐπεξῆλθον τῷ λόγῳ κατὰ τὸ δεύτερον γράμμα τὰς διαφορὰς ἁπάντων τῶν λημμάτων ἐκθέμενος οἷς ἐχρήσαντο περὶ τοῦ προκειμένου δόγματος οἱ ἐπιφανέστατοι τῶν φιλοσόφων.

3.1.3. ἀναγκαῖον δέ μοι δοκεῖ καὶ νῦν ἔτι περὶ αὐτῶν ἀναμνήσαντι περαίνειν οὕτω τὸν ὑπόλοιπον λόγον.

3.1.4. τέτταρας ἔλεγον εἶναι τὰς πάσας διαφορὰς τῶν λημμάτων˙ ἔνια μὲν γὰρ αὐτῶν ἀπὸ τῶν ὑπαρχόντων τῷ μορίῳ λαμβάνεσθαι κατὰ τὴν τοῦ προβλήματος οὐσίαν, ἔνια δὲ ἀπὸ τῶν ὑπαρχόντων μὲν οὐ μὴν κατὰ τὸ προβεβλημένον τε καὶ ζητούμενον, ἕτερα δὲ ἀπὸ τῶν ἔξωθεν μαρτύρων, πρὸς τούτοις δὲ καὶ τέταρτον τὸ [ἀπὸ] τῶν σοφιστικῶν λημμάτων τοῖς τῆς λέξεως σχήμασι πρὸς ἀμφιβολίαν πεπανουργημένων.

3.1.5. οὐκ ὀλίγα δὲ ἔγραψα παραδείγματα ἀφ’ ὧν ἕκαστον τῶν λημμάτων ἐφευρίσκεται γένος, αὐτὰ τὰ ῥήματα τῶν χρωμένων αὐτοῖς προτιθέμενος.

3.1.6. καὶ δὴ τοὺς λόγους αὐτῶν ἀνατρέπων ἱκανῶς βέλτιον ἐγνώκειν ἐν αὐτῷ τῷ τρίτῳ γράμματι τόν τ’ ἀριθμὸν καὶ τὰς οὐσίας τῶν ἀρετῶν διδάσκειν˙ κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπέρχεταί μοι τῶν ἀρετῶν μνημονεύσαντι [τὸ] λέγειν τὸν ἀριθμὸν καὶ τὰς διαφορὰς τῶν συμβεβηκότων˙

3.1.7. καί<τοι> τίς γε τῶν ἐπιφανεστάτων σοφιστῶν μοι φήσας ὡς οὐ δυνατὸν ἀνατρέπειν ὅσαπερ ὁ Χρύσιππος ἔγραψεν περὶ τοῦ τὴν καρδίαν μόνην ἐν τῷ σώματι τοῦ ζῴου ἀρχὴν εἶναι τοῦ ἡγεμονικοῦ, κατὰ τοῦτο τὸ τρίτον ὑπόμνημα ἐπεξελθεῖν με τῷ λόγῳ τά γ’ ἐλλείποντα παρεβίασεν.

3.1.8. ἴσως μὲν οὖν τοῦτο αἴτιον αὐτὸ γενήσεται τοῦ ἐπαίνου, ἐπεί τοι οἱ μνημονεύοντες τῶν εἰρημένων ἐν τῷ δευτέρῳ λόγῳ γινώσκουσιν ἡμᾶς τὸ ἰσχυρόν τε καὶ γενναῖον ὧν ὁ Χρύσιππος εἶπεν ἀνατρέποντας ἐάσαντάς τε τὸ ἀσθενέστατον ἐπιδεικνύειν αὐτοῦ τὰ σφάλματα.

3.1.9. λέγω δὴ ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὐτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δὴ δεικνύναι πειρᾶται τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι οὑτωσὶ λέγει˙

3.1.10. “ἡ ψυχὴ πνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντὶ τῷ σώματι διῆκον ἔστ’ ἂν ἡ τῆς ζωῆς εὔπνοια παρῇ ἐν τῷ σώματι.

3.1.11. ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένων μορίῳ τὸ διῆκον αὐτῶν εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνὴν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν, τὸ δ’ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὅλην τὴν σάρκα ἁφὴν καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον, σπερματικόν, εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν.

3.1.12. οὕτω δὲ ἐχόντων αὐτῶν τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτό, οἱ δὲ περὶ τὴν κεφαλήν.

3.1.13. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς.

3.1.14. Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσας εἶναι τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν.

3.1.15. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτ’ αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν, οὔτε [τῶ] τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο˙ οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις.”

3.1.16. αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν.

3.1.17. κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι.

3.1.18. τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίκαιον ἀγάσασθαι˙ σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρυσίππῳ.

3.1.19. καὶ γὰρ ὅτι Πλάτων τρία μέρη τῆς ψυχῆς ἐτίθετο καὶ ἅτινα ταῦτα εἴρηκε καὶ καθ’ οὕστινας τόπους ἐν τοῖς ζῴοις καθιδρυμένα καὶ ὅτι λόγῳ χρὴ διασκέψασθαι περὶ τοῦ δόγματος ἐκφυγόντος τὰς αἰσθήσεις.

3.1.20. τὰ δ’ ἐφεξῆς οὐκέθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν ὑπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτὰ κἀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν, οὐκ ἐκ πιθανῶν ἐπιχειρημάτων οἵοις ἔθος ἐστὶ χρῆσθαι σοφισταῖς τε καὶ ῥήτορσιν, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀποδεικτικῶν, ἃ δὴ μεταχειρίζεσθαι πρέπει φιλοσόφοις ἀνδράσιν ἀλήθειαν σπουδάζουσιν.

3.1.21. ἆρ’ οὖν οὕτως ὁ Χρύσιππος ἔπραξεν, ἢ πᾶν τοὐναντίον ἐπελάθετο μὲν ὡς μηδὲ προειρηκὼς ὅλως τι περὶ τῆς τοῦ Πλάτωνος δόξης, ἄρχεται δ’ ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων ὃ κατὰ μαρτύρων δόξαν ἢ πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος φύσιν ἄξιον πιστεύεσθαι;

3.1.22. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ὧδέ πως ἔχουσαν˙ “περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων.”

3.1.23. κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτ’ ἐπιφέρων φησί˙ “καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ.”

3.1.24. εἶτ’ ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν ἐπιχειρημάτων αὐτῶν ὧδέ πως γράφει κατὰ λέξιν˙

3.1.25. “κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὑτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ˙ <ὡσανεὶ γὰρ> ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας γίγνεσθαι ἡμῖν ἐμφάσεις.”

3.1.26. ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ Χρυσίππου πάνθ’ ἅμα συγχέοντός τε καὶ συνταράττοντος.

3.1.27. εἰρηκώς τε γὰρ ὀλίγον ἔμπροσθεν ὡς ὁ Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτ’ ἀφ’ ὧν κινηθεὶς ἐπὶ τοῦθ’ ἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς δὲ καὶ τὸ διαβαλεῖν αὐτά, κατασκευάζειν εὐθὺς ἄρχεται τὰ δο-κοῦντα αὑτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων μνημονεύων δι’ οὗ δείκνυται τὸ θυμοειδὲς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον.

3.1.28. οὐ γὰρ δὴ ἐξ ἄλλων πραγμάτων φαινομένων ἢ ἐξ ὧν εἴρηκεν ὁ Χρύσιππος νῦν ἐναργέστερον ἄν τις ἀποδείξειεν ἐκ θώρακός τε καὶ καρδίας ὁρμᾶσθαι τὸν θυμόν.

3.1.29. “ὡσανεὶ γάρ,” φησίν, “ἀναθυμιωμένου τοῦ θυμοῦ ἐκ τῆς καρδίας καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος, τὸ πρόσωπόν τε καὶ τὰς χεῖρας γίγνεσθαι ἐμφάσεις.”

3.1.30. ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν ἔοικεν ὁ Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν καρδίαν ἐν τοῖς θυμοῖς, ᾗ ζέσει τό τε διαφυσᾶσθαι τὸ πρόσωπον ἕπεται καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι τὸ σῶμα καὶ σφοδρῶς πηδᾶν τὴν καρδίαν σὺν ταῖς κατὰ τὸ ζῷον ἁπάσαις ἀρτηρίαις.

3.1.31. ἆρ’ οὖν ὁ Πλάτων ἕτερόν τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ˙ “τὴν δὲ δὴ καρδίαν ἅμ<μ>α τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο ἐπήκοον.”

3.1.32. ἔτι δὲ τούτοις ἐφεξῆς καὶ τάδε γράφει. “τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσοδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες ὅτι [οἷα] διὰ πυρός γε ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γίγνεσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν.”

3.1.33. ὥστε ὦ φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ τὸ πρόσωπον ἐμφυσᾶν λέγῃς τὸν θυμόν.

3.2.1. Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούμενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου μηδ’ ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν ὧν ἐφεξῆς γράφεις ὡδί˙

 
3.2.2. “ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρῶν ἐν[ὶ] στήθεσσιν ἀέξεται ἠΰτε καπνός.”
 

καὶ πάλιν

 
“ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῆρ’ ἄνω.”
 

καὶ πάλιν

 
“πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.”
 

3.2.3. καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειραθῆναι γοῦν [ἐπιχειρῆσαι] δεῖξαι καθ’ ἓν τοῦτο τὸ μόριον εἶναι τό τε θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον.

3.2.4. ὁ δέ γε τουτὶ μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δ’ αὐτῷ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων.

3.2.5. εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει˙ “τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι καὶ νὴ Δία καὶ τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσον τούτοις ἐστὶ παραπλήσιον.”

3.2.6. οὐδὲν γὰρ ἀναγκαῖον ἔνθα τὰ πάθη καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ’ ὑπάρχειν, ὡς, εἴ γε τοῦτ’ ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον λήψεται.

 

3.2.7. Πλάτωνος μὲν γὰρ λέγοντος οὐκ ἐκ ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν, Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα, προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν προσθεῖναι θατέρῳ μὲν αὐτῶν ἀπόδειξιν, θατέρῳ δ’ ἔλεγχόν τινα.

3.2.8. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ ὁ Χρύσιππος ἐποίησεν, ὡς ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχει, τοσούτου δεῖ φιλοσόφῳ προσήκειν ὥστ’ οὐδ’ οἱ ῥήτορες οὐδ’ οἱ σοφισταὶ πράττουσιν αὐτό˙ πειρῶνται γοῦν κἀκεῖνοι πίστεσί τισι πιθαναῖς χρῆσθαι.

3.2.9. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς οὔτε ῥήτορσιν οὔτε διαλεκτικοῖς οὔτ’ ἀποδεικτικοῖς οὐδ’ ὅλως οὐδενὶ τῶν πάντων προσήκει.

3.2.10. κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ τὸν Χρύσιππον οὕτω πειραθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα δεικνύντων ὀργὴν καὶ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος καὶ θάρσος καὶ καρτερίαν ὅσα τ’ ἄλλα τοιαῦτα τὰ μὲν ἐνεργείας τινὰς εἶναι, τὰ δὲ παθήματα τῆς καρδίας.

3.2.11. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ ῾Ομήρου συνειλεγμένα;

 
“κραδίη δέ οἱ ἔνδον ὑλάκτει.”
 

καὶ

 
“στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ˙
˝τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.˝”
 

καὶ

 
“ὣς πυκίν’ ἐν στήθεσσιν ἀναστενάχιζ’ ᾿Αγαμέμνων
νειόθεν ἐκ κραδίης, περὶ γὰρ δίε νηυσὶν ᾿Αχαιῶν.”
 

καὶ

 
“ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.”
 

καὶ

 
“῞Ηρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.”
 

καὶ

 
“ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ
ἐν στήθεσσιν ἑοῖσιν.”
 

3.2.12. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικόν, ἀλλὰ τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ οἶμαι κἀν τοῖσδε˙

 
“καὶ χόλος ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός.”
 

καὶ

 
“καρδίῃ ἄλ<λ>ηκτον πολεμίζειν ἠδὲ μάχεσθαι.”
 

3.2.13. καὶ πρὸς τούτοις ἔτι

 
“καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.”
 

καὶ

 
“δύη ἄχος κραδίην Λαερτιάδεω ᾿Οδυσῆος.”
 

καὶ

 
“ἐν δ’ ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε.”
 

καὶ

 
“αὐτὰρ ᾿Αχιλλεὺς
δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν.”
 

καὶ

 
“σοὶ δ’ ἄλληκτόν τε κακόν τε θυμὸν ἐνὶ στήθεσσι θεοὶ
θέσαν εἵνεκα κούρης.”
 

καὶ

 
“ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.”
 

καὶ

 
“πρῆσεν ἐνὶ στήθεσσιν ἐρισθενέος Διὸς ἀλκὴν γνώμεναι.
γνώμεναι.”
 

3.2.14. καὶ πρὸς τούτοις ἔτι

 
“καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.”
 

καὶ

 
“σεῖσ’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
ἐν[ὶ] στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσαθ’ ἕκαστος.”
 

καὶ

 
“Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ.”
 

καὶ

 
“οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ.”
 

καὶ

 
“ὦ γέρον, εἴθ’, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν,
ὥς τοι γούναθ’ ἕποιτο.”
 

3.2.15. καὶ

 
“οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός.”
 

καὶ

 
“σὸν δὲ φίλον κῆρ
τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο.”
 

καὶ

 
“ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε”
 

καὶ

 
“Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν.”
 

καὶ

 
“ὣς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ”
 

[καὶ]

 
“τῷ δὲ μάλ’ ἐν πείσῃ κραδίη μένε τετληυῖα.”
 

3.2.16. πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι, πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν.

3.2.17. ἀλλ’ ἐξ ῾Ομήρου μὲν ἱκανὰ καὶ ταῦτα˙ τῶν δ’ ἐξ ῾Ησιόδου παραγραφέντων ὑπὸ Χρυσίππου παμπόλλων καὶ αὐτῶν ὄντων ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμάτων ἕνεκα˙

 
“τοῦ γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.”
 

καὶ

 
“οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέ’ ἔχουσα.”
 

καὶ

 
“πάντων ἐν[ὶ] στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.”
 

3.2.18. ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον. δέον γὰρ ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους ποιητὰς καὶ γιγνώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοὺς μαρτυροῦντας ἄλλοτε κατ’ ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν ῾Ομηρικῶν μελετῶν, ἐκλέγειν μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα καὶ πᾶν ἐνίοτε κατασκευάζοντα τοὐναντίον˙ ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων μέμνηται.

3.2.19. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’ ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ποιητὴς ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα˙

 
“καὶ τότε δὴ στηθέων ᾿Αθάμα φρένας ἐξέλετο Ζεύς.”
 

καὶ

 
“ἔγνως, ᾿Εννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν.”
 

καὶ

 
“αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.”
 

καὶ

 
“οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.”
 

3.2.20. ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, δι’ ὧν ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θάτερον ὀλίγον, ἐν οἷς τὸ λογιζόμενον ἐν τῇ καρδίᾳ τις, ὅσον ἐπὶ τοῖς ποιηταῖς, ἐπιδεῖξαι δυνήσεται.

3.3.1. Ταῦτ’ οὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον, εἴπερ ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν ἀγῶνα.

3.3.2. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς <ἂν> γίγνοιτο˙ πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα˙ τῷ δ’ ὅπερ ὁ Χρύσιππος σπουδάζει κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα[ι] ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε˙

 
“στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ˙
˝τέτλαθι δὴ κραδίη˙ καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.˝”
 

3.3.3. ταυτὶ γὰρ ῞Ομηρος ἐποίησε τὸν ᾿Οδυσσέα λέγοντα πρὸς ἑαυτὸν ἡνίκ’ ἐφ’ οἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν αὐτοῦ θερμὸν ἔμελλέ τε νικήσας ὁ θυμὸς τὸν λογισμὸν ἐπ’ ἄκαιρον κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν.

3.3.4. ὃν γὰρ ἱππεὺς πρὸς ἵππον ἢ κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν, τοῦτον ὁ λογισμὸς πρὸς θυμόν.

3.3.5. ἄρχειν μὲν γὰρ ἐν ἅπασι καὶ κρατεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς μὲν ἵππου, κυνηγέτης δὲ κυνός, λογισμὸς δὲ θυμοῦ, συμβαίνει δ’ οὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν, ἀλλ’ ἵππος μὲν ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀρρωστίᾳ δυνάμεως ἢ ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς δὲ ἰσχυρὸς [καὶ] ἐπὶ τιμωρίαν ἄκαιρον ἐξορμήσας σφοδρότερον ἔστιν ὅτε συνεπεσπάσατο λογισμὸν ἄρρωστον ἢ ἀμαθῆ.

3.3.6. εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει πάντως ὅ τε λογισμὸς τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος τοῦ ἵππου˙ εἰ δ’ ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι τὸ χεῖρον, ὥσπερ [γὰρ] ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ, παρ’ ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις.

3.3.7. ῞Ομηρος δὲ δὴ τοῦτ’ αὐτὸ ἐπιδεῖξαι βουλόμενος ῞Εκτορα μὲν καὶ ᾿Αχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ δουλεύοντας ὑποτίθεται νεανίσκους˙ ᾿Οδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἱσχυρῶς ὡς μηδ’ ἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμόν, ἔστιν ὅτε δ’ ὁρμῶντα μέν, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κἀν τοῖσδε τοῖς ἔπεσιν ᾿Οδυσσέα πεποίηκεν˙

3.3.8. ἅπαντα δ’ ἐφεξῆς αὐτὰ παραγράψω˙

 
“ἔνθ’ ᾿Οδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
κεῖτ’ ἐγρηγορόων˙ ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες
ἤϊσαν, αἳ μνηστῆρσιν ἐμι<σ>γέσκοντο πάροιθεν,
ἀλλήλοισι γέλω[τά] τε καὶ εὐφροσύνην παρέχουσαι.
τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει
[ἀγαζομένου κακὰ ἔργα].
 
 
3.3.9. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσ<σ>ι βεβῶσα
ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι,
ὥς ῥα τοῦ ἔνδον ὑλάκτει <ἀγαζομένου κακὰ ἔργα·>
στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ·
˝τέτλαθι δή, κραδίη˙ καὶ κύντερον ἄλλο ποτ’ ἔτλης
ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
ἰφθίμους ἑτάρους, σὺ δ’ ἐτόλμας, ὄφρα σε μῆτις
ἐξάγαγ’ ἐξ ἄντροιο οἰόμενον θανέεσθαι.˝
ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ.”
 

3.3.10. εἰ μὴ σαφῶς ἐν τούτοις ῞Ομηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἐν ἀνδρὶ φρονίμῳ καὶ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτόν, οὐδ’ ἄλλ’ οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειε μανθάνειν τοῦ ποιητοῦ.

3.3.11. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν ᾿Οδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος.

3.3.12. ἐπεὶ δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρόν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς αὑτόν˙ “καρτέρει κατὰ τὸ παρόν, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπος, ὁρῶσα τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους.”

3.3.13. ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ Πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν.

3.3.14. ᾔδει μὲν γὰρ ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ’ ὤκνει τε καὶ ἀνεβάλλετο καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον.

3.3.15. αὖθις δ’ αὐτὴν ὁ θυμὸς ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’ αὖθις ἀνθεῖλκεν ὁ θυμός, εἶτ’ αὖθις ὁ λογισμός.

3.3.16. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη, ὡς συνεχώρησε τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν˙

 
“καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.”
 

3.3.17. μανθάνει μὲν δήπου τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναί φησιν αὐτοῦ τὸν θυμὸν καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως ἔμπαλιν ᾿Οδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν ἐπισχόντι.

3.3.18. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ˙ ῾Ελλήνων δὲ καὶ πεπαιδευμένων, οἷόν περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν ᾿Οδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ.

3.3.19. πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστίν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι, καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει˙

3.3.20. πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον ὡς ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός, ὁρᾶται δ’ ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις καὶ ἀνθρώπων τοῖς θηριώδεσιν˙

 

3.3.21. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ’ ᾿Οδυσσέως μὲν ὁ λογισμός— ἐπὶ Μηδείας δ’ ὁ θυμός—, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς ἢ εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές.

3.3.22. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς ὅμως οὐκ ὀκνεῖ τῶν ᾿Οδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν ἐναργῶς καταβαλ<λ>όντων τὴν δόξαν αὐτοῦ.

3.3.23. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν;

3.3.24. ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι μαρτυρούντων ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν.

3.3.25. ὥσπερ γὰρ ἐξ ῾Ομήρου καὶ ῾Ησιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτως ἐξ ᾿Ορφέως καὶ ᾿Εμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλ<λ>ων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα˙

 
“αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.”
 

3.3.26. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμόν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν.

3.3.27. οὐδὲν γάρ, ὡς οἴεται, τῶν ἀλόγων ζῴων οὔτε τὸ θυμοειδὲς οὔτε τὸ ἐπιθυμητικὸν οὔτε τὸ λογιστικὸν ἔχει ἀλλ’ ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνάργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί.

3.3.28. Τυρταῖος δέ γε, καθάπερ οὖν καὶ ῞Ομηρος καὶ ῾Ησίοδος καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἱ ποιηταί, σφοδρότατον ἔχειν φησὶ τοὺς λέοντας τὸν θυμόν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκάζουσι λέοντι˙ καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν,

3.3.29. [οὕτως] οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι. καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ.

3.3.30. τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾶν θέμενος ὑπ’ αὐτῶν ὧν ἐπικαλεῖται προ[παρα]δίδοται.

3.4.1. Καὶ γὰρ οὖν ὅταν εἴπῃ διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρός, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις ὡς γνωρίζειν ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας ἐπειδὰν σκώπτωσιν οὐκ ἔχειν ἐγκέφαλόν φασι, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν.

3.4.2. ἐξελέγχεται τοίνυν κἀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύρων ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμοειδές.

3.4.3. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ[ν] ἀκάρδιον ᾗτινι διανοίᾳ λέγουσιν οἱ πολλοί, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸν ἄσπλαγχνον˙ ἔχει δὲ ἡ ῥῆσις ὧδε˙

3.4.4. “παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν.”

3.4.5. ἡ μὲν ῥῆσις αὕτη˙ χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτως γὰρ μόνως οἶμαι πεισθήσεσθαι τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τό “λαβὲ μηδὲν καὶ κράτει καλῶς.”

3.4.6. ἔγωγ’ οὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθι τοῦτ’ ἀκριβούμενον εἶδον οὕτως ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν.

3.4.7. αἴνιγμα γάρ ἐστιν ὁ λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός ἐστιν ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν.

3.4.8. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον, καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ˙

3.4.9. τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπ’ αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων. βούλεται γὰρ οἶμαι παρατρέχειν αὐτὸ διὰ ταχέων, ἀλλ<ως> ὑπομένων ἐξελέγχεσθαι.

3.4.10. καί μοι δοκεῖ, καθάπερ ἐν τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα καὶ μὴ παρεληλυθέναι τελέως αὐτό, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως μανθάνομεν.

3.4.11. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ τὸ ἄσπλαγχνον καὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν˙ ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τ’ ἐστὶ καὶ κύριον.

3.4.12. οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν ἀλλ’ ἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτό, τῶν ἐσωτερικῶν ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς ἀντιλέγουσι πρὶν γνῶναι τὸ λεγόμενον˙ οἱ δὲ καὶ λοιδοροῦντες σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους.

3.4.13. καίτοι τά γ’ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς, ἀλλ’ ὅταν ὡς εἶπον ἐπί τι τοιοῦτον ἀφίκωνται μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως θ’ ἅμα καὶ <ἀ>σαφῶς παρατρέχουσιν, οἱ δ’ ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς ἤπερ ὁμολογοῦντες νενικῆσθαι.

3.4.14. ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφ’ ὧν ἐπικαλοῦνται μαρτύρων˙ ὅθεν δ’ ἀπελείπομεν ἐκεῖσε πάλιν ἐπανέλθωμεν.

3.4.15. ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν ῾Ομηρικῶν καὶ ῾Ησιοδείων καὶ Στησιχορείων ᾿Εμπεδοκλείων τε καὶ ᾿Ορφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας καὶ παρὰ Τυρταίου καὶ τῶν ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα [μὴ] συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα), ταῦτα κατὰ λέξιν ἐπιφέρει˙

3.4.16. “ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι.”

3.4.17. καλῶς εἶπες ὦ Χρύσιππε ταῦτα, κάλλιον δ’ ἦν εἰ μὴ μόνον εἶπες ἀλλὰ καὶ παντάπασιν ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν.

3.4.18. τί γὰρ ἂν εἴη γραωδέστερον ἢ ἀδολεσχότερον ἢ γραμματιστῇ πρεπωδέστερον ἢ πόρρω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως προσηκούσης ἀνδρὶ φιλοσόφῳ τοῦ μνημονεύσαντα κατ’ ἀρχὰς εὐθὺς τοῦ Πλάτωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ ἀπορρῖψαι παντάπασιν οὐδ’ ὡς ὑπὸ τῶν μετ’ αὐτὸν κατεσκεύασται προ<σ>γράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν, ἐφ’ ᾗ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς ἐμπεδῶσαι τὸ ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον καὶ τί λέγουσιν αἱ γυναῖκες γράφειν, οὐδ’ οὖν οὐδὲ ἐν αὐτοῖς οἷς καλεῖ μάρτυσιν εὐτυχοῦντα;

3.4.19. καὶ γὰρ οἱ ποιηταὶ κατ’ αὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν οὐκ ἔγραψε ποιητὴς ἐπιθυμεῖν τε καὶ θυμοῦσθαι πολλὰ τῶν ζῴων ἀνθρώπου σφοδρότερον;

3.4.20. τίς δ’ ἰδιώτης οὐχ οὕτω χρῆται τοῖς ὀνόμασιν ὡς τὸ Πλάτωνος βούλεται δόγμα, τὸν μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευόμενος ἐπειδὰν εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγελῶν δὲ τοῖς ἀνόητον εἰποῦσί τι, κενεγκεφάλους καὶ ἀσυνέτους ὀνομάζων αὐτούς, ἑτέρους δ’ ἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀπο-καλῶν τοὺς μὴ ἐλεοῦντας μηδένα μήτε φιλοῦντας μήθ’ ὅλως φροντίζοντας ἢ ἐπαινούντων ἢ ψεγόντων ἢ ἀδικούντων ἢ ὠφελούντων, ἀλλ’ ὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας;

3.4.21. οὓς γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν, ἀσπλάγχνους ὀνομάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους, ἀνεγκεφάλους δὲ τοὺς ἄφρονας.

3.4.22. ἐπεὶ δ’ ἐστὶ καὶ τρίτον τι σπλάγχνον τὸ ἧπαρ ἐν ᾧ τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς, καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν κινήσεων εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ὁ ἄνθρωπος, εἴη ἂν καὶ ὁ κατὰ τοῦτ’ ἀναίσθητος, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς δύο, καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος ὀρθῶς ὀνομαζόμενος.

3.4.23. ὁ δ’ ἐναντίος αὐτῷ μεγαλόσπλαγχνος λέγεται, καθάπερ ὁ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην μὲν γὰρ προτίθεται τὴν γυναῖκα καὶ θυμ[ητ]ικωτάτην ἅμα καὶ λογίσασθαι δεινήν.

3.4.24. ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ τῆς ψυχῆς εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται, τὰ περὶ τὸν ἔρωτα τοῦ ᾿Ιάσονος, ὑφ’ οὗ νικηθεῖσα προὔδωκεν ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀνθρώπῳ ξένῳ˙ τοῦ δὲ θυμικοῦ τῆς σφοδρότητος οἷα περ<ὶ> τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα˙

3.4.25. τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, ὑποτίθεται γὰρ κἀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν, οὐ σμικρὰ σημεῖα <τὰ> πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται καταστέλλουσα καὶ πείθουσα τὸν θυμὸν ἀποχωρεῖν ἔργων ἀνοσίων.

3.4.26. ὥστ’ εὐλόγως ἐπ’ αὐτῆς ὁ Εὐριπίδης εἶπε˙

 
“τί ποτ’ ἐργάσεται
μεγαλόσπλαγχνος, δυσκατάπαυστος
ψυχὴ δηχθεῖσα κακοῖσι;”
 

3.4.27. αὕτη μὲν οὖν μεγαλόσπλαγχνος˙ ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος ᾧ φαῦλα καὶ μικρὰ καὶ βραδυκίνητα καὶ δυσκίνητα τὰ τρία τῆς ψυχῆς μόρια.

3.4.28. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι˙ λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων ὡς οὐκ ἐνδέχεταί τινα διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης ἀδολεσχίας.

3.4.29. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ τῆς Χρυσίππου προαχθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνάς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων.

3.4.30. οὐχ ὅπως γὰρ Εὐριπίδης ἢ Τυρταῖος ἤ τις ἄλλος ποιητὴς ἢ καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρίς, ἀλλ’ οὐδ’ αὐτὸς ὁ πάντων ἰατρῶν ὁμολογουμένως ἄριστος ῾Ιπποκράτης, ὥσπερ οὐδὲ ὁ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων.

237Древнегреческий текст приводится по изданию: Galeni De placitis Hippocratis et Platonis / Ed., comm. Ph. De Lacy. Editio tertia. Berlin, 2005 (CMG V 4,1,2). P. 168–232.
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30 
Рейтинг@Mail.ru