bannerbannerbanner
полная версияСочинения. Том 3

Гален
Сочинения. Том 3

5.2.37. τὰ δὲ μόρια ταῦτα κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικόν· ὥστε σώζεσθαι τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν ὁμοιότητα τῆς ψυχῆς πρὸς τὸ σῶμα.

5.2.38. συμφωνοῦντα μὲν γὰρ ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν τῆς ψυχῆς ἀπεργάζεται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα τὴν νόσον.

5.2.39. ἔστι γὰρ ἡ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον ἢ ὡς μικρὸν ἔμπροσθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς τὴν ἔννοιαν· ἡ τοῦ φύσει συγγενοῦς ἔκ τινος <διαφορᾶς> διαφ<θ>ορά· οὕτως γὰρ ἐν Σοφιστῇ Πλάτων ὡρίσατο.

5.2.40. ὅτι δ’ ἀνωτάτω τ’ ἐστὶν ἡ ἀπόδειξις ἥδε καὶ πάσας τὰς κατὰ μέρος νόσους ἀκριβῶς ἐπιλαμβάνει, τάς τε τῆς ψυχῆς ἡμῶν καὶ τὰς τοῦ σώματος καὶ τὰς ἐν τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, ἤδη δὲ κἀν ταῖς πόλεσιν ὅλαις, οὐ χαλεπὸν καταμαθεῖν.

5.2.41. οὕτω γὰρ οἶμαι καὶ τὰς στασιαζούσας πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυταῖς λέγομεν, ὡς ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς φύσει συγγενῶν.

5.2.42. αὕτη μὲν ἡ γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ’ ἁπλουστάτων μορίων ἡ πρὸς ἄλληλα στάσις ἧττον ταύτης ἐστὶ γενική, καὶ ταύτης ἔθ’ ἧττον ἐπειδὰν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀμετρία τις εἶναι λέγηται. σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ ἡ τοῦ λογιστικοῦ στάσις οὐδενὸς τῶν ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος.

5.2.43. ὁ δὲ Χρύσιππος ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν· πρῶτον μὲν ὅτι διαφέρεται πρὸς αὑτὸν ἐν μὲν τῷ Περὶ παθῶν Ἠθικῷ συνωνύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ νόσον τῇ κατὰ τὸ σῶμα, διὰ δὲ τοῦ πρώτου τῶν Λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ· ἔπειθ’ ὅτι μηδ’ ὅπερ [ἀληθῶς] ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν καὶ ἠθικὸν ἐπιγραφόμενον βιβλίον ἠδυνήθη δεῖξαι.

5.2.44. τί δ’ ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς ἡ πρὸς ἄλληλα συμμετρία <τε καὶ ἀσυμμετρία> καθ’ ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν.

5.2.45. πάντα γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ’ ἓν ὑποθέμενος γίγνεσθαι τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι τίνων μέν ἐστι μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία.

5.2.46. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως ἀπορεῖ δεικνύναι ποίων μὲν τῆς ψυχῆς μερῶν ἡ συμμετρία κάλλος ἐστί, ποίων δὲ ἀμετρία αἶσχος.

5.2.47. καίτοι γράφει γ’ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί· “διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν ἢ ἀμετρίαν τοιῶνδέ τινων μερῶν.”

5.2.48. ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς ἢ καλὴν ἢ αἰσχρὰν αὐτὴν εἶναι λεκτέον ἐστὶ καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ· τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς μόρια μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ καὶ τὴν ὑγίειαν αὐτῆς καὶ τὴν νόσον καὶ τὸ κάλλος καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν.

5.2.49. ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· “ἔστι δὲ τῆς ψυχῆς μέρη δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε καὶ ἡ ἐν αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον ἔχον <οὕτως> ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς.”

5.2.50. ποίους οἰκείους μερισμούς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων.

5.2.51. ἀλλ’ οὔτ’ ἐνταῦθα προσέγραψας οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρεῖς τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ καὶ μηκύνεις τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς.

5.2.52. ἐπειδὴ τοίνυν σὺ παρέδραμες εἴθ’ ἑκὼν εἴτ’ ἄκων τὸν λόγον— οὐ γὰρ ἔχω συμβαλεῖν—, ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ τῆς ἀληθείας αὐτοῦ τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥήσεως ποιησάμενος ἐχούσης ὧδε·

5.3.1. “ἔστι δέ γε τῆς ψυχῆς μέρη δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν”· ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου γεγραμμένων ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα.

5.3.2. ἀλλ’ εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρῶτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν ἀλλὰ λόγου ταῦτ’ εἶναι μόρια φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ· οὐ γὰρ δήπου ταὐτόν ἐστι ψυχὴ καὶ λόγος.

5.3.3. ἄλλως τε καὶ διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν· οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ ἐν αὐτῇ συνιστάμενον.

5.3.4. ἔπειτα δ’ εἰ καὶ τοῦτό τις ἐάσειεν ἀνέλεγκτον, ἀλλά τοι τάς γ’ ἐννοίας καὶ προλήψεις οὐ μόρια τῆς ψυχῆς εἶναι λεκτέον ἀλλ’ ἐνεργείας τινάς.

5.3.5. οὐδὲν δ’ ἐκ τῶν οἰκείων ἐνεργειῶν σύγκειται, οὔτε οὖν ὁ ὀφθαλμὸς οὔτε τὸ οὖς οὔτε χεὶρ οὔτε σκέλος οὔτ’ ἄλλο τῶν πάντων οὐδέν· ἀλλ’ εἰσὶν ἐνέργειαι μὲν ὀφθαλμοῦ αἱ τῶν χρωμάτων ἑκάστου διαγνώσεις, λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ καὶ φαιοῦ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ γε καὶ ὠτὸς αὖ αἱ τῶν φωνῶν, ὀξείας καὶ βαρείας καὶ μεγάλης καὶ μικρᾶς καὶ λείας καὶ τραχείας, οὐ μὴν τά γε μόρια ταῦτ’ ἐστὶν οὔτ’ ὠτὸς οὔτ’ ὀφθαλμοῦ.

5.3.6. ἀλλ’ οἶσθα δήπου καὶ σὺ σαφῶς ὡς κερατοειδής τέ τίς ἐστι χιτὼν καὶ ῥαγοειδὴς ἕτερος καὶ ἔτι κρυσταλ<λ>οειδές τε καὶ ὑαλοειδὲς ὑγρὸν ἕτερά τε τοιαῦτα μόρια τῶν ὀφθαλμῶν ὥσπερ γε καὶ ὠτὸς ὀστᾶ καὶ χόνδροι καὶ νεῦρα καὶ ὑμένες ὅσα τε ἄλλα τοιαῦτα.

5.3.7. μὴ τοίνυν μηδὲ ἐπὶ τῆς ψυχῆς σύγχει τὰ μόρια ταῖς ἐνεργείαις. αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προ[σ]λήψεις ἐνέργειαι, <μόρια δὲ> τῆς ψυχῆς, ὡς αὐτὸς σὺ δι’ ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα καὶ τὸ ὀπτικὸν ἔτι τε πρὸς τούτοις φωνητικόν τε καὶ γεννητικὸν καὶ πρὸ πάντων αὐτῶν τὸ ἡγεμονικόν, ἐν ᾧ καὶ τὸν λόγον ἔφης συνίστασθαι, καθ’ ὃ δὴ καὶ μάλιστα μόριον [δὴ] τῆς ψυχῆς αἶσχος καὶ κάλλος ἐγγίνεσθαι λέγεις αὐτῇ.

5.3.8. τοῦτ’ οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα καὶ καταστάσεις, δι’ ὅλων ἀλλήλοις κεκραμ[μ]ένα, τὸ ψυχρὸν καὶ θερμόν, εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τῶν οὐσιῶν ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε καὶ πῦρ· οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων ἐν οἷς διαιτᾶται.

5.3.9. ἀλλὰ θαυμάζοιμ’ ἂν εἰ τὴν τούτων συμμετρίαν ὑγίειαν ἢ κάλλος εἶναι βουλήσῃ τοῦ ἡγεμονικοῦ. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τὴν ὑγίειαν ἐν τούτοις τίθεσθαι προσῆκεν, ὡς ἡγεμονικοῦ δὲ ψυχῆς οὐκέτ’ ἐν τούτοις οὐδὲ κατ’ αὐτὸν σέ.

5.3.10. διέφθαρται τοίνυν ἡμῖν ὅλον τὸ παράδειγμα καὶ ἡ τῆς συνωνυμίας ἐπαγγελία παντάπασιν οἴχεται μὴ δυνηθεῖσιν ἐπιδεῖξαι τὸν αὐτὸν τρόπον ἐν τῷ τῆς ψυχῆς ἡγεμονικῷ νόσον ἢ ὑγίειαν ἢ κάλλος ἢ αἶσχος συνιστάμενα καθάπερ ἐν ὅλῳ τῷ σώματι.

5.3.11. καίτοι τοῦτό γ’ ὑπέσχου πρότερον ὀρθῶς γινώσκων καὶ φυλάττων τὴν ἔννοιαν ἁπάντων τῶν εἰρημένων, οὐ μὴν ἀκολουθῆσαί γε μέχρι παντὸς ἠδυνήθης οὐδ’ ἐξηγήσω τὴν ἀναλογίαν τε καὶ ὁμοιότητα τῶν κατὰ τὴν ψυχὴν ἐγγιγνομένων τοῖς κατὰ τὸ σῶμα.

5.3.12. αὖθις οὖν ἀναλήψομαι τὸν λόγον ἵνα δή τι πέρας ἱκανὸν νῦν ἀπολάβῃ. τῆς νόσου τὴν ἔννοιαν ἐν μὲν τῷ πρώτῳ περὶ παθῶν συνέχεεν ὁ Χρύσιππος ἀνάλογον ἔχειν φάμενος τὴν ἐν τῇ ψυχῇ νόσον τῇ τοῦ σώματος καταστάσει, καθ’ ἣν εὐεμπτώτως εἰς πυρετοὺς ἢ διαρροίας ἤ τι τοιοῦτον ἔχει·

5.3.13. κατὰ μέντοι τὸ θεραπευτικὸν ἐφυλάξατο μὲν τὴν ἔννοιαν τῆς νόσου τῆς πρὸς ἑαυτὸν οὐδὲν φροντίσας ἐναντιολογίας, ἐξηγήσασθαι δ’ ὡς ὑπέσχετο τὴν ἐν τῇ ψυχῇ νόσον ἅμα τοῖς ἄλλοις οἷς ἀνάλογον ὑπάρχειν αὐτῇ φησι πρὸς τὸ σῶμα παντάπασιν ἠδυνάτησε, μετὰ τοῦ καὶ συγχεῖν εἰς ταὐτὸν τήν θ’ ὑγίειαν τῆς ψυχῆς καὶ τὸ κάλλος.

5.3.14. ἐπὶ μὲν γὰρ τοῦ σώματος ἀκριβῶς αὐτὰ διωρίσατο τὴν μὲν ὑγίειαν ἐν τῇ τῶν στοιχείων συμμετρίᾳ θέμενος, τὸ δὲ κάλλος ἐν τῇ τῶν μορίων.

5.3.15. ἐδήλωσε γὰρ σαφῶς τοῦτο διὰ τῆς προγεγραμμένης ὀλίγον ἔμπροσθεν ῥήσεως ἐν ᾗ τὴν μὲν ὑγίειαν τοῦ σώματος ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς συμμετρίαν εἶναί φησιν, ἅπερ δὴ στοιχεῖα δηλονότι τῶν σωμάτων ἐστί, τὸ δὲ κάλλος οὐκ ἐν τῇ τῶν στοιχείων ἀλλ’ ἐν τῇ τῶν μορίων συμμετρίᾳ συνίστασθαι νομίζει, δακτύλου πρὸς δάκτυλον δηλονότι καὶ συμπάντων αὐτῶν πρός τε μετακάρπιον καὶ καρπὸν καὶ τούτων πρὸς πῆχυν καὶ πήχεως πρὸς βραχίονα καὶ πάντων πρὸς πάντα, καθάπερ ἐν τῷ Πολυκλείτου κανόνι γέγραπται.

5.3.16. πάσας γὰρ ἐκδιδάξας ἡμᾶς ἐν ἐκείνῳ τῷ συγγράμματι τὰς συμμετρίας τοῦ σώματος ὁ Πολύκλειτος ἔργῳ τὸν λόγον ἐβεβαίωσε δημιουργήσας ἀνδριάντα κατὰ τὰ τοῦ λόγου προστάγματα καὶ καλέσας δὴ καὶ αὐτὸν τὸν ἀνδριάντα, καθάπερ καὶ τὸ σύγγραμμα, κανόνα.

5.3.17. τὸ μὲν δὴ κάλλος τοῦ σώματος ἐν τῇ τῶν μορίων συμμετρίᾳ κατὰ πάντας ἰατροὺς καὶ φιλοσόφους ἐστίν, ἡ δ’ ὑγίεια τῶν στοιχείων αὖ πάλιν, ἅττα ποτ’ ἂν ᾖ, πρὸς ἄλληλά ἐστι συμμετρία.

5.3.18. εἴτε γὰρ ἐξ ὄγκων καὶ πόρων ὡς ᾿Ασκληπιάδης ὑπέθετο τὰ τῶν ζῴων σύγκειται σώματα, συμμετρία τούτων ἐστὶν ἡ ὑγίεια· εἴτ’ ἐξ ἀτόμων ὡς ᾿Επίκουρος εἴτ’ ἐξ ὁμοιομερῶν ὡς ᾿Αναξαγόρας εἴτ’ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καθάπερ ὅ τε Χρύσιππος δοξάζει καὶ πάντες οἱ Στωϊκοὶ καὶ πρὸ αὐτῶν ᾿Αριστοτέλης καὶ Θεόφραστος καὶ πρὸ τούτων ἔτι Πλάτων καὶ ῾Ιπποκράτης, ἡ τῶν στοιχείων κατὰ πάντα<ς> συμμετρία τὴν ὑγίειαν ἐργάζεται.

5.3.19. εἰ τοίνυν ἐθέλοι τις ἅπασαν τὴν ἀναλογίαν τῶν κατὰ τὸ σῶμα τοῖς κατὰ τὴν ψυχὴν διασώζειν, ὡς ὑπέσχετο Χρύσιππος, ἐπιδεῖξαι χρὴ τοῦτον ἔκ τινων ἁπλῶν ὡσανεὶ στοιχείων συγκειμένην τὴν ὅλην ψυχὴν ἵνα ἐν τῇ τούτων πρὸς ἄλληλα συμμετρίᾳ τὴν ὑγίειαν καὶ τὴν νόσον αὐτῆς εὕρῃ γιγνομένην, ὅπερ ὁ Πλάτων ἐποίησε.

5.3.20. Χρύσιππος δ’ οὔτε ταύτην ἠδυνήθη τὴν ὁμοιότητα διδάξαι καίτοι ὑποσχόμενος οὔτε τὴν τοῦ κάλλους τῆς ψυχῆς, ἀλλὰ εἰς ταὐτὸν συνέχεεν ὑγιείᾳ τὸ κάλλος.

5.3.21. κατὰ γὰρ τοὺς οἰκείους τοῦ λόγου μερισμοὺς καλὴν ἢ αἰσχρὰν ἔφησε γίγνεσθαι ψυχήν, ὑγιαίνουσα δ’ ἢ νοσοῦσα πῶς ἂν γένοιτο παρέλιπεν εἰς ταὐτόν, οἶμαι, συγχέων ἄμφω καὶ μὴ δυνάμενος ἀκριβῶς τε καὶ ὡρισμένως ὑπὲρ αὐτῶν ἀποφήνασθαι, καθάπερ ὁ Πλάτων ἐποίησεν ἐν ἄλλοις τέ τισι καὶ τῷ Σοφιστῇ, τὴν μὲν τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλα στάσιν ἀποφηνάμενος εἶναι νόσον ψυχῆς, τὰς δὲ παραφόρους τε καὶ ἀμέτρους κινήσεις αὐτῆς, τουτέστι τὰς ἐνεργείας τὰς καθ’ ὁρμήν, αἶσχος, ὥσπερ γε τὴν μὲν συμφωνίαν τε καὶ συμμετρίαν πρὸς ἄλληλα τῶν μορίων αὐτῆς ὑγίειαν, τὴν δὲ συμμετρίαν τῶν κινήσεων [τὸ] κάλλος.

 

5.3.22. ὥσπερ γὰρ τὸ σῶμα τὸ καλὸν ἐν τῇ συμμετρίᾳ τῶν μορίων τὴν γένεσιν ἴσχει, κατὰ τὸν αὐτὸν τρόπον ἐνέργεια καλὴ διὰ τὴν τῶν κατὰ μέρος κινήσεων γίγνεται συμμετρίαν.

5.3.23. οὕτω γοῦν καὶ ὀρχεῖσθαι καὶ παγκρατιάζειν καὶ παλαίειν καὶ βαδίζειν εὐσχημόνως καὶ καλῶς λέγονταί τινες, ἕτεροι δ’ ἀσχημόνως τε καὶ αἰσχρῶς. ἐν μὲν <γὰρ> τῇ συμμετρίᾳ τῶν κατὰ μέρος κινήσεων τὸ κάλλος τῶν ἐνεργειῶν ἐστι γνώριμον, κατὰ δὲ τὰς ἀμετρίας τὸ αἶσχος.

5.3.24. ἔχουσι δὲ καὶ αἱ τοῦ Πλάτωνος ῥήσεις ἐκ τοῦ Σοφιστοῦ τόνδε τὸν τρόπον· “—δύο μὲν εἴδη κακίας περὶ ψυχῆς ῥητέον. —ποῖα; —τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’ οἷον αἶσχος ἐγγιγνόμενον. —οὐκ ἔμαθον. —νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας; —οὐδ’ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.

5.3.25. —πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφορᾶς διαφ<θ>οράν; —οὐδέν. —ἀλλ’ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ὂν γένος; —οὐδαμῶς ἄλλο.”

5.3.26. οὕτως μὲν ἐν τῷ καθόλου περὶ νόσου τε καὶ αἴσχους ὁποῖόν τι τὴν φύσιν ἑκάτερον αὐτῶν ἐστιν ἐδίδαξεν ἡμᾶς ὁ Πλάτων. καὶ ὅπως ἐγγίγνονται ταῖς ψυχαῖς ἐφεξῆς διδάσκων, περὶ μὲν τῆς νόσου ταῦτα γράφει·

5.3.27. “—τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα; —καὶ σφόδρα γε. —ξυγγενῆ γε μὴν ἐξ ἀνάγκης ξύμπαντα γέγονε. —πῶς γὰρ οὔ; – στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.”

5.3.28. εἶτ’ ἐφεξῆς ὅπως αἶσχος ἐγγίνεται ψυχαῖς διεξιών φησι· “—τί δ’; ὅσα κινήσεως μετέχοντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ’ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνεται καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; —δῆλον ὡς ὑπὸ ἀμετρίας. —ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν. —σφόδρα γε.

5.3.29. —τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ ἀλήθειαν ὁρμωμένης ψυχῆς παραφόρου συνέσεως γιγνομένης οὐδὲν ἄλλο ἢ παραφροσύνη. —πάνυ μὲν οὖν. —ψυχὴν ἄρ’ ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.”

5.3.30. οὕτω μὲν ἐν τῷ Σοφιστῇ Πλάτων ἀπεφήνατο καὶ καθόλου καὶ κατὰ μέρος ὑπὲρ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου, καθόλου μὲν ὑπογράψας τὴν ἔννοιαν αὐτῶν, κατὰ μέρος δὲ ὅπως ἐγγίγνεται ταῖς ψυχαῖς διδάξας.

5.3.31. τὰς δ’ ἄλλας αὐτοῦ ῥήσεις οὐκ ὀλίγας οὔσας ἐν πολλοῖς τῶν συγγραμμάτων ἐν οἷς ὑπὲρ ὑγιείας τε καὶ κάλλους αἴσχους τε καὶ νόσου διῆλθεν οὔ μοι δοκεῖ νῦν εἶναι παρατίθεσθαι καιρός· ἀλλ’ ἐπειδὰν ὑπὲρ ὑγιείας τε καὶ νόσων ὁ λόγος ἡμῖν περαίνηται δεικνύουσιν ὡσαύτως ῾Ιπποκράτει τὸν Πλάτωνα γιγνώσκειν ὑπὲρ αὐτῶν, ἐπὶ πλέον ἐν ἐκείνοις τῶν τοιούτων μνημονεύσω ῥήσεων.

5.4.1. Νυνὶ δέ, οὔτε γὰρ ἁπλῶς περὶ κάλλους ἢ ὑγιείας ἢ αἴσχους ἢ νοσημάτων ὁ λόγος οὔτε περὶ μόνων τῶν τοῦ σώματος ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ἐξ ἀρχῆς ἡμῖν προὔκειτο, παραλείψω μὲν τἆλλα, τὸ προκείμενον δ’ αὐτὸ μόνον ἀναλήψομαι.

5.4.2. πρόκειται δὲ δεικνύειν ὡς οὔτε καθ’ ἓν μόριον τῆς ψυχῆς οὔτε κατὰ μίαν αὐτῆς δύναμιν αἵ τε κρίσεις γίγνονται καὶ τὰ πάθη συνίσταται, καθάπερ ὁ Χρύσιππος ἔφασκεν, ἀλλὰ καὶ δυνάμεις πλείους αὐτῆς εἰσιν ἑτερογενεῖς καὶ μόρια πλείω.

5.4.3. τὸ μὲν δὴ τὰς δυνάμεις τῆς ψυχῆς τρεῖς εἶναι τὸν ἀριθμόν, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ Ποσειδώνιος ὁμολογεῖ καὶ ᾿Αριστοτέλης· τὸ δὲ καὶ τοῖς τόποις αὐτὰς ἀλλήλων κεχωρίσθαι καὶ τὴν ψυχὴν ἡμῶν μὴ μόνον ἔχειν ἐν ἑαυτῇ δυνάμεις πολλάς, ἀλλὰ καὶ σύνθετον ἐκ μορίων ὑπάρχειν ἑτερογενῶν τε καὶ διαφερόντων ταῖς οὐσίαις ῾Ιπποκράτους ἐστὶ καὶ Πλάτωνος δόγμα.

5.4.4. καί μοι πολλὰ μὲν ἤδη περὶ τῆς ἀληθείας αὐτοῦ διὰ τῶν ἔμπροσθεν εἴρηται, πολλὰ δ’ ἐν τοῖς ἐφεξῆς εἰρήσεται.

5.4.5. νυνὶ δ’ ἐπὶ τὸν Χρύσιππον αὖθις ἐπάνειμι μήτε τὰς εἰρημένας δυνάμεις ὁμολογοῦντα κατὰ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν, ἀλλὰ πᾶσαν ἐνέργειάν τε καὶ πάθος ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι φάσκοντα, μήθ’ ὅπως ἰᾶσθαι χρὴ τὰ πάθη γενόμενα μήθ’ ὅπως κωλῦσαι γενέσθαι διδάσκοντα.

5.4.6. διηνέχθη μὲν οὖν καὶ περὶ τούτου πρὸς ἑαυτόν, ὥσπερ καὶ περὶ παμπόλλων ἑτέρων, ἐν μὲν τῷ προτέρῳ Περὶ ψυχῆς τιθέμενος εἶναι ταύτας δυνάμεις τῆς ψυχῆς ἃς ἐν τῷ πρὸ τούτου γράμματι παραθέμενος αὐτοῦ τὰς ῥήσεις ἐπέδειξα, κατὰ δὲ τὰ περὶ τῶν παθῶν βιβλία κρίσεις τινὰς ὑπάρχειν τὰ πάθη τοῦ λογιστικοῦ τῆς ψυχῆς ἀποφηνάμενος.

5.4.7. ἀλλ’ ἡμεῖς ἃ μὲν ἀληθῶς εἶπε μαρτύρια τῶν ῾Ιπποκράτους τε καὶ Πλάτωνος δογμάτων οὐ τὰ τυχόντα νομίζομεν ὑπάρχειν, εἰρημένα γε πρὸς ἀνδρὸς οὐ συνετοῦ μόνον ἀλλὰ καὶ σπεύδοντος ἅπαντι τρόπῳ τὸ παλαιὸν δόγμα διαβαλεῖν. ἡ γὰρ παρὰ τῶν τοιούτων μαρτυρία καταναγκαζομένων ὑπὸ τῆς ἀληθείας εἴωθε γίγνεσθαι.

5.4.8. μεταβάντες δὲ πάλιν ἐφ’ ἕτερα τῶν ὑπ’ αὐτοῦ γεγραμμένων εἰς τὸ προκείμενον ἐπιδείξομεν ὅπως καὶ τούτων ἔνια μὲν οἷς αὐτὸς εἶπεν οὐ συμφωνεῖ, ἔνια δ’ αὖ τοῖς ἐναργέσι μάχεται, τινὰ δὲ κατ’ ἄμφω πεπλημμέληται.

5.4.9. καὶ πρῶτόν γε πάλιν ἀναλαβὼν εἰς ὅπερ ἐτελεύτησεν ὁ προγεγραμμένος μοι λόγος, ὡς ὑγίεια καὶ νόσος αἶσχός τε καὶ κάλλος ψυχῆς ἐν τοῖς μέρεσι γίγνεται αὐτῆς καὶ ὡς τὰ μέρη ταῦτα ἔννοιαί τε καὶ προλήψεις εἰσί, συγχωρήσω μὲν αὐτῷ τήν γε πρώτην· ὅτι μὲν γὰρ ὅλως οὐ χρὴ κατὰ τὰς ἐνεργείας τίθεσθαι νόσον ἢ ὑγίειαν ἀλλ’ αἶσχος ἢ κάλλος μόνον, εἴρηταί μοι πρόσθεν.

5.4.10. ὅτι δ’ οὐδ’ εἴ τις οὕτω συγχωρήσειε τὰ γοῦν ἑξῆς ὀρθῶς εἴρηται, νῦν ἐπιδεῖξαι πειράσομαι. εἴπερ γὰρ ἐν τῷ μάχεσθαι δύο κρίσεις ἀλλήλαις ἡ τῶν παθῶν ἐστι γένεσις, ἀνάγκη τῶν δύο τούτων κρίσεων ἤτοι τὴν ἑτέραν μὲν ὑπάρχειν ἀληθῆ, τὴν ἑτέραν δὲ ψευδῆ, ἢ ἀμφοτέρας ψευδεῖς, εἴ τις καὶ τοῦτο συγχωρήσειεν, ἔχει γάρ τινα ζήτησιν λογικήν.

5.4.11. εἴτε δὲ ἀμφοτέρας ψευδεῖς εἴτε τὴν ἑτέραν αὐτῶν ἀληθῆ φαίημεν ὑπάρχειν, οὐδαμῶς ἡ μάχη τῶν κρίσεων ἔσται τὸ πάθος.

5.4.12. ἀλλ’ εἰ μὲν ἰσάζοιέν πως ἀλλήλαις αἱ κρίσεις ὡς πρὸς πίστιν, ἐπέχειν ἀναγκαῖον ἡμᾶς ἔσται περὶ τῆς τοῦ πράγματος ὑπάρξεως, εἰ δ’ ἡ ἑτέρα φαίνοιτο μακρῷ πιστοτέρα, συγκατατίθεσθαι μὲν καὶ πράττειν γέ τι κατὰ τὴν συγκατάθεσιν, οὐκ ἀπερισκέπτως δέ, καθάπερ εἰ καί τις τὴν ἡδονὴν ἀγαθὸν οἰόμενος ὑπάρχειν ἔχοι τι βραχὺ περιέλκον εἰς τοὐναντίον ἢ εἰ μόνον τὸ καλὸν ἀγαθὸν ὑπολαμβάνων ὅμως ἔτι καὶ αὐτὸς ἀντισπῶσαν ἑτέραν ὑπόληψιν ἔχοι πρὸς τὸ μὴ διατεταμένως πιστεύειν ἢ εἰ καθάπερ ὁ Πύρρων, ἀμφοτέρας ὁμοτίμως τιθέμενος ἐπέχοι περὶ τῆς ἀποφάσεώς τε καὶ συγκαταθέσεως.

5.4.13. ἐν οὐδενὶ γὰρ τῶν τοιούτων συνίσταται τὸ πάθος, ὥσπερ καὶ αὐτὸς ὁ Χρύσιππος ἐναργῶς ἐδήλωσε δι’ ὧν ἐν τῷ πρὸ τούτου γράμματι παρεθέμην ῥήσεων, ἐν αἷς φησιν

5.4.14. “οὐχὶ <εἰ> διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον”, ὅσα τ’ ἄλλα τοιαῦτα προσέγραψε, συνίστα-σθαι τὸ πάθος, ἀλλ’ ὅταν ἀπειθὴς ἡ ὁρμὴ γίγνηται τῷ λόγῳ, ὥστε κἀνταῦθα πάλιν ἐναντιολογίαν τινὰ εὑρίσκεσθαι τοῦ Χρυσίππου πρὸς ἑαυτόν, εἴπερ ἀποχωρίσας τὸ πάθος τῶν διημαρτημένων κρίσεων αὖθις ἐν τῇ τῶν κρίσεων πρὸς ἀλλήλας <ἀν>ομολογίᾳ τά τε νοσήματα τῆς ψυχῆς καὶ τὰ πάθη συνίστασθαι λέγει.

5.4.15. μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδ’ ὅτι τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν, ὡς καὶ ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δ’ ὁ Χρύσιππος.

5.4.16. ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι τολμήσας, ἀλλ’ ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται γράμματι, μήτ’ ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος, οὗτος οὐκ ἄν, οἶμαι, δύναιτο τὴν θεραπείαν αὐτῶν ποιήσασθαι κατὰ τρόπον.

5.4.17. ἀλλ’ ὅπερ εἶπον ἤδη καὶ πρόσθεν, εἴ τις ἐξελέγχοι τὰ τέσσαρα τοῦ Χρυσίππου βιβλία, πολὺ πλεόνων αὐτῷ δεήσει συγγραμμάτων.

5.5.1. ῞Οσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην ἡμῖν πραγματείαν ἐστί, ταῦτα ἐπέλθωμεν μόνα καὶ πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παιδίων διοικήσεως.

5.5.2. οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπιτροπεύεσθαι δυνατὸν εἰπεῖν, οὐ γὰρ ἔχουσιν ἤδη τὸν λόγον, οὔθ’ ὡς οὐ θυμοῦταί τε καὶ λυπεῖται καὶ ἥδεται καὶ γελᾷ καὶ κλαίει καὶ τοιαῦθ’ ἕτερα πάθη πάσχει μυρία. πολὺ γὰρ δὴ καὶ πλείω καὶ σφοδρότερα τὰ πάθη τοῖς παιδίοις ἐστὶν ἢ τοῖς τελείοις.

5.5.3. οὐ μὴν ἀκολουθεῖ γε ταῦτα τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὐδὲ τῷ μηδεμίαν οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως ἅπαντα τὰ παιδία πρὸς τὰς ἡδονάς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς πόνους.

5.5.4. ὁρῶμεν δ’ αὐτὰ καὶ θυμούμενα καὶ λακτίζοντα καὶ δάκνοντα καὶ νικᾶν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια τῶν ζῴων, οὐδενὸς ἄθλου προβαλ<λ>ομένου παρὰ τὸ νικᾶν αὐτό.

5.5.5. φαίνεται δ’ ἐναργῶς τὸ τοιοῦτον ἐπ’ ὀρτύγων καὶ ἀλεκτρυόνων καὶ περδίκων ἰχνεύμονός τε καὶ ἀσπίδος [τε] καὶ κροκοδείλου καὶ μυρίων ἑτέρων.

5.5.6. οὕτως οὖν οἰκειοῦσθαι καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν καὶ πρὸς νίκην, ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν.

5.5.7. αἰδεῖται γοῦν ἁμαρτάνοντα προϊούσης αὐτοῖς τῆς ἡλικίας καὶ χαίρει τοῖς καλοῖς ἔργοις καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀντιποιεῖται καὶ πράττει πολλὰ κατὰ τὰς τῶν ἀρετῶν τούτων ἐννοίας, ἔμπροσθεν, ἡνίκα ἦν ἔτι σμικρά, κατὰ πάθος ζῶντα καὶ τῶν ἐκ τοῦ λόγου προσταγμάτων οὐδεμίαν φροντίδα ποιούμενα.

5.5.8. τριῶν οὖν τούτων ἡμῖν οἰκειώσεων ὑπαρχουσῶν φύσει καθ’ ἕκαστον τῶν μορίων τῆς ψυχῆς εἶδος, πρὸς μὲν τὴν ἡδονὴν διὰ τὸ ἐπιθυμητικόν, πρὸς δὲ τὴν νίκην διὰ τὸ θυμοειδές, πρὸς δὲ τὸ καλὸν διὰ τὸ λογιστικόν, ᾿Επίκουρος μὲν τὴν τοῦ χειρίστου μορίου τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην, ὁ δὲ Χρύσιππος τὴν τοῦ βελτίστου, φάμενος ἡμᾶς οἰκειοῦσθαι πρὸς μόνον τὸ καλόν, ὅπερ εἶναι δηλονότι καὶ ἀγαθόν. ἁπάσας δὲ τὰς τρεῖς οἰκειώσεις θεάσασθαι μόνοις τοῖς παλαιοῖς ὑπῆρξε φιλοσόφοις.

5.5.9. ἐάσας οὖν τὰς δύο ὁ Χρύσιππος εἰκότως ἀπορεῖ περὶ τῆς κατὰ τὴν κακίαν γενέσεως οὔτ’ αἰτίαν ἔχων εἰπεῖν αὐτῆς οὔτε τρόπους τῆς συστάσεως οὔθ’ ὅπως ἁμαρτάνει τὰ παιδία δυνάμενος ἐξευρεῖν, ἅπερ εὐλόγως οἶμαι πάντα καὶ ὁ Ποσειδώνιος αὐτοῦ καταμέμφεται καὶ ἐλέγχει.

5.5.10. εἰ γὰρ δὴ πρὸς τὸ καλὸν εὐθὺς ἐξ ἀρχῆς ᾠκείωται τὰ παιδία, τὴν κακίαν οὐκ ἔνδοθεν οὐδ’ ἐξ ἑαυτῶν ἀλλ’ ἔξωθεν μόνον ἐχρῆν αὐτοῖς ἐγγίγνεσθαι.

5.5.11. ἀλλὰ μὴν ὁρᾶταί γε, κἂν χρηστοῖς ἔθεσιν ἐντρέφηται καὶ προσηκόντως παιδεύηται, πάντως ἐξαμαρτάνοντά τι, καὶ τοῦτ’ αὐτὸ καὶ ὁ Χρύσιππος ὁμολογεῖ.

5.5.12. καίτοι γ’ ἐνῆν αὐτῷ ὑπεριδόντι τῶν ἐναργῶς φαινομένων αὐτὸ μόνον ὁμολογῆσαι τὸ ταῖς ἰδίαις ὑποθέσεσιν ἀκόλουθον, εἰ καλῶς ἀχθείη τὰ παιδία, πάντως αὐτὰ φάσκοντι σοφοὺς ἄνδρας γενήσεσθαι τοῦ χρόνου προϊόντος.

5.5.13. ἀλλ’ οὐκ ἐτόλμησε τοῦτό γε καταψεύσασθαι τῶν φαινομένων, ἀλλὰ κἂν ὑπὸ φιλοσόφῳ τρέφηται μόνῳ καὶ μηδὲν μήτε θεάσηται μήτ’ ἀκούσῃ πώποτε παράδειγμα κακίας, ὅμως οὐκ ἐξ ἀνάγκης αὐτὰ φιλοσοφήσειν·

5.5.14. διττὴν γὰρ εἶναι τῆς διαστροφῆς τὴν αἰτίαν, ἑτέραν μὲν ἐκ κατηχήσεως τῶν πολλῶν ἀνθρώπων ἐγγιγνομένην, ἑτέραν δὲ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ἐγὼ δὲ ὑπὲρ ἑκατέρας αὐτῶν ἀπορῶ καὶ πρώτης γε τῆς ἐκ τῶν πέλας γιγνομένης.

5.5.15. καὶ γὰρ διὰ τί θεασάμενα καὶ ἀκούσαντα παράδειγμα κακίας οὐχὶ μισεῖ τοῦτο καὶ φεύγει τῷ μηδεμίαν οἰκείωσιν ἔχειν πρὸς αὐτό, θαυμάζειν ἐπέρχεταί μοι, καὶ πολὺ δὴ μᾶλλον ἐπειδὰν μήτε θεασάμενα μήτ’ ἀκούσαντα πρὸς αὐτῶν τῶν πραγμάτων ἐξαπατηθῇ.

5.5.16. τίς γὰρ ἀνάγκη τοὺς παῖδας ὑπὸ μὲν τῆς ἡδονῆς ὡς ἀγαθοῦ δελεάζεσθαι μηδεμίαν οἰκείωσιν ἔχοντας πρὸς αὐτήν, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν τὸν πόνον εἴπερ μὴ καὶ πρὸς τοῦτον ἠλλοτρίω<ν>ται φύσει;

5.5.17. τίς δ’ ἀνάγκη πρὸς μὲν τοὺς ἐπαίνους καὶ τὰς τιμὰς ἵεσθαί τε καὶ χαίρειν αὐτοῖς, ἄχθεσθαι δὲ καὶ φεύγειν τούς τε ψόγους καὶ τὰς ἀτιμίας, εἴπερ μὴ καὶ πρὸς ταῦτα φύσει τινὰ ἔχουσιν οἰκείωσίν τε καὶ ἀλλοτρίωσιν;

5.5.18. εἰ γὰρ μὴ ταῖς φωναῖς, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων ὁμολογεῖν ἔοικεν ὁ Χρύσιππος ὡς ἔστιν οἰκείωσίς τέ τις ἡμῖν καὶ ἀλλοτρίωσις φύσει πρὸς ἕκαστον τῶν εἰρημένων.

5.5.19. ἐπειδὰν γὰρ λέγῃ τὰς περὶ ἀγαθῶν καὶ κακῶν ἐγγίνεσθαι τοῖς φαύλοις διαστροφὰς διά τε τὴν πιθανότητα τῶν φαντασιῶν καὶ τὴν κατήχησιν, ἐρωτητέον αὐτὸν τὴν αἰτίαν δι’ ἣν ἡδονὴ μὲν ὡς ἀγαθὸν ἀλγηδὼν δ’ ὡς κακὸν πιθανὴν προβάλλουσι φαντασίαν.

5.5.20. οὕτως δὲ καὶ διὰ τί τὴν μὲν νίκην τὴν [ἐν] ᾿Ολυμπίασιν καὶ τὴν τῶν ἀνδριάντων ἀνάθεσιν ἐπαινούμενά τε καὶ μακαριζόμενα πρὸς τῶν πολλῶν ἀκούοντες ὡς ἀγαθά, περὶ δὲ τῆς ἥττης τε καὶ τῆς ἀτιμίας ὡς κακῶν, ἑτοίμως πειθόμεθα;

5.5.21. καὶ γὰρ καὶ ταῦθ’ ὁ Ποσειδώνιος μέμφεται καὶ δεικνύναι πειρᾶται πασῶν τῶν ψευδῶν ὑπολήψεων τὰς αἰτίας ἐν μὲν τῷ θεωρητικῷ <γίγνεσθαι δι’ ἀμαθίας, ἐν δὲ τῷ πρακτικῷ> διὰ τῆς παθητικῆς ὁλκῆς, προηγεῖσθαι δ’ αὐτῆς τὰς ψευδεῖς δόξας ἀσθενήσαντος περὶ τὴν κρίσιν τοῦ λογιστικοῦ· γεννᾶσθαι γὰρ τῷ ζῴῳ τὴν ὁρμὴν ἐνίοτε μὲν ἐπὶ τῇ τοῦ λογιστικοῦ κρίσει, πολλάκις δ’ ἐπὶ τῇ κινήσει τοῦ παθητικοῦ.

5.5.22. συνάπτει δ’ εἰκότως τοῖς λόγοις τούτοις ὁ Ποσειδώνιος τὰ κατὰ τὸν φυσιογνώμονα φαινόμενα· καὶ γὰρ τῶν ζῴων καὶ τῶν ἀνθρώπων ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα θυμικώτερα πάνθ’ ὑπάρχει<ν> φύσει, ὅσα δὲ πλατυΐσχιά τε καὶ ψυχρότερα δειλότερα.

5.5.23. καὶ κατὰ τὰς χώρας δὲ οὐ σμικρῷ τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι.

 

5.5.24. καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν ἐν τοῖς ζῴοις φησὶ θερμότητι καὶ ψυχρότητι καὶ πάχει καὶ λεπτότητι καὶ ἄλλαις [φησὶ] διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν ᾿Αριστοτέλης ἐπὶ πλεῖστον διῆλθεν.

5.5.25. ἡμεῖς δὲ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ αὐτὰς τὰς ῾Ιπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ τούτων παραγράφωμεν.

5.5.26. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι μήτ’ ἄλλο τι γιγνώσκοντας τῶν κατὰ τὰ πάθη μήθ’ ὡς αἱ τοῦ σώματος κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις· οὕτως γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν.

5.5.27. ᾿Αριστοτέλης δ’ ἄντικρυς ἤθη καλεῖ τῶν ζῴων ἁπάσας τὰς τοιαύτας τῆς ψυχῆς καταστάσεις ἐξηγεῖταί τε καθ’ ὅντινα τρόπον ἐπὶ ταῖς διαφερούσαις κράσεσι συνίσταται.

5.5.28. διόπερ, οἶμαι, καὶ ἡ τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπ’ ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον ἀλλὰ δι’ ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς ἐμπαθῶς ἀναγκάζεσθαι ζῆν τοὺς τοιούτους ἀνθρώπους, ἐνίοις δὲ χαλεπὴ καὶ δύσκολος ὅταν κινήσεις αἱ κατὰ πάθος αἱ διὰ τὴν τοῦ σώματος κατασκευὴν ἀναγκαίως γιγνόμεναι μεγάλαι δή τινες οὖσαι τύχωσι καὶ σφοδραὶ τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον φύσει.

5.5.29. χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν ἀληθῶν καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυνθῆναι χρηστοῖς ἐπιτηδεύμασιν ἐθισθείσας εἴ τις μέλλοι βελτίονα τὸ ἦθος ἀποδείξειν τὸν ἄνθρωπον.

5.5.30. οὕτω δὲ καὶ πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον ἁπάντων μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς ἐφεξῆς τῆς διαίτης ἣν ἡ κυοῦσα διαιτήσεται κατά τε τὰς τροφὰς καὶ τὰ πόματα καὶ τὰ γυμνάσια καὶ τὰς ἡσυχίας καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρηγόρσεις ἐπιθυμίας τε καὶ θυμοὺς ὅσα τ’ ἄλλα τοιαῦτα, περὶ ὧν ἁπάντων ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν.

5.5.31. ὁ δὲ Χρύσιππος οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλ’ οὐδὲ τῶν ἀπ’ αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως μοχθηρὰν ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα.

5.5.32. ταῦτά τοι καὶ ὁ Ποσειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν ὅσα Πλάτων εἶπεν ὑπὲρ τῆς τῶν παίδων ἔτι τε κυουμένων ἐν τῇ μήτρᾳ διαπλάσεως ἀποκυηθέντων τε τροφῆς καὶ παιδείας, καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων, ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον ἀποφαίνεσθαι ταῖς κινήσεσι καὶ τοῖς τοῦ λόγου προστάγμασιν εὐπειθές.

5.5.33. “αὕτη γὰρ ἀρίστη παίδων παιδεία[ς], παρασκευὴ τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς τὴν ἀρχὴν τοῦ λογιστικοῦ.”

5.5.34. μικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ ἀσθενὲς ὑπάρχειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι περὶ τὴν τεσσαρεσκαιδεκαέτην ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ ἡνιόχῳ τινὶ τοῦ ζεύγους τῶν συμφύτων ἵππων ἐπιθυμίας τε καὶ θυμοῦ μήτ’ ἰσχυρῶν ὑπαρχόντων ἄγαν μήτε ἀσθενῶν μήτ’ ὀκνηρῶν μήτ’ ἐκφόρων μήτε δυσπειθῶν ὅλως ἢ ἀκόσμων ἢ ὑβριστῶν, ἀλλ’ εἰς ἅπαν ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λογισμῷ.

5.5.35. τούτου δ’ αὐτοῦ τὴν παιδείαν γε καὶ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, ὥσπερ τοῦ ἡνιόχου τῶν ἡνιοχικῶν θεωρημάτων· ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς δυνάμεσιν ἐπιστήμας οὐκ ἐγγίγνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ τινος ἀλόγου παραγίγνεσθαι, τοῖς δ’ ἡνιόχοις ἐκ διδασκαλίας λογικῆς.

5.5.36. ἕπεται δ’ εὐθὺς τοῖσδε καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος, καὶ αὐτὸς ἔχων τὸ σφάλμα διττόν, εἴτε ἐπιστήμας τις ἁπάσας αὐτὰς εἴτε δυνάμεις ὑπολάβοι.

5.5.37. τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσίν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ.

5.5.38. Χρύσιππος δὲ μεγάλα σφάλλεται οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν— οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστὶν οὐδὲ διαφερόμεθα πρὸς αὐτό—, ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς.

5.5.39. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλάς, εἴ γε μηδὲ τελειότητας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς αὐτὸς ὁμολογεῖ.

5.5.40. κάλλιον οὖν ᾿Αρίστων ὁ Χῖος οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.

5.6.1. ᾿Αλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα, τῷ περὶ τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης ἑπομένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὧδέ πως γράφων αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ πολλὰ τῆς ἀρχῆς τοῦ βιβλίου·

5.6.2. “νομίζω γὰρ καὶ τὴν περὶ ἀγαθῶν καὶ κακῶν καὶ τὴν περὶ τελῶν καὶ τὴν περὶ ἀρετῶν ἐκ τῆς περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι.”

5.6.3. ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ μοι τὰ Ποσειδωνίου παραγράψαι τόνδε τὸν τρόπον ἔχοντα·

5.6.4. “τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτῷ δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζῳώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι.

5.6.5. οἱ δὲ τοῦτο παριδόντες οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν οὔτ’ ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν· οὐ γὰρ βλέπουσιν ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς.”

5.6.6. ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν λογισμοῖς, ἀλλὰ καὶ περὶ τοῦ τέλους.

5.6.7. οὐ γὰρ ὡς ἐκεῖνοι λέγουσιν ἀλλ’ ὡς ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν.

5.6.8. ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους τοῦ δὲ χείρονος, ὁ μὲν τῷ βελτίονι συνεπόμενος ὁμολογουμένως ἂν λέγοιτο τῇ φύσει ζῆν, ὁ δὲ τῷ χείρονι μᾶλλον ἑπόμενος ἀνομολογουμένως· ἔστι δ’ οὗτος μὲν ὁ κατὰ πάθος ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον.

5.6.9. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ὁ Ποσειδώνιος ἐναργέστερόν τε καὶ σφοδρότερον καθάπτεται τῶν περὶ τὸν Χρύσιππον ὡς οὐκ ὀρθῶς ἐξηγουμένων τὸ τέλος.

5.6.10. ἔχει δὲ ἡ ῥῆσις ὧδε· “ἃ δὴ παρέντες ἔνιοι τὸ ὁμολογουμένως ζῆν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν, ὅμοιον αὐτῷ ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν ἢ τὴν ἀοχλησίαν ἢ ἄλλο τι τοιοῦτον.

5.6.11. ἔστι δὲ μάχην ἐμφαῖνον κατ’ αὐτὴν τὴν ἐκφοράν, καλὸν δὲ καὶ εὐδαιμονικὸν οὐδέν· παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, τέλος δὲ οὐκ ἔστιν.

5.6.12. ἀλλὰ καὶ τούτου διαληφθέντος ὀρθῶς, ἔξεστι μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπορίας ἃς οἱ σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τῷ κατ’ ἐμπειρίαν τῶν κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῆν, ὅπερ ἰσοδυναμεῖ τῷ ὁμολογουμένως εἰπεῖν ζῆν ἡνίκα μὴ τοῦτο μικροπρεπῶς συντείνει[ν] εἰς τὸ τῶν διαφορῶν τυγχάνειν.”

5.6.13. ἤρκει μὲν οὖν ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος ὅπως ἄν τις τυγχάνοι τοῦ ὁμολογουμένως τῇ φύσει ζῆν· ἄμεινον μὴν ἡγοῦμαι καὶ τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμμένα παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα·

5.6.14. “ταύτην τε δὴ τὴν ἀτοπίαν διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα καὶ τὰς ἀρχὰς ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστροφῆς καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε καὶ τὰ διαπορούμενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν.”

5.6.15. οὐ σμικρά γε οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ τῆς αἰτίας τῶν παθῶν εὑρεθείσης. εἰς γὰρ τὸ μαθεῖν ἀκριβῶς οἷόν τι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν ἐστιν, ἐκ τῆς τῶν παθῶν αἰτίας εὑρεθείσης ὠφελήθημεν.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30 
Рейтинг@Mail.ru