bannerbannerbanner
полная версияСочинения. Том 3

Гален
Сочинения. Том 3

2.5.5. ἀλλ’ οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργές ἐστιν ὡς πρῶτόν τε καὶ ἐξ ἑαυτοῦ πιστὸν εἶναι τὸ νῦν εἰρημένον ἀξίωμα, τὸ πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον εἶναι τὴν ἀρχήν.

2.5.6. οὔκουν οὔθ’ ὅτι πλησίον ἐγκεφάλου τὰ ὦτα καὶ οἱ ὀφθαλμοὶ καὶ αἱ ῥῖνες, ἐντεῦθεν αὐτοῖς ἡ τῆς αἰσθητικῆς δυνάμεώς ἐστιν ἀρχὴ οὔθ’ ὅτι πλησίον ἐστὶ καρδίας τὰ φωνη-τικά τε καὶ ἀναπνευστικὰ μόρια, διὰ τοῦτ’ ἐκ καρδίας αὐτοῖς ἡ ἀρχή.

2.5.7. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, οὐκ ἐξ ἄλλου τινὸς ἔχει τὸ θαυμάζεσθαι πλὴν οὗ νῦν εἶπον ἀξιώματος ἤδη.

2.5.8. εἴσῃ δ’ ἐναργέστερον εἰ παραγράψαιμεν αὐτόν· ἔχει γὰρ ὧδε· “Φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.”

2.5.9. τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ὧδε· “῞Οθεν ἐκπέμπεται ἡ φωνή, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν, τοῦτο δὲ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται ὅθεν καὶ ἡ φωνή.

2.5.10. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐκφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον.

2.5.11. ἀλλὰ μήν γε κἀκεῖνο ἀληθές, τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτόν φασιν εἶναι φωνὴν σημαίνουσαν ἀπὸ διανοίας ἐκπεμπομένην.

2.5.12. καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανενοῆσθαι καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν.

2.5.13. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως περὶ τὴν καρδίαν.”

2.5.14. τοιοῦτος μέν σοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ.

2.5.15. βούλομαι δὲ πρὶν ἐλέγχειν αὐτοὺς ἔτι καὶ τὸν τοῦ Χρυσίππου παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα· “Εὔλογον δὲ εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι καὶ ἐξ οὗ λόγος, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος.

2.5.16. οὐ γὰρ ἄλλη μὲν ἡ πηγὴ λόγου ἐστὶν ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγὴ ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἁπλῶς ἄλλη φωνῆς πηγή ἐστιν ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέρος.”

2.5.17. (τοιούτοις δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν αὐτὴν πηγὴν εἶναι λόγου.)

2.5.18. “τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην.

2.5.19. ταῦτα δὲ ἐκφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων.

2.5.20. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν καὶ τὰς φωνὰς ἀπ’ ἐκείνου γίγνεσθαι κατὰ τὸν προειρημένον τρόπον.”

2.5.21. ἅλις ἤδη μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ τοὺς ὑπὸ τῶν ἄλλων ἠρωτημένους ἐφεξῆς γράφοιμι σύμπαντας, εἰς ἄμετρόν τι μῆκος ἐκπεσεῖται τὸ γράμμα.

2.5.22. οὐ γὰρ ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρημένων ἐμνημόνευσα λόγων, ἀλλ’ ἠρκέσθην ἐξετάσας τὸν τοῦ Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Στωϊκῶν ἐγεγόνει μοί ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ χωρεῖ ῥήματος, ὃ παρέλαβεν ὁ Ζήνων ἐν τῷ λόγῳ γράψας ὡδί· “φωνὴ διὰ φάρυγγος χωρεῖ.”

2.5.23. τὸ γὰρ χωρεῖ τοῦτο ῥῆμα ἐγὼ μὲν ἠξίουν ἀκούειν ἐν ἴσῳ τῷ ἐξέρχεται ἢ ἐκπέμπεται. ὁ δὲ τούτων μὲν μηδέτερον ἔφη σημαίνεσθαι πρὸς αὐτοῦ καὶ τρίτον ἄλλο παρὰ ταῦτα λέγειν οὐκ εἶχεν.

2.5.24. ἠναγκάσθην οὖν αὐτῷ τὰ τῶν ἄλλων Στωϊκῶν παραναγινώσκειν βιβλία μεταλαμβανόντων τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται ἢ εἰς τὸ ἐκπέμπεται, καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ Διογένην, μεθ’ οὓς οὐκ ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγράφειν ῥήσεις, ἀλλ’ ἐπὶ τὴν ἐξέτασιν αὐτῶν ἤδη τρέψομαι τὴν ἀρχὴν ἀπὸ τοῦ Ζήνωνος ποιησάμενος, ὅσπερ δὴ καὶ πατήρ ἐστι τοῦ τε περὶ τῆς φωνῆς λόγου τοῦδε καὶ ἁπάσης τῆς τῶν Στωϊκῶν αἱρέσεως.

2.5.25. τὸ μὲν οὖν πρῶτον λῆμμα τῆς χωρεῖ φωνῆς μεταληφθείσης ἐπὶ τὸ σαφέστερον ἔσται τοιόνδε· “φωνὴ διὰ φάρυγγος ἐκπέμπεται,” τὸ δὲ ἐφεξῆς τούτῳ, τὸ δεύτερον, τοιοῦτον· “εἰ δὲ ἦν ἀπ’ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο.”

2.5.26. τοῦτό φημι τὸ λῆμμα μὴ ὅτι τοῦ πρώτου γένους ἐκπεπτωκέναι τῶν εἰς τὰς ἀποδείξεις ἐπιτηδείων, ἀλλὰ καὶ τοῦ δευτέρου τε καὶ τρίτου, περιέχεσθαι δὲ ἐν τῷ τετάρτῳ γένει τῶν σοφιστικῶν λημμάτων, εἴ γε δὴ σχῆμά τι λέξεως ὑποδύεται πεπανουργημένον τε καὶ σεσοφισμένον πρὸς ἀμφιβολίαν, ἐκ ταύτης τὸν ἔλεγχον ἐλπίζον ἀποδράσεσθαι.

2.5.27. τὸ γὰρ “εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει” μοχθηρῶς ἔχει τὴν ἀπὸ πρόθεσιν ἐγκειμένην τῇ ῥήσει.

2.5.28. δύο γάρ εἰσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις σαφεῖς προθέσεις, ἥ τε ὑπὸ καὶ ἡ ἔξ, ὧν οὐδεμίαν παρέλαβεν καίτοι δυνάμενος εἰπεῖν “εἰ δ’ ἦν ἐκ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει”· ἢ εἰ μὴ ἐκ τοῦ ἐγκεφάλου, ὑπὸ τοῦ ἐγκεφάλου γε πάντως ἐχρῆν εἰπεῖν αὐτόν.

2.5.29. ἡ γὰρ διὰ τῆς φάρυγγος ἐκπεμπομένη φωνὴ ἔκ τινός τε καὶ ὑπό τινος ἐκπέμπεται· ἔκ τινος μὲν ὡς ἀγγείου περιέχοντος, ὑπό τινος δ’ ὡς δυνάμεως κινούσης τὸ περιέχον· ὥσπερ ἀμέλει καὶ τὸ οὖρον ἐξέρχεται μὲν διὰ τοῦ αἰδοίου, ἐκπέμπεται δ’ ἐξ ἀγγείου μὲν τῆς ὑπερκειμένης κύστεως, ὑπὸ δυνάμεως δὲ τῆς τὴν κύστιν συστελλούσης εἰς ἑαυτὴν ἵν’ ἐκθλίψῃ τὸ οὖρον.

2.5.30. ἡ δ’ ἀπὸ πρόθεσις ἄδηλός ἐστιν εἴτ’ ἀντὶ τῆς ἐξ εἴτ’ ἀντὶ τῆς ὑπὸ παρείληπται. εἰ μὲν οὖν ἀντὶ τῆς ἐξ, ἀληθής ἐστιν ὁ λόγος, ἔσται γὰρ τοιοῦτος· “εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη ἡ φωνή, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξεπέμπετο”· εἰ δὲ ἀντὶ τῆς ὑπό, ψευδής, ἔσται γὰρ αὖ πάλιν τοιοῦτος· “εἰ δὲ ἦν ὑπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξῄει.”

2.5.31. ὅτι δ’ οὐκ ἀληθής ἐστιν ὁ τοιοῦτος λόγος οὐκ ἐμὲ χρὴ κατασκευάζειν ἀλλ’ ἐκείνους αὐτοὺς ἀξιοῦν ἀποφήνασθαι προτέρους ὑπὲρ τοῦ τοιούτου λόγου· “τὸ οὖρον διὰ τοῦ αἰδοίου χωρεῖ· εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξῄει. καὶ μὴν ὑπὸ προαιρέσεώς γε τῆς ἡμετέρας ἐκπέμπεται. οὐκ ἄρα ἐν τῇ καρδίᾳ ἐστὶν ἡ προαίρεσις”.

2.5.32. οὕτω δὲ καὶ περὶ διαχωρήματος ἐρωτᾶν ἐγχωρεῖ. καὶ γὰρ καὶ τοῦτο διὰ μὲν τῆς ἕδρας, ὑπὸ μέντοι τῆς ἡμετέρας προαιρέσεως πρώτης κινούσης ἐκπέμπεται, ἥτις οἶμαι καὶ τῶν πορρωτάτω κειμένων ἑαυτῆς δάκτυλον ὁντινοῦν τῶν ἐν ποδὶ κινεῖ παραχρῆμα μηδὲν ἐκ τοῦ διαστήματος ἐμποδιζομένη πρὸς τὸ τάχος.

2.5.33. εἴτε γὰρ ἐν ἐγκεφάλῳ θείης εἴτ’ ἐν καρδίᾳ τὴν προαίρεσιν ἢ διάνοιαν ἢ ὅ τί ποτε καὶ βούλει καλεῖν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, χρόνος οὐδεὶς εὑρεθήσεται μεταξὺ γιγνόμενος τοῦ τε βουληθῆναι κινῆσαι τὸν δάκτυλον καὶ τῆς ἐνεργείας αὐτοῦ, καθάπερ οἶμαι κἀπὶ τῆς αἰσθήσεως ἔχει.

2.5.34. οὐ γὰρ οὖν οὐδ’ ἐπὶ ταύτης ἀναμεῖναι δεῖ χρόνον τινὰ τοῦ νύξαντος ἢ τρώσαντος ἵν’ αἴσθηται τὸ ζῷον ἀλλ’ ἅμα τε τὸ τέμνον τέμνει καὶ τὸ ζῷον αἰσθάνεται.

2.5.35. καὶ τοῦτο βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντί, διαδίδοσθαι τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγενομένην τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς ἵν’ αἴσθηται τὸ ζῷον.

2.5.36. ὡς οὖν οὐδείς ἐστι χρόνος αἰσθητὸς ἐν τῷ μεταξὺ τοῦ τρωθῆναί τε τὸ μόριον αἰσθέσθαι τε τὸ ζῷον, ὡσαύτως οὐδὲ τοῦ βουληθῆναι κάμψαι τὸν ἄνθρωπον δάκτυλον ἢ τὸν πόδα καὶ αὐτῆς τῆς ἐνεργείας, οὕτως οὐδὲ τοῦ βουληθῆναι τὸ οὖρον ἐκκρῖναι καὶ αὐτῆς τῆς ἐκκρίσεως, ἀλλ’ ἅμα τε τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἠβουλήθη καὶ τὰ τῆς ἐκκρίσεως ἐνήργησεν ὄργανα.

2.5.37. πῶς οὖν λύσομεν ἐκεῖνον τὸν λόγον, ὦ σοφώτατοι, “εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον τὸ οὖρον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξεκρίνετο”; ἣν γὰρ ἂν εἴπητε λύσιν, ἐξέσται δήπου καὶ ἡμᾶς αὐτῇ χρήσασθαι.

2.5.38. κατὰ μὲν δὴ τοὺς διαλόγους ἐκείνους ἀναγκάζειν χρὴ λύειν τὸν λόγον. ἐνταῦθα δὲ οὐκ ἐγχωρεῖ ποιεῖν οὕτως ἀλλὰ χρὴ τὴν λύσιν αὐτοὺς εἰπεῖν οὐδὲν ἔχουσαν ἀποκεκρυμμένον ἢ μακρὸν ἢ χαλεπόν, ἀλλ’ ἐκ προχείρου φαινομένην.

2.5.39. οὐδὲν γὰρ κωλύει, φήσομεν, ἐκ τῆς κύστεως ἐκκρίνεσθαι διὰ τοῦ αἰδοίου τὸ οὖρον ἀρχὴν κινήσεως ἐπιπέμψαντος τοῦ ἡγεμονικοῦ ἵνα συσταλῇ τὸ περιέχον ἀγγεῖον.

2.5.40. λοιπὸν εἴτ’ ἐγκέφαλός ἐστιν εἴτε καρδία τὸ τῆς ψυχῆς ἡγεμονοῦν, οὐδὲν οἶμαι διαφέρειν εἴς γε τὴν τοῦ προκειμένου λόγου διάλυσιν.

2.5.41. ἄν τε γὰρ ἐγκέφαλος ᾖ τὴν ἀρχὴν τῆς κινήσεως αὐτὸς ἐπιπέμψει καὶ τοῖς τὸ οὖρον ἐκκρίνουσιν ὀργάνοις καὶ τοῖς τὸ περίττωμα τῆς τροφῆς καὶ τοῖς τὸ σκέλος κινοῦσι καὶ τοῖς τὸν πόδα καὶ τοὺς δακτύλους, ἄν θ’ ἡ καρδία, κατὰ τὸν αὐτὸν τρόπον.

2.5.42. οὕτως οἶμαι καὶ τῆς φωνῆς ἐκπεμπομένης διὰ φάρυγγος οὐδὲν κωλύει τὸν ἐγκέφαλον αἴτιον ὑπάρχειν τῆς πρὸ τῆς φάρυγγος κινήσεως. ὥστε ἴσον ἔτι μένει τὸ ζητούμενον ἐξ ἀρχῆς οὐδὲν ἔκ γε τοῦ φαινομένου πρὸς οὐδέτερον τῶν δογμάτων ἐπικλῖναν.

2.5.43. ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν κύστιν καὶ τὴν ἕδραν κινήσεως ἄδηλον ὑπῆρχε πότερον ἐγκέφαλος ἢ καρδία τὴν ἀρχὴν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε φωνῆς καὶ ἀνα-πνοῆς ὁμοίως ἔτ’ ἄδηλον ὁπότερον τῶν σπλάγχνων ἔχει τὴν ἡγεμονίαν.

2.5.44. ἀλλ’ ὡς εἴρηταί μοι καὶ πρόσθεν, ἡ τῆς θέσεως ἐγγύτης ἑκατέρους ἐξαπατῶσα φαντασίαν ἀποτελεῖ τῶν λημμάτων ὡς ἐπιστημονικῶν τε καὶ πρὸς ἀπόδειξιν ἐπιτηδείων· οὐ μὴν οὕτως γ’ ἔχει τἀληθές.

2.5.45. ὅ τε γὰρ ἁπάντων ἀρχὴν ὑποτιθέμενος εἶναι τὴν καρδίαν οὐκ εὐλαβηθήσεται τὴν τῶν ὀφθαλμῶν <οὐκ> ἐγγύτητα, ὡς μὴ καὶ τούτους ἀπ’ ἐκείνης ὥσπερ πηγῆς τινος ἀρύεσθαι φάναι τὴν αἴσθησίν τε καὶ κίνησιν, ὅ τε τὸν ἐγκέφαλον, οὐκ ἄλλο τι μόριόν φησιν ἀρχὴν εἶναι τῆς τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων κινήσεως, ἀλλ’ ἐκεῖνον ὥσπερ τοῖς ἄλλοις ἅπασιν ἐξηγεῖσθαι τῆς κατὰ προαίρεσιν κινήσεως, οὕτως καὶ τοῖσδε.

2.5.46. ἅπερ οὖν ἐν ταῖς περὶ τῆς ἀποδείξεως μεθόδοις ἐδιδάχθημεν καθόλου, ταῦθ’ εὑρίσκεται κατὰ μέρος ἐπὶ πάσης ὕλης πραγμάτων ἀληθεύοντα. χρὴ γὰρ οὐκ ἀπὸ πάντων τῶν ὑπαρχόντων τῷ προκειμένῳ πράγματι τἀληθὲς λαμβάνειν ἀλλ’ ἀπὸ μόνου τοῦ συνημμένου τῷ προβλήματι.

2.5.47. Ζήνων δὲ καὶ Χρύσιππος καὶ Διογένης οἵ τ’ ἄλλοι Στωϊκοὶ κἂν μυριάκις ἐπὶ τῷ λόγῳ θαρρῶσιν, οὐχ ἕξουσιν ἀπολογήσασθαι περὶ τῶν ἁμαρτημάτων αὐτοῦ.

 

2.5.48. τὸ γάρ τοι δεύτερον λῆμμα τὸ κατ’ αὐτὸν εἰ μὲν ἀκριβῶς τε ἅμα καὶ σαφῶς καὶ διωρισμένως εἴρητο, τῶν ἐκ δευτέρου γένους ἓν ἂν ἐφωράθη πάντως ὑπάρχον· ἐπεὶ δὲ κατὰ τὸ τῆς λέξεως σχῆμα πεπανουργημένην ἀμφιβολίαν ἐπεσπάσατο, τοῦ τετάρτου γένους ἐν τούτῳ μετέσχεν.

2.5.49. εἰ μὲν οὖν γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ Ζήνων ἑκὼν παρεχρήσατο, σοφιστὴς ἂν εἴη τις, οὐ φιλόσοφος· εἰ δὲ ἀγνοήσας ἄκων ἐχρήσατο, λογικῆς θεωρίας ἀγύμναστος.

2.5.50. ἀλλ’ ἡμεῖς γε μήθ’ ἑκόντες ποτὲ τοιούτοις χρησαίμεθα λόγοις, ἐχθροῦ γὰρ ἀληθείας ἀνδρὸς τὸ πανούργημα, μήτ’ ἄκοντες ὑπὸ ἀμαθίας τε ἅμα καὶ ἀγυμνασίας ἐμπίπτοιμεν εἰς αὐτούς.

2.5.51. ὁμοίαν δὲ ἔχει τῷ δευτέρῳ λήμματι καὶ τὸ τέταρτον ἀτοπίαν, ἐν ᾧ φησιν “ὁ λόγος ἀπὸ διανοίας χωρεῖ.”

2.5.52. ὁ γάρ τοι λόγος οὗτος, ἡ σημαίνουσα φωνή, ὑπὸ μὲν τῆς διανοίας ἐκπέμπεται, καθάπερ καὶ τἆλλα πάντα τὰ κατὰ προαίρεσιν ἐνεργούμενα, οὐ μὴν ἐκ τῆς διανοίας γε, ἀλλὰ ἐκ τοῦ λάρυγγος.

2.5.53. ἔμπροσθεν δὲ οὐδέπω φωνὴ τὸ ἀναφερόμενόν ἐστιν, ἀλλ’ ὡς ἔφαμεν ὕλη τις οἰκεία φωνῆς, ἣν ὀνομάζομεν ἐκφύσησιν. ἐκπέμπεται δὲ ἐκ τῶν κατὰ πνεύμονα τραχειῶν ἀρτηριῶν, ὧν οὐδεμία τῆς καρδίας ἅπτεται.

2.5.54. ὁ μὲν οὖν Ζήνων εἴτε ἄκων εἴτε ἑκὼν ἀσαφεῖ τῇ λέξει χρησάμενος εἰς τὸ τέταρτον εἶδος ἐμπέπτωκε τῶν λημμάτων, ὁ Διογένης δὲ τὰ πολλὰ μὲν εἰς τὸ δεύτερον, ἅπαξ δέ που καὶ αὐτὸς εἰς τὸ τέταρτον.

2.5.55. ὅταν μὲν γὰρ λέγῃ “ὅθεν ἡ φωνὴ ἐκπέμπεται” καὶ ὅταν “ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτω μᾶλλον,” ἐκ τοῦ δευτέρου γένους τῶν ἐπιχειρημάτων χρῆται τοῖς λήμμασιν· ὅταν δὲ φῇ τὸν λόγον ἀπὸ διανοίας ἐκπέμπεσθαι, δέον ὑπὸ διανοίας φάναι, τῷ τετάρτῳ χρῆται γένει τῶν ἐπιχειρημάτων.

2.5.56. ὁ δὲ ἔλεγχος καὶ τῶν τούτου σφαλμάτων ὁ αὐτὸς τῷ προγεγραμμένῳ κατὰ τὸν τοῦ Ζήνωνος λόγον.

2.5.57. οὕτω δὲ καὶ ὁ Χρύσιππος ἐπειδὰν μὲν λέγῃ “καὶ ἐξ οὗ ὁ λόγος ἐκπέμπεται, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος” ἀντιληψόμεθα τοῦ λόγου καὶ φήσομεν, ὑφ’ οὗ μὲν ὁ λόγος ἐκπέμπεται, τὸ κυριεῦον ὑπάρχειν, οὐ μὴν ἐξ οὗ γε.

2.5.58. κατὰ δὲ τὸν αὐτὸν τρόπον κἀπειδὰν εἴπῃ “τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίνεσθαι” οὐχ ὅθεν φήσομεν, ἀλλ’ ὑφ’ οὗ μέρους ὁ λόγος ἐκπέμπεται, καὶ τὸ λογίζεσθαι κατ’ ἐκεῖνό τε καὶ ἐν ἐκείνῳ γίγνεσθαι.

2.5.59. δῆλον γὰρ δὴ ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ Χρύσιππος εἴρηκεν, ὅπερ ἴσον δύναται τῷ ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος. οὐ γὰρ δὴ τό γε εἰς ἐκεῖνο τὸ μόριον ἡγητέον αὐτὸν βούλεσθαι δηλοῦν ἐν τῷ λέγειν ἐκεῖσε, κἂν ὅτι μάλιστα τὸ μὲν ἐκεῖσε εἰς τόπον ᾖ δηλοῦν, τὸ δὲ ἐκεῖ ἐν τόπῳ.

2.5.60. σολοικίζειν γὰρ μᾶλλον ὑποληπτέον ἐν τῇ φωνῇ τὸν Χρύσιππον ἤπερ οὕτω προφανῶς ἀδιανόητα λέγειν· τὸ μὲν γὰρ ἱκανῶς σύνηθες αὐτῷ καὶ μόνον οὐ καθ’ ἑκάστην ῥῆσιν γινόμενον, τὸ δ’ ἀδιανόητα λέγειν οὐδαμῶς.

2.5.61. ἐνίοτε γάρ που καὶ ψευδῆ λέγει, καθάπερ καὶ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’ οὐκ ἀδιανόητά γε· διαφέρει γὰρ πάμπολυ τὸ ψεῦδος τοῦ ἀδιανοήτου.

2.5.62. ἐπεὶ τοίνυν τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ πιθανώτερόν ἐστιν εἰρῆσθαι πρὸς τοῦ Χρυσίππου, γένοιτ’ ἂν ἡ ῥῆσις εἰς τὴν τῶν ῾Ελλήνων διάλεκτον μεταληφθεῖσα τοιάδε· “ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖ δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι, τουτέστιν <ἐν> ἐκείνῳ τῷ μορίῳ.”

2.5.63. τοῦτο δὲ φήσομεν ἄντικρυς εἶναι ψεῦδος. οὐ γάρ, εἴ τι κατὰ προαίρεσιν ἔκ τινος ἐκπέμπεται, κατ’ ἐκεῖνο τὸ μόριον δείκνυται τὴν διάνοιαν ὑπάρχειν, καθάπερ οὐδὲ τὸ οὖρον οὐδὲ τὸ πτύελον οὐδὲ ἡ κόρυζα οὐδὲ τὸ ἀποπάτημα.

2.5.64. φαίνεται τοίνυν τοῦτο σφῆλαν τόν τε Ζήνωνα πρῶτον καὶ μάλιστα καὶ μετ’ αὐτὸν ἤδη τοὺς ἄλλους Στωϊκούς, οὐχ ἥκιστα δὲ καὶ τὸν Χρύσιππον, ὅσον γε ἐπὶ τῇ προγεγραμμένῃ ῥήσει. κατὰ μὲν γὰρ ἄλλην τινὰ μετ’ οὐ πάνυ πολὺ ταύτης γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι.

2.5.65. ἀναγκασθῆναι δὲ εἶπον αὐτόν, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος ὡς οὐκ ἀληθῆ κἄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέφον καὶ καθ’ ἑαυτοῦ συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων.

2.5.66. ἐχρῆν δ’ αὐτὸν ἢ μὴ ταῦτα γράφειν ἢ μὴ ἐκεῖνα καὶ μάλιστα πλησίον οὕτως ἀλλήλων. εἰ μὲν γὰρ ἀληθὴς οὗτος ὁ λόγος, οὐκ ἀληθὴς ἐκεῖνος, εἰ δ’ ἐκεῖνος ὑγιής, κίβδηλος οὗτος.

2.5.67. ἡμεῖς μὲν οὖν ἐπιστημονικαῖς μεθόδοις γεγυμνασμένοι γνωρίζειν τε καὶ διακρίνειν δυνάμεθα τόν τε ἀληθῆ καὶ τὸν ψευδῆ· τοῖς δ’ ἀγυμνάστοις οὐ σμικρὸν ἂν εἴη ζήτημα πότερον αὐτῶν ἕλωνται.

2.5.68. παραγράψω δὴ καὶ τὴν ῥῆσιν αὐτὴν ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος ἀποδεικτικός.

2.5.69. ἔστι δὲ τοιάδε· “῎Εχει δ’ ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μή ποτ’ εἰ καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται, ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη

2.5.70. ἐπιζητήσωμεν· σχεδὸν γάρ, οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνομένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς κεφαλῆς οὔσης.”

2.5.71. [οἷον] ὃ γὰρ δὴ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν· εἰ καὶ συγχωρήσειέ τις ἀρχὴν εἶναι νεύρων τὴν κεφαλήν, οὐ πάντως ἐν αὐτῇ συγχωρήσει καὶ τὸ ἡγεμονικὸν ὑπάρχειν.

2.5.72. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπιπεμπούσης τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας τὴν ἐνέργειαν ἐχόντων.

2.5.73. ὥσθ’ ὅτι δυνατόν ἐστιν ἐκ τοῦ στήθους τε καὶ διὰ τῆς φάρυγγος ἐκπέμπεσθαι τὴν φωνήν, ἀρχὴν τῆς κινήσεως τοῖς ἐνταῦθα μορίοις παρεχούσης τῆς κεφαλῆς, αὐτὸς ὁ Χρύσιππος ὡμολόγησεν.

2.5.74. οὔκουν χρηστέον ἐστὶν ὡς ἀποδεικτικῷ τῷ λόγῳ, καθάπερ οἱ πλεῖστοι τῶν Στωϊκῶν ὑπειλήφασιν. ἐπιχειρεῖται γὰρ ὡς εἶπον ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὅθεν καὶ λείπειν ἡγητέον τῷ τοῦ Ζήνωνος λόγῳ λήμματα πρὸς τὸ τελέως ἠρωτῆσθαι.

2.5.75. δειχθείη δὲ ἂν ἐναργέστερον τοῦτο τῶν λημμάτων μεταληφθέντων ἐπὶ τὸ σαφέστερον, ὡς εἶναι τὸν λόγον τοιόνδε· “φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν ἐκπέμπεται. λόγος δὲ ἐκ διανοίας ἐκπέμπεται. ὥστ’ οὐκ ἔστιν ἐν τῷ ἐγκεφάλῳ ἡ διάνοια.”

2.5.76. τὸ μὲν οὖν πρῶτον λῆμμα τῶν πρὸς αἴσθησιν ἐναργῶν ἐστιν, ὥστ’ οὐδ’ ἀποδείξεως αὐτὸ δεῖται· πιστὰ γὰρ ἐξ αὑτῶν ὑπάρχει πάντα τὰ πρὸς αἴσθησιν ἐναργῆ. τὸ δὲ δεύτερον οὔτε τῶν πρὸς αἴσθησιν οὔτε τῶν πρὸς νόησιν ἐναργῶν ἐστι· τὴν ἀρχὴν γὰρ οὐδὲ ἐκ τῶν πρώτων ἀξιωμάτων ὑπάρχει· ἀλλ’ ἐχρῆν ὧδέ πως ἐρωτηθῆναι τὸν λόγον, εἴπερ ἐκ τῶν πρώτων τε καὶ ἀποδεικτικῶν ἤμελλεν ἄρχεσθαι.

2.5.77. “φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. οὐκ ἔστι δὲ ἐγκέφαλος τῇ φάρυγγι συνεχής· οὐκ ἄρα ἐξ ἐγκεφάλου ἐκπέμπεται.”

2.5.78. μετὰ δὲ τοῦτον τὸν λόγον αὖθις ἕτερον ἐχρῆν ἐρωτᾶσθαι τὸ συμπέρασμα λῆμμα ποιησάμενον, ὡς εἶναι τοιόνδε τι· “ὅθεν ἡ φωνὴ ἐκπέμπεται, ἐκεῖθεν καὶ ἡ σημαίνουσα φωνή, τουτέστιν ὁ λόγος. ἐκ δὲ διανοίας ὁ λόγος ἐκπέμπεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἐγκεφάλου· οὐκ ἄρα ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.”

2.5.79. οὕτω μὲν ἐχρῆν ἠρωτῆσθαι τοὺς λόγους ὑπὸ τοῦ Ζήνωνος, εἰ μηδὲν τῶν λημμάτων ἤμελλεν μήτε παραλειφθήσεσθαι μήτε ἐκ περιττοῦ παραληφθήσεσθαι. ἔνεστι δὲ καὶ συντομώτερον ἔτι κατὰ τόνδε τὸν τρόπον ἐρωτῆσαι συνθέντα τοὺς λόγους ἀμφοτέρους ἐς ταὐτόν·

2.5.80. “ὁ λόγος διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπε-ται. ὥστε καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεται. ἐγκέφαλος δὲ οὐκ ἔστι συνεχὴς τῇ φάρυγγι· οὐκ ἄρα ἐξ ἐγκεφάλου λόγος ἐκπέμπεται, ἀλλὰ καὶ ἐκ τῆς διανοίας ἐκπέμπεται· οὐκ ἄρα ἐν ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.”

2.5.81. —ἔξεστι δὲ δηλονότι καὶ τὸ κυριεῦον εἰπεῖν ἀντὶ τοῦ τῆς διανοίας ὀνόματος, ὡσαύτως δὲ καὶ τὸ ἡγεμονικὸν καὶ τὸ ἡγεμονοῦν καὶ τὸ ἡγούμενον καὶ τὸ δεσπόζον καὶ τὸ ἄρχον καὶ τὸ λογιζόμενον καὶ τὸ νοοῦν καὶ τὸ φρονοῦν· οὐδὲν γὰρ διαφέρειν ἡγητέον ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ ταὐτὸ φυλάττων τὸ ὑποκείμενον πρᾶγμα.—

2.5.82. εἰ οὕτως ἅπαντες ἠρωτήκεσαν τὸν λόγον καὶ μὴ τὸ ἀναγκαιότατον τῶν λημμάτων παραλελοίπεσαν, ἐν ᾧ δηλοῦται τὸ πᾶν τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεσθαι, τὰ δὲ οὐκ ἀναγκαῖα μὴ μάτην προσετεθήκεσαν, εὐφώρατος ἂν ἦν ὁ λόγος ἀπό τε τῆς ἀπὸ προθέσεως ἐπιχειρεῖν ὡρμημένος οὐκ ἀποδεικνύς τε τὸ προκείμενον.

2.5.83. εἰ μὲν γὰρ ἡ ἐξ πρόθεσις ἐγκέοιτο κατὰ τὸ λῆμμα τὸ λέγον ἀπὸ τῆς διανοίας ἐκπέμπεσθαι τὸν λόγον, ψευδὲς εἶναι φήσομεν αὐτό· μὴ γὰρ ἐκ τῆς διανοίας ἀλλ’ ὑπὸ τῆς διανοίας αὐτὸν ἐκπέμπεσθαι·

2.5.84. εἰ δὲ τὴν ὑπὸ πρόθεσιν ἐκ τῆς ἀπό δηλουμένην νομίζομεν, ὡς εἶναι τὸ λῆμμα τοιοῦτον· “ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται”, τὸ μὲν λῆμμα φήσομεν ἀληθὲς ὑπάρχειν, ἀπέραντον δὲ εἶναι τὸν λόγον, ὡς ἂν μηκέτι πάντων τῶν λημμάτων ὁμοίως ἠρωτημένων, ἀλλὰ τῶν μὲν τὴν ἐξ, τῶν δὲ τὴν ὑπὸ πρόθεσιν ἐχόντων.

2.5.85. εἰ δέ γε πάνθ’ ὁμοίως ἐρωτηθείη, κατὰ μὲν τὴν ἐξ πρόθεσιν ἐν τῷ προτέρῳ λήμματι γενήσεται τὸ ψεῦδος, κατὰ δὲ τὴν ὑπὸ τουτὶ μὲν ἀληθὲς ἔσται, τὸ καθόλου δὲ τὸ παραλελειμμένον ὑπ’ αὐτῶν, ὡσαύτως δὲ καὶ τὸ κατὰ μέρος, ἄμφω ψευδῆ.

2.5.86. τὸ μὲν γὰρ καθόλου γενήσεται τοιοῦτον· “ἅπαν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται”, τὸ δὲ κατὰ μέρος· “ὁ λόγος ὑπὸ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεται.” οὐ γὰρ ὑπὸ τῶν συνεχῶν, ἀλλ’ ἐκ τῶν συνεχῶν ἀληθῶς ἂν λέγοιτο.

2.5.87. δέδεικται τοίνυν ἤδη σαφῶς τὸ κυριώτατον τῶν λημμάτων παραλελειμμένον αὐτοῖς ἢ ἑκοῦσι σοφιστικῶς ἢ ἄκουσιν ὑπὸ ἀγυμνασίας τῆς μεθόδου.

2.5.88. διὸ καὶ παρακρούονται τὸν ἀκροατὴν οὐ δυνάμενον ἀκριβῶς διελέσθαι πότερον τῶν λημμάτων ἐστὶν ἀληθές, εἴτε τὸ κατὰ τὴν ἐξ πρόθεσιν ἠρωτημένον εἴτε τὸ κατὰ τὴν ὑπό· τὴν ἀρχὴν μὲν γὰρ οὐδὲ λέγουσιν αὐτὸ κατά γε τὴν λέξιν, εἰς δέ γε τὴν σύστασιν τοῦ λόγου παντὸς ὡς εἰρηκότες προσχρῶνται.

2.5.89. τὸ γὰρ “εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο” κατὰ τὴν τοῦ παραλελειμμένου λήμματος δύναμιν ἀληθὲς εἶναι φαντάζεται.

2.5.90. πᾶσιν οὖν τοῖς ἁμαρτήμασιν ὁ τοῦ Ζήνωνος λόγος ὑπεύθυνός ἐστι κατὰ τὸ δεύτερον τῶν λημμάτων τὸ νυνί μοι λελεγμένον· πρῶτον μὲν ὅτι τὴν ἀπὸ πρόθεσιν ἐν αὐτῷ παρέλαβεν δέον ἤτοι τὴν ἐξ ἢ τὴν ὑπό· δεύτερον δ’ ὅτι τὰ κυριώτατα παρέλιπε, τό τε καθόλου, τὸ “πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν μορίων αὐτῷ ἐκπέμπεται”, τό τε κατὰ μέρος, ὅτι ἡ φωνὴ καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπεμφθήσεται.

2.5.91. τούτων γὰρ οὕτω διορισθέντων εἰ μὲν κατὰ τὴν ἐξ πρόθεσιν ἅπαντα ἐρωτηθείη τὰ λήμματα, ψεῦδος ἔσται τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι· εἰ δὲ κατὰ τὴν ὑπό, τό τε καθόλου τὸ νυνὶ λελεγμένον μοι, τὸ πᾶν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν ἐκπέμπεσθαι, καὶ τὸ κατὰ μέρος, τὸ τὸν λόγον ὑπὸ τῶν <συνεχῶν> τῇ φάρυγγι μορίων ἐκπέμπεσθαι.

2.5.92. εἰ δὲ μικτῶς ἐρωτηθείη κατά τινα μὲν λήμματα τῆς ἐξ προθέσεως ἀκριβῶς παραλαμβανομένης, καθ’ ἕτερα δὲ τῆς ὑπό, καθάπερ κἀν τῷ τὸν λόγον ὑπὸ τῆς διανοίας ἐκπέμπεσθαι, τῶν μὲν λημμάτων οὐδὲν μεμψόμεθα, τὸν ὅλον δὲ λόγον ἀπέραντον ὑπάρχειν ἐροῦμεν· οὐ γὰρ ἔτι συναφθήσονται πρὸς ἀλλήλας αἱ κύριαι τοῦ συμπεράσματος προτάσεις.

2.5.93. ἔστι γὰρ αὐτῶν ἡ μὲν ἑτέρα τοιαύτη· “ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται”, ἡ δὲ ἑτέρα “ὁ λόγος ἐκ τοῦ ἐγκεφάλου οὐκ ἐκπέμπεται.” ἐχρῆν δέ γ’ ἀμφοτέρας ἤτοι κατὰ τὴν ὑπὸ πρόθεσιν ἢ κατὰ τὴν ἐξ ἠρωτῆσθαι, ἵν’ ἐπιφέρηταί τι κοινὸν αὐταῖς συμπέρασμα.

2.5.94. Τάχ’ ἂν ἔτι πλείω λέγειν ὑπὲρ τῆς τοῦ λόγου μοχθηρίας ἐπειρώμην, εἰ μὴ καὶ ὁ Χρύσιππος ἐγνώκει τε τὴν ἀτοπίαν αὐτοῦ καὶ τὸν τρόπον τῆς ἀντιλήψεως αὐτὸς ἐγεγράφει δι’ ἧς ὀλίγον ἔμπροσθεν παρεθέμην ῥήσεως ἐγχωρεῖν φάσκων ἐκ τῶν κατὰ τὰ στήθη μερῶν ἐκπέμπεσθαι τὸν λόγον τὴν ἀρχὴν τῆς κινήσεως ἐπιπεμπούσης τῆς κεφαλῆς, ὥσπερ γε καὶ τὰ νεῦρα πάντα τὴν ἔκφυσιν ἐκ τῆς κεφαλῆς ἔχοντα τὴν ἀρχὴν τῆς δυνάμεως ἀπὸ τῆς καρδίας λαμβάνειν.

2.5.95. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ μᾶλλον μέμψαιτο, διότι καὶ κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα καὶ τούτων ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων ἢ ἐτυμολογία τις ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς.

2.5.96. κάλλιον γὰρ ἦν ἐπιμείναντα τοῖς κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑποβαλλομένοις λήμμασιν ἐξετάσαι τε καὶ κρῖναι διὰ τῆς αἰσθήσεως.

2.5.97. αὐτὸς δὲ ὥσπερ οὐ κατ’ ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθὲς ἀπεχώρησέ τε τῆς ζητήσεως αὐτοῦ καὶ ποιητὰς ἐπάγεται μάρτυρας.

2.6.1. ὅπερ οὖν ὁ Χρύσιππος ἐθεάσατο μὲν οὐκ ἐπεξῆλθε δὲ τῷ λόγῳ, τοῦτ’ ἐγώ μοι δοκῶ προσθήσειν.

2.6.2. ἐπειδὴ γὰρ ἐγχωρεῖ, κἂν ὅτι μάλιστα πάντων τῶν νεύρων ἐγκέφαλος ἀρχὴ φαίνηται, τὴν καρδίαν ἐπιπέμπειν αὐτῷ δύναμιν αἰσθητικήν τε καὶ προαιρετικήν, ὡσαύτως δὲ κἂν ἐκ τῶν κατὰ τὸν θώρακα μορίων ὁ λόγος ἐκπέμπηται, τὴν ἀρχὴν τῆς κινήσεως αὐτῶν ἀπ’ ἐγκεφάλου καταφέρε-σθαι, ζητητέον ἐφεξῆς ἐστι, πότερον οὐδέτερον οὐδετέρῳ μεταδίδωσιν οὐδεμιᾶς δυνάμεως ἢ τὸ ἕτερον τῷ ἑτέρῳ.

 

2.6.3. γένοιτο δ’ ἂν ἡ ζήτησις ὧδε. τὰ συνάπτοντα τὴν καρδίαν ἐγκεφάλῳ διασκέψασθαι χρὴ κατὰ τὰς τῶν ζῴων ἀνατομὰς ὁπόσα τ’ ἐστὶ καὶ ὁποῖα, κἄπειτα κατὰ τὸν τράχηλον ἕκαστον αὐτῶν ἢ τέμνειν ἢ θλᾶν ἢ βρόχοις διαλαμβάνειν, εἶτ’ ἐπισκέπτεσθαι τίνα καταλαμβάνει τὸ ζῷον παθήματα.

2.6.4. συνάπτει δὲ καρδίαν ἐγκεφάλῳ τὰ τρία γένη τῶν ἀγγείων, ἅπερ δὴ καὶ παντὸς τοῦ σώματος ὑπάρχει κοινά, φλέβες καὶ ἀρτηρίαι καὶ νεῦρα, φλέβες μὲν αἱ σφαγίτιδες ὀνομαζόμεναι, ἀρτηρίαι δὲ αἱ καρωτίδες, νεῦρα μὴν τὰ ταύταις ταῖς ἀρτηρίαις παραπεφυκότα.

2.6.5. τὰς μὲν δὴ σφαγίτιδας φλέβας ἢ τὰς καρωτίδας ἀρτηρίας οὐχ ἁπλῶς χρὴ τέμνειν, ὥσπερ τὰ νεῦρα, τεθνήξεται γὰρ εὐθέως τὸ ζῷον αἱμορραγίᾳ λάβρῳ συσχεθέν, ἀλλ’ ἄμεινον βρόχοις ἰσχυροῖς διαλαβόντα πρῶτον ἔν τε τοῖς ἄνω καὶ κάτω μέρεσι τοῦ τραχήλου τὸ μέσον τῶν βρόχων διατέμνειν, ὡς μηδεμίαν αἱμορραγίαν ἀκολουθῆσαι·

2.6.6. τὰ νεῦρα δὲ εἴτε θλᾶν εἴτε διαλαμβάνειν ἐθέλοις βρόχοις τισὶν ἢ τοῖς αὑτοῦ δακτύλοις εἴτε τέμνειν, ἐφ’ ἅπασι τούτοις τοῖς παθήμασιν ἓν καὶ ταὐτὸν ἀκολουθήσει σύμπτωμα τῷ ζῴῳ· ἄφωνον ἔσται παραχρῆμα, τῶν δὲ ἄλλων ἐνεργειῶν οὐδεμίαν οὔτ’ ἐν τῷ παραυτίκα βεβλαμμένον οὔτ’ ἐξ ὑστέρου φανεῖται.

2.6.7. τῶν ἀρτηριῶν δέ γε βρόχοις διαληφθεισῶν ἢ ὡς εἴρηται τμηθεισῶν ἄφωνον μὲν ἢ καρῶδες, ὡς οἱ πλεῖστοι τῶν μεθ’ ῾Ιπποκράτην κακῶς ἀνατεμόντων ἔγραψαν, οὐκ ἔσται τὸ ζῷον, αἱ δὲ ἀνωτέρω τῶν τρωθεισῶν ἀρτηριῶν ἅπασαι τελέως ἄσφυκτοι γενήσονται.

2.6.8. τὰς δὲ φλέβας οὔτε βρόχοις διαλαμβάνων οὔθ’ ὡς εἴρηται τέμνων ὄψει τινὰ σαφῶς ἐνέργειαν ἀπολλυμένην.

2.6.9. ἐκ τούτων τῶν φαινομένων ἕτοιμόν ἐστι συλλογίσασθαι μήτε τὴν καρδίαν εἰς τὴν τῶν σφυγμῶν κίνησιν ἐγκεφάλου τι προσδεῖσθαι μήτε τὸν ἐγκέφαλον καρδίας, ἵν’ αἰσθάνηταί τε καὶ κατὰ προαίρεσιν ἐνεργῇ τὸ ζῷον.

2.6.10. ὅτι μὲν γὰρ οὐδὲν ἡ καρδία πρὸς τὴν οἰκείαν κίνησιν ἐγκεφάλου δεῖται, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν καὶ τῶν νεύρων τῶν προειρημένων βρόχοις διαληφθέντων ὁμοίως ἔτι σφύζειν αὐτὴν καὶ τὰς καθ’ ὅλον τὸ ζῷον ἀρτηρίας· αἱ γὰρ ἀνωτέρω τῶν βρόχων μόναι παντάπασιν ἄσφυκτοι γίγνονται τοῦ συνεχοῦς αὐτῶν μέρους τοῦ μέχρι καρδίας ὡσαύτως ταῖς ἄλλαις σφύζοντος.

2.6.11. ὅτι δὲ οὐ τῶν ἐξ ἐγκεφάλου δυνάμεων ἡ καρδία τὴν πρώτην ἀρχὴν ἔχει, μάθοις ἂν ἐκ τοῦ πάντων τῶν εἰρημένων νεύρων ἤτοι τμηθέντων ἢ βρόχοις διαληφθέντων ἄφωνον μόνον γίγνεσθαι τὸ ζῷον, εἰσπνεῖν μέντοι καὶ ἐκπνεῖν ἀκωλύτως κατ’ ἀμφοτέρας τὰς διαφορὰς τῶν ἔμπροσθεν εἰρημένων εἰσπνοῶν τε καὶ ἐκπνοῶν, οὕτω δὲ κἀν τοῖς τέσσαρσι κώλοις ἔτι καὶ νῦν ἐνεργεῖν, καὶ καθάπερ καὶ πρόσθεν ἀκούειν τε καὶ βλέπειν καὶ πᾶσαν αἴσθησιν αἰσθάνεσθαι.

2.6.12. μόνη γάρ, ὡς εἴρηται, φωνὴ διαφθείρεται τοῦ ζῴου τμηθέντων τῶν παρὰ ταῖς ἀρτηρίαις νεύρων.

2.6.13. ὅσοι δὲ τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἐπὶ ταῖς εἰρημέναις ἀρτηρίαις ἤτοι τμηθείσαις ἢ ὡς εἴρηται διαληφθείσαις ᾤοντο καροῦσθαι τὸ ζῷον, εἶτ’ ἐκ τούτου συνελογίζοντο τὴν καρδίαν ἐγκεφάλῳ χορηγεῖν αἴσθησίν τε καὶ κίνησιν, ἐσφάλθαι μὲν αὐτοὺς ὑποληπτέον ἐν τῇ περὶ τὸ φαινόμενον ἐμπειρίᾳ, τὸ δ’ ἐξ ὑποθέσεως ἀκολουθοῦν ἀκριβῶς ἑωρακέναι·

2.6.14. εἴπερ γὰρ ὄντως ἐγίγνετο καρῶδες τὸ ζῷον, ὅπερ αὐτοῖς ὄνομα βούλεται σημαίνειν τὸ ἀναίσθητόν τε καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἂν ἀκολουθεῖν τὸ τὴν καρδίαν ἐπιπέμπειν ἐγκεφάλῳ τὴν πρώτην ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως, ἣν αὐτὸς ἅπαντι τῷ σώματι διὰ νεύρων χορηγεῖ, ὥστ’ εἶναι δευτέραν τινὰ ἀρχὴν αὐτόν, οὐκ ἀκριβῶς πρώτην, ἀνάλογον ὑπάρχῳ μεγάλου βασιλέως.

2.6.15. ἀποδεδειγμένου γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ μὲν καρδία τῶν ἀρτηριῶν ὁ δ’ ἐγκέφαλος τῶν νεύρων ἐστὶν ἀρχή, περαίνοιτ’ ἄν, εἴπερ ἀληθὲς ἦν τὸ λεγόμενον, ὡς ἡ καρδία διὰ τῶν ἀρτηριῶν ἐγκεφάλῳ χορηγεῖ δύναμιν ψυχικήν.

2.6.16. οὐ μὴν ἀληθές γ’ ἐστίν, ἀλλὰ κατεψεύσαντο τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. καρῶδες μὲν γὰρ οὐδ’ ἐπὶ τοῖς νεύροις τμηθεῖσι γίγνεται τὸ ζῷον, μήτι γε δὴ ταῖς ἀρτηρίαις· ἄφωνον δὲ τῶν νεύρων μὲν βλαβέντων γίγνεται, τῶν ἀρτηριῶν δ’ οὐ γίγνεται καὶ πολὺ δὲ μᾶλλον ἔτι τῶν φλεβῶν.

2.6.17. ἀλλ’ οἱ πλεῖστοι τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἅμα ταῖς ἀρτηρίαις τὰ νεῦρα τοῖς βρόχοις διαλαμβάνοντες, εἶτα ἄφωνον ὁρῶντες αὐτίκα τὸ ζῷον γιγνόμενον ἀρτηριῶν τὸ πάθος ᾠήθησαν ὑπάρχειν καὶ κάρον ὠνόμασαν, οὐκ ὀρθῶς, οἶμαι, εἰ μή τι ἄρα τὴν ἀφωνίαν ἐθέλουσιν ὀνομάζειν κάρον· οὕτω γὰρ <ἂν> ὀνόματι μόνον σφάλλοιντο κατά γε τοῦτο, περὶ δὲ τὸ πρᾶγμα αὐτὸ ἁμαρτάνοιεν, εἴπερ ἐπὶ ταῖς ἀρτηρίαις ὑπολαμβάνοιεν ἄφωνον γίγνεσθαι τὸ ζῷον.

2.7.1. ᾿Εγὼ μὲν δή μοι δοκῶ τὸ κελευσθὲν ὑπὸ τοῦ Χρυσίππου πεπραχέναι ζητήσας εἴτ’ ἀπὸ καρδίας ἐγκεφάλῳ δύναμίς τις εἴτ’ ἀπ’ ἐγκεφάλου τῇ καρδίᾳ χορηγεῖται.

2.7.2. Χρύσιππος δ’ αὐτὸς ὀλιγώρως ἐσχηκέναι φαίνεται περὶ τὴν τοῦ πράγματος ἔρευναν ἰδὼν μὲν τὴν ὁδὸν ᾗ χρὴ τὸ ζητούμενον ἁλῶναι, μὴ χρησάμενος δὲ αὐτῇ.

2.7.3. μέμφομαι δ’ αὐτῷ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων, ἔμπροσθεν μὲν ὡς ἀποδεικτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν.

2.7.4. εὑρίσκω δ’ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ πεποιημένον.

2.7.5. ἐν ἀρχῇ γὰρ προειπὼν ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἷς ἐστι τοῦ ζῴου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται.

2.7.6. ἔχουσι δὲ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον· “οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν οὐδ’ ἐπὶ τοσοῦτον ἀντιλογία προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις.”

2.7.7. ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατά τε τὸν θώρακα καὶ τὴν καρδίαν.

2.7.8. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ὧδε· “κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν λέγω καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ.”

2.7.9. κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν οὐ τολμήσας ἄντικρυς εἰπεῖν αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων· “ὡσανεὶ” γὰρ ἔφη “συναισθανόμενοι”.

2.7.10. μικρὸν δ’ ὕστερον καὶ τὸ ὡσανεὶ περιελὼν οὑτωσὶ γράφει· “ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν”·

2.7.11. εἶτ’ ἐφεξῆς· “τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι”, καὶ πάλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος “καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη” φησί “φαίνεται περὶ τὸν θώρακα γιγνόμενα καὶ τὰ τῶν ἐρώντων”, καὶ λοιπὸν οὐκέτι παύεται περὶ τῶν παθῶν διαλεγόμενος ὡς ἔν τε τῷ θώρακι καὶ περὶ τὴν καρδίαν μάλιστα συνίστασθαι φαινομένων.

2.7.12. ὥστ’ ἔγωγε θαυμάζω τἀνδρός, ὅπως τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φησὶν οὔτ’ αἴσθησιν οὐδεμίαν ἐκφανῆ γίγνεσθαι ποῦ τὸ κύριον τῆς ψυχῆς μέρος, οὔτε τεκμήριον· οὐ γὰρ <ἂν> ἐπὶ τοσοῦτον διενεχθῆναι πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους.

2.7.13. ἢ εἴπερ ἀρέσκεται τῷδε τῷ λόγῳ, πῶς οὐκ ᾐδέσθη πάλιν ἐν τοῖς ἑξῆς αἰσθήσει τε κρίνων τὸ δόγμα καὶ “φαίνεται” λέγων;

2.7.14. ἐγὼ δή μοι δοκῶ, καθάπερ ὀλίγον ἔμπροσθεν ἔπραξα τὸν ἀληθέστερον ἑλόμενος λόγον ὃν ὁ Χρύσιππος ἔγραψε πρὸς ἑαυτὸν ἐναντιολογούμενος, οὕτω καὶ νῦν ποιήσειν.

2.7.15. οὐδεμία γὰρ αἴσθησις ἡμῖν γίγνεται τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ κατὰ τὴν καρδίαν ἢ τὸν θώρακα περιεχομένου καὶ διὰ τοῦτ’ ἐπαινῶ μὲν τὰ πρῶτα τοῦ Χρυσίππου, δι’ ὧν ὁμολογεῖ τὸ ἀληθές, οὐκ ἐπαινῶ δὲ ἐν οἷς καταψεύδεται τῆς αἰσθήσεως.

2.7.16. οὐ γὰρ ἓν ἔτ’ ἐνταῦθα δοκεῖ μοι σφάλλεσθαι κατὰ τὸν λόγον, ἀλλὰ δύο μεγάλα· πρῶτον μέν, ὅτι παντὸς τοῦ σώματος ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ἐναργῶς ἀλλοιουμένου καὶ ποτὲ μὲν ὠχριῶντός τε καὶ καταψυχομένου καὶ τρέμοντος, ὡς ἐν τοῖς φόβοις φαίνεται γιγνόμενον, ἔστιν ὅτε δ’ ἐρυθριῶντός τε καὶ θερμαινομένου καὶ σφοδρῶς ἐντεινομένου, καθάπερ ἐν τοῖς θυμοῖς, οὐδενὸς μὲν ἄλλου μέμνηται μορίου, μόνων δὲ τῶν κατὰ τὸν θώρακα·

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30 
Рейтинг@Mail.ru