bannerbannerbanner
полная версияСочинения. Том 2

Гален
Сочинения. Том 2

6. ῾Ο µὲν οὖν ἀκριβὴς σκίῤῥος ὄγκος ἐστὶ παρὰ φύσιν ἀναίσθητός τε καὶ σκληρός. ὁ δ’ οὐκ ἀκριβὴς οὐκ ἀναίσθητος µὲν παντάπασι, δυσαίσθητός γε µήν ἐστι πάντως. ὁ µὲν οὖν ἀναίσθητος σκίῤῥος ἀνίατος. ὁ δὲ δυσαίσθητος οὐκ ἀνίατος µὲν, οὐ µὴν εὐίατος. γίνεται γὰρ ἐκ γλίσχρου καὶ παχέος χυµοῦ δυσλύτως ἐµπλαττοµένου τοῖς σκιῤῥουµένοις µορίοις· ἐνίοτε µὲν οὖν εὐθὺς ἐξ ἀρχῆς κατὰ βραχὺ συνίσταταί τε καὶ αὐξάνεται. τὰ πολλὰ δ’ ὑπὸ τῶν ἰατρῶν κατασκευάζεται, στυψάντων καὶ ψυξάντων σφοδρῶς ἐρυσιπέλατά τε καὶ φλεγµονάς. ἐὰν µὲν οὖν τις τὰ ἰσχυρῶς διαφοροῦντα τοῖς σκιῤῥουµένοις σώµασι προσφέρῃ φάρµακα καὶ σαφῆ µείωσιν ἐργασάµενος τοῦ σκίῤῥου, χρόνῳ βραχεῖ θαῤῥήσει περὶ τῆς παντελοῦς θεραπείας οὐκ ἀληθῶς, ἀγνοῶν ὅτι τῷ τοιούτῳ τρόπῳ τῆς θεραπείας τὸ λείψανον τοῦ πάθους ἀνίατον γίνεται. διαφορηθείσης γὰρ ἐξ αὐτοῦ τῆς λεπτοµεροῦς ὑγρότητος ἡ λοιπὴ ξηρανθεῖσα λιθώδης ἀποτελεῖται. οὔκουν χρὴ σφοδρῶς ξηραίνοντι τὰ σκιῤῥούµενα µόρια θεραπεύειν φαρµάκῳ, ἀλλὰ θερµασίαν µὲν ἔχειν χλιαρὰν, ὑγρότητα δ’ οὔτε πολλὴν οὔτε παντάπασιν ἐλαχίστην. τὸ µὲν γὰρ ὑπερβαλλόντως ὑγρὸν οὐδ’ ὅλως διαφορεῖ· τὸ δ’ ὀλιγοστὴν ἔχον ἰκµάδα ξηραίνει σφοδρότερον ἢ προσήκει. χρὴ τοίνυν ὑπὲρ τοῦ µέλλοντος ὀνήσειν φαρµάκου τὸ σκιῤῥούµενον σῶµα τοῖς ἐν ἡλίῳ χεοµένοις ὅµοιόν τι πάσχειν. ὀνοµάζεται δὲ τὰ τοιαῦτα φάρµακα µαλακτικά· καὶ λέλεκται περὶ αὐτῶν ἐπὶ πλέον ἐν τῷ πέµπτῳ τῆς περὶ τῶν ἁπλῶν φαρµάκων πραγµατείας. καὶ τὰ παραδείγµατα αὐτῶν εἴρηται, τά γε ἁπλᾶ µυελοί τε σύµπαντες καὶ στέατα. πρωτεύει δὲ τῶν µὲν µυελῶν πάντων ὁ ἐλάφειος· εἶτα ὁ µόσχειος. στεάτων δὲ ἐν µὲν τοῖς πτηνοῖς ζώοις τὸ χήνειον· ἐν δὲ τοῖς πεζοῖς τὸ λεόντειον. ἐφεξῆς δὲ χηνείῳ µὲν τὸ τῆς ἀλεκτορίδος· λεοντείῳ δὲ τὸ τῶν παρδάλεων καὶ τὸ τῶν ἄρκτων· εἶτα τὸ τῶν ταύρων. τὸ δὲ τῶν αἰγῶν παχύτερόν τε τούτων ἐστὶ καὶ ξηρότερον· ἔτι δὲ µᾶλλον αὐτοῦ τὸ τῶν τράγων. ὅτι δ’ οὐ δεῖται τῶν ἰσχυρῶς ξηραινόντων φαρµάκων τὸ πάθος τοῦτο, προείρηται. περὶ δὲ τῆς κατὰ λεπτοµέρειάν τε καὶ παχυµέρειαν αὐτῶν διαφορᾶς ἐνδεικτικῶς µὲν εἴρηται, σαφῶς δ’ οὐδέπω. διὸ νῦν ἀναµνῆσαί σε προσήκει τῶν ῥηθέντων ἡµῖν πρὸς ἀλλήλους, ὅτε τὸ τοῦ Κερκυλλίου παιδάριον ἐθεράπευον, ἐξ ἐρυσιπέλατος σφοδρῶς στυφθέντος τε καὶ ψυχθέντος ὄγκον σκιῤῥώδη ἔχοντος ἐν ὅλῳ τῷ µηρῷ. λεπτοµερῆ γὰρ ἡµῖν ἐφαίνετο δεῖν εἶναι τὰ µέλλοντα θεραπεύειν αὐτὸ φάρµακα, διὸ κατήντλουν ἐλαίῳ τὸν µηρὸν, ἐν σκάφῃ καθίζον βαθείᾳ τὸ παιδάριον, ἐχούσῃ πλῆθος ἐλαίου τοῦ Σαβίνου, διότι λεπτοµερέστατον ἔλαιον ἴσµεν ἁπάντων αὐτό. λουτροῦ δ’ ἀπεῖχον ὅτι µὴ διὰ πλειόνων ἡµερῶν ἕνεκα τῆς τοῦ παντὸς ἐπιµελείας σώµατος. µετὰ δὲ τὴν εἰρηµένην κατάντλησιν τὰ διὰ τῶν εἰρηµένων µυελῶν τε καὶ στεάτων φάρµακα προσέφερον, ἐνίοτε δὲ καὶ βδελλίου τοῦ Σκυθικοῦ µιγνὺς καὶ µαστίχης Αἰγυπτίας καὶ ἀµµωνιακοῦ θυµιάµατος, τοῦ λιπαροῦ τε καὶ µὴ παλαιοῦ καὶ χαλβάνης ὡσαύτως. καὶ ἐπειδὴ διὰ τούτων προπαρεσκεύαστο, λύσας ἀµµωνιακὸν τὸ λιπαρώτατον ὄξει δριµυτάτῳ κατέχρισα τὸν µηρὸν ὅλον ἐν κύκλῳ. κᾄπειτα δι’ ἡµερῶν αὖθις ὀποπάνακος ἔµιξα τὸ λιπαρώτατον, ὄξει δριµυτάτῳ ἐκλύων καὶ τούτου δηλονότι τὸν πρόσφατον, οὐ γὰρ ἂν ἄλλως ἔτι διαµένοι λιπαρός· ὥσπερ οὐδὲ τὸ βδέλλιον οὐδὲ τὸ ἀµµωνιακὸν οὐδὲ ἡ χαλβάνη. καὶ ἀσκωλιάζειν δὲ κατὰ θατέρου σκέλους ἐποίουν τὸ παιδάριον, ὅπως ἐπ’ ἐκεῖνο φέροιτο τὸ πλέον τῆς τροφῆς. ὕστερον δ’ ὡς ἤδη προσέσταλτο µὲν ὁ σκιῤῥώδης ὄγκος, ἐδεδίειν δὲ µήτι λείψανον αὐτῷ µένοι τοὐναντίον ἅπαν εἰργαζόµην, ἐπιχρίων τινὶ τῶν πιττωτῶν φαρµάκων τὸν µηρόν. ἐφαίνετο δὲ σαφῶς ἐπὶ µὲν τοῖς δι’ ὄξους ἐπιχρίµασιν ἀξιολόγως καθαιρούµενος ὁ σκιῤῥώδης ὄγκος· ἐπὶ δὲ τοῖς χαλαστικοῖς µαλακυνόµενος µὲν, ἐλάττων δ’ οὐ γινόµενος. ἀλλ’ ἡ µετὰ µέτρου τοῦ προσήκοντος ἐναλλὰξ αὐτῶν χρῆσις ἐθεράπευσε τὸ παιδάριον. ὡς εἴγε διὰ θατέρου γένους µόνου τῶν φαρµάκων ἐποιεῖτό τις τὴν θεραπείαν αὐτῶν, οὐκ ἂν ἔλυσε τὸν σκίῤῥον. ἐπὶ δὲ τῶν τενόντων, ὀνοµάζω δ’ οὕτω δηλονότι τὰς ἀπονευρώσεις τῶν µυῶν, ἐπὶ τῇ λεγοµένῃ χρήσει τῶν φαρµάκων ἐναργεστάτην ὠφέλειάν ἐστιν ἰδεῖν, εἴ τις καλῶς χρήσαιτο τῇ διὰ τοῦ πυρίτου λίθου θεραπείᾳ· χρὴ δὲ διάπυρον αὐτὸν ἐργασάµενον ὄξει δριµυτάτῳ καταῤῥαίνειν, εἶτα διακινεῖν τὸ πεπονθὸς µόριον ὑπὲρ τὸν λίθον, ὡς ἂν ὑπὸ τῆς ἀναφεροµένης ἀτµίδος ὁ σκίῤῥος λύοιτο. πολλὰ γὰρ ἤδη τελέως ἠγκυλωµένα τε καὶ κεκυλλωµένα διὰ τούτου τοῦ τρόπου τῆς θεραπείας, ἐν αὐτῷ τῷ διακινεῖν ἐθεραπεύθη τελέως, ὡς τὸ πρᾶγµα παραπλήσιον εἶναι µαγείᾳ. χρὴ δὲ προπαρεσκευάσθαι µεµαλαγµένον τὸ σκιῤῥῶδες µόριον ὑφ’ ὧν εἴρηκα βοηθηµάτων. ἀλλὰ καὶ κατὰ ταύτην τὴν διὰ τοῦ πυρίτου λίθου θεραπείαν προκαταντλεῖσθαι πολλάκις ἐλαίῳ δαψιλῶς θερµῷ Σαβίνῳ ἢ ἄλλῳ τινὶ τῶν λεπτοµερῶν· οὐ χεῖρον δὲ καὶ ἀνήθου τὴν κόµην ἐναφεψήσασθαι καὶ µᾶλλον, εἰ χλωρὸν εἴη καὶ πρόσφατον. εἰ δὲ µὴ παρείη πυρίτης, τῷ µυλίτῃ χρηστέον· ὀνοµάζουσι δ’ οὕτως ἐκεῖνον τὸν λίθον, ἐξ οὗ τὰς µύλας κατασκευάζουσιν, ἐφ’ ὧν ἀλήθουσι τὸν σῖτον.

7. Σπλῆνα µέντοι σκιῤῥούµενον οὐ µόνον ἔξωθεν ἰσχυροῖς φαρµάκοις θεραπεύειν προσήκει, ἀλλὰ καὶ διὰ ποµάτων ἰσχυροτάτων. ἀνέχεται γὰρ καὶ τούτων ἀλύπως. ἄριστα δ’ ἐξ αὐτῶν καππαρέως ῥίζης φλοιὸς καὶ σκολοπενδρίου καὶ µυρίκης αἵ τε ῥίζαι καὶ οἱ ἀκρέµονες. ἕψειν δὲ τὰ τοιαῦτα πάντα προσήκει ἐν ὄξει τε καὶ ὀξυµέλιτι. πολλάκις δ’ ἁπτοµένῳ φαίνεται µὲν ἀντίτυπος ὁ σπλὴν, οὐ µὴν σκιῤῥώδης ἐστὶν ὁ ὄγκος, ἀλλὰ πνευµατώδης µᾶλλον. ἐφ’ οὗ προαποβρέξαντα δι’ ἀψινθίου φάρµακον ἔµπλαστρον ἐπιτιθέναι χρὴ µικτῆς δυνάµεως, ὁποῖόν ἐστι τὸ διὰ θείου τε καὶ στυπτηρίας. ἔστι δ’ ἀµέλει τὰ πλεῖστα τῶν ἐν ταῖς φαρµακίτισι βιβλίοις γεγραµµένων φαρµάκων τοιαῦτα. πρόσεχε δὲ οὐχ ἁπλῶς τῇ δυνάµει τῶν µεµιγµένων φαρµάκων, ἀλλὰ καὶ τῷ πόσῳ τῆς µίξεως. ἐπὶ γὰρ τῶν πνευµατώδη τὸν ὄγκον ἐχόντων σπληνῶν καὶ µᾶλλον ἐπὶ τῶν οἰδηµάτων, κᾂν πολὺ τῶν στυπτηριῶν ἐµβάλλῃς, οὐδὲν βλάψεις. ἐπὶ δὲ τῶν σκιῤῥωδῶν προσήκει ἐπικρατεῖν τὴν διαφορητικὴν δύναµιν, ὀλίγον δ’ αὐτῇ µεµίχθαι τῆς στυφούσης. ἓν γοῦν τῶν ἁπλῶν τε καὶ αὐτοφυῶν φαρµάκων τοιοῦτον ὑπάρχον ἁλὸς ἄνθος ἰᾶται σκιῤῥουµένους σπλῆνας, ἐπιτεθὲν ἔξωθεν αὐτοῖς ἐν κύστει. ἥπατος δὲ σκίῤῥον ἀρχόµενον µὲν ἰασάµεθα πολλάκις· ἐκταθέντα δ’ εἰς πλείους ἡµέρας οὔτ’ αὐτὸς ἠδυνήθην ἰάσασθαι, οὔτ’ ἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι µὲν οὖν τοῖς οὕτω παθοῦσιν ἐξ ἅπαντος ὕδερος ἕπεται. διαφθείρονται δ’ οἱ πλεῖστοι ἐν χρόνω µακροτέρῳ. τινὰς δ’ ἱστόρησα καὶ διὰ ταχέων ἀπολοµένους, οἷς ἡ γαστὴρ διεχώρει πολλά. πρόδηλον οὖν ὅτι τούτοις ἱκανῶς ἐστέγνωτο τὰ στόµατα τῶν µεταλαµβανόντων τὴν τροφὴν ἀγγείων, ἐκ τῶν σιµῶν τοῦ ἥπατος εἰς τὰ κυρτά. τοὺς δ’ οὖν θεραπευθέντας ἐξ αὐτῶν ἡ προειρηµένη τῶν ἐν τοῖς µυώδεσι σκίῤῥων ἀγωγὴ διέσωσεν. οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρµακα, καθάπερ ὁ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγµονὴν αὐτῷ προσαγόµενα τῇ µίξει τῶν µαλακτικῶν. ἦν δ’ ἐκεῖνα τὰ δι’ ἀψινθίου κόµης καὶ µυροβαλάνου πιέσµατος καὶ νάρδων ἀµφοτέρων ᾿Ινδικῆς τε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ µαστίχης Χίας καὶ µύρων τῶν διὰ ναρδοστάχυος σκευαζοµένων, ἔτι δὲ µαστιχίνου καὶ σχινίνου καὶ µηλίνου καὶ οἰνανθίνου. τούτοις οὖν ἀµµωνιακόν τε θυµίαµα καὶ βδέλλιον, οἵ τ’ εἰρηµένοι µυελοὶ καὶ τὰ στέατα µιγνύµενα καὶ τὰ τέµνειν δυνάµενα, τὸν γεννώµενον ἐν ἥπατι σκίῤῥον ἰάσαιντο µετὰ τῆς προσηκούσης δηλονότι διαίτης καὶ τῶν ἅµα αὐτῇ πινοµένων φαρµάκων, σκοπὸν ἐχόντων ἐκφράξαι τε καὶ διαῤῥύψαι τὸν χυµὸν τὸν ἐν τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά· καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης αὐτῶν. ἐπιµιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι· παµπόλλη δ’ ἐστὶ καὶ τούτων ἡ ὕλη, γεγραµµένη µὲν ὑπὸ πολλῶν, εἰρηµένη δὲ καὶ πρὸς ἡµῶν ἐν ταῖς περὶ τῶν φαρµάκων πραγµατείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρηµένα.

8. Μεταβῆναι γὰρ ἤδη καιρὸς ἐφ’ ἕτερον ὄγκου γένος, ᾧ τῆς γενέσεως ἡ ὕλη πνεῦµα φυσῶδές ἐστι. ὀνοµάζεται δ’ οὐ µόνον φυσῶδες, ἀλλὰ καὶ φῦσα τὸ τοιοῦτον πνεῦµα, παχὺ καὶ ἀτµῶδες ὑπάρχον, οὐκ αἰθερῶδες τὴν οὐσίαν οὐδὲ λεπτόν· ἐννόησον δ’ αὐτοῦ τὴν φύσιν ἐκ τοῦ περιέχοντος ἡµᾶς ἀέρος ἀναµνησθεὶς, ὁποῖος µὲν ἐν νοτίοις καταστάσεσιν, ὁποῖος δ’ ἐν βορείοις γίνεται. τῷ µὲν γὰρ ἐν νοτίοις καταστάσεσιν ἔοικε τὸ φυσῶδες· τῷ δ’ ἐν βορείοις τὸ κατὰ φύσιν ἐν ἡµῖν πνεῦµα· συµβάλλεται δ’ εἰς τὸ µὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦµα καὶ ἡ τῶν σωµάτων πύκνωσις. ὥστε καὶ ἡ ἴασις τοῦ πάθους τούτου τὸν σκοπὸν ἕνα καὶ κοινὸν ἀµφοῖν ἕξει τὴν τῶν πεπυκνωµένων σωµάτων ἀραίωσιν καὶ τὴν τῶν πεπαχυσµένων πνευµάτων λέπτυνσιν. θερµαίνων γὰρ ἱκανῶς ἄµφω δι’ οὐσίας λεπτοµεροῦς ἀραιώσεις µὲν τὸ πεπυκνωµένον, λεπτυνεῖς δὲ τὸ πεπαχυσµένον. ἡ δὲ τῶν πασχόντων µορίων φύσις συνενδείξεταί σοι τήν τ’ ἐπιτήδειον ὕλην τῶν βοηθηµάτων καὶ τὸ µᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τὸ γάρ τοι πνεῦµα τοῦτο τὸ παχὺ καὶ ἀτµῶδες ἔσθ’ ὅτε µὲν ὑπὸ τοῖς περιοστείοις ὑµέσιν ἀθροιζόµενον ἴσχεται· ποτὲ δ’ ὑπὸ τῷ περιτοναίῳ· ποτὲ δ’ ἐντὸς τῶν ἐντέρων ἢ τῆς γαστρός. ἴσχεται δέ ποτε καὶ ὑπὸ τῶν τοὺς µῦς περιεχόντων ὑµένων ἔνδον, ὥσπερ γε καὶ ὑπὸ τῶν ὑµενωδῶν τενόντων. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητὰς χώρας ἔν τε τοῖς µυσὶ καὶ τοῖς ἄλλοις σώµασιν· ὧν χωρίων τὴν φύσιν ἐν ταῖς ἀνατοµικαῖς ἔµαθες ἐγχειρήσεσιν. οὕτω γοῦν καὶ αὐτὸς ὁ µὺς ἐµφυσᾶται. καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τὸ τῶν ἐντέρων σῶµα κατακλείεται πνεῦµα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, µεγίστην ὀδύνην παρέχει. θεραπεία δὲ κοινὴ µὲν ἁπάντων, ὡς εἴρηται, διὰ λεπτοµεροῦς οὐσίας· καὶ ὅταν γε µετ’ ὀδύνης ᾖ τὸ πάθηµα, τοιαύτης τὴν φύσιν ὡς πρᾳΰνειν τὰ ἀλγήµατα δύνασθαι. κατὰ δὲ τὴν τῶν πασχόντων µορίων διαφορὰν ἥ θ’ ὕλη τῆς θεραπείας ὑπαλλάττεται καὶ ἡ δύναµις ἐπιτείνεται καὶ ἀµβλύνεται. διὰ τοιοῦτον οὖν πνεῦµα τῆς ὀδύνης γιγνοµένης ἐν τῇ κάτω γαστρὶ, τὸ λεπτοµερὲς ἔλαιον ἐνιεὶς ἅµα τοῖς ἐναφηψηµένοις αὐτῷ φαρµάκοις, αὐτίκα παύσεις αὐτήν. τὰ δ’ ἐναφηψηµένα τῷ ἐλαίῳ φάρµακα θερµαίνοντα µετὰ λεπτοµερείας ἔστω κύµινόν τε τὸ παρ’ ἡµῖν καὶ µᾶλλον αὐτοῦ τὸ καλούµενον Αἰθιοπικὸν καὶ σελίνου καὶ πετροσελίνου σπέρµα καὶ µαράθρου καὶ σίνωνος καὶ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ σεσέλεως καὶ δαύκου καὶ σπονδυλίου. καὶ εἰ τεκµαίροιο ψυχρὰν εἶναι τὴν διάθεσιν τῶν ὀδυνωµένων µορίων, καὶ πήγανον καὶ µάραθρον καὶ δαφνίδας ἐναφεψήσεις καὶ µίξεις ἄσφαλτόν τε καὶ αὐτὸ τὸ δάφνινον, ὅσα τ’ ἄλλα τῶν οὕτω θερµαινόντων ἐστίν. εἰ δὲ καὶ φλεγµονὴν µεµίχθαι ταῖς τοιαύταις ὀδύναις ὑπολάβοις, ἀφαιρήσεις µὲν τὰ δριµέα πάνυ καὶ θερµαίνοντα σφοδρῶς. ἐπὶ δὲ τὰ µετρίως τοιαῦτα µεταβήσῃ χαλαστικὴν ἔχοντα δύναµιν. ἐναφεψήσεις οὖν τῷ ἐλαίῳ τὸ ἄνηθον, οὐ τὸ πήγανον, καὶ µίξεις στέαρ χήνειον ἢ ἀλεκτορίδος. ἀλλὰ ταῦτα µὲν ἐπὶ µεγάλοις ἀλγήµασι. τὰ δὲ µέτρια καὶ ἡ ἔξωθεν ὤνησε πυρία, µάλιστα µὲν διὰ κέγχρων, ἡ γὰρ κουφότης αὐτῶν ἀλυποτάτη τοῖς ὀδυνωµένοις ἐστί. τούτων δὲ µὴ παρουσῶν ἢ δι’ ἁλῶν θερµανθέντων ἢ δι’ ὠµόλινον ἢ ὁπωσοῦν ἄλλως. καὶ σικύα δὲ µεγάλη µετὰ φλογὸς δαψιλοῦς ἄνευ τοῦ σχάσαι τὸ δέρµα πολλάκις ἀνωδύνους διὰ ταχέων εἰργάσατο. χρὴ δὲ περιλαµβάνειν αὐτὴν τὸν ὀµφαλόν. εἰ δ’ ἐπὶ τούτοις ἐπιµένοιεν αἱ ὀδύναι, τολµήσεις χρήσασθαι τοῖς δι’ ὀπίου φαρµάκοις, ὁποῖόν ἐστι καὶ τὸ τοῦ Ταρσέως Φίλωνος ἅπασι τοῖς ἰατροῖς γινωσκόµενον, εἰδὼς µὲν ἐξ ἀνάγκης τινὰ βλάβην τοῖς πεπονθόσι µορίοις ἐκ τῶν τοιούτων φαρµάκων ἐσοµένην, ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἐνιστάµενος αἱρήσῃ µετὰ µικρᾶς βλάβης σῶσαι τὸν ἄνθρωπον ὑπὸ τοῦ τῆς ὀδύνης µεγέθους συγκοπτόµενον. ἐξέσται γάρ σοι ταῖς ἑξῆς ἡµέραις ἐπανορθώσασθαι τὴν γεγενηµένην βλάβην ὑπὸ τοῦ φαρµάκου. καλεῖται µὲν οὖν ἀνώδυνα φάρµακα τὰ τοιαῦτα τῷ παύειν τὰς ὀδύνας. ἐργάζεται δὲ τὴν ἀνάπαυλαν αὐτῶν οὐ τὰς διαθέσεις θεραπεύοντα τελέως, ἀλλὰ τὴν αἰσθητικὴν δύναµιν ναρκοῦντα. χρῆσθαι δὲ προσήκει τῷ Φιλωνείῳ φαρµάκῳ καὶ πᾶσι τοῖς δι’ ὀπίου σκευαζοµένοις οὐκ εὐθέως, ἀλλὰ µετὰ χρόνον τῆς συνθέσεως ἐνιαύσιον ἢ πάντως γε µῆνας ἕξ. µάλιστα µὲν οὖν καὶ τάχιστα διὰ τῶν πινοµένων φαρµάκων οἱ κάµνοντες ἀνώδυνοι γίγνονται, πεπονθότων αὐτοῖς τῶν λεπτῶν ἐντέρων, ὥσπερ γε καὶ διὰ τῶν ἐντιθεµένων τῇ ἕδρᾳ ταχέως ὠφελοῦνται τὰ τῶν παχέων ἐντέρων παθήµατα. γίνεται δὲ οὐ σµικρὰ τῆς δυνάµεως διάδοσις κᾀκ τῶν πινοµένων τοῖς κάτω πεπονθόσι, κᾀκ τῶν ἐντιθεµένων τῇ ἕδρᾳ τοῖς τὰ ἄνω πάσχουσιν. ἥ γε µὴν ἐν τοῖς σαρκώδεσι µέρεσι τοῦ φυσώδους πνεύµατος ἄθροισις ἔστιν ὅτε παντάπασιν ἀνώδυνος γίνεται καὶ χρόνῳ παραµένει πλείονι καὶ µάλισθ’ ὅταν ἐγγὺς ᾖ διαρθρώσεως. ἐνταῦθα γάρ τοι καὶ οἱ µύες αὐτοὶ νευρωδέστεροί τε καὶ πυκνότεροι καὶ σαρκωδέστεροί τε καὶ ἀραιότεροι κατὰ τὰ µέσα σφῶν αὐτῶν. ἐθεράπευσα δὲ, ὡς οἶσθα, τὰς τοιαύτας διαθέσεις τοῖς διὰ πίττης καὶ ῥητίνης καὶ τερεβινθίνης καὶ στέατος λεοντείου καὶ ταυρείου φαρµάκοις. ἁρµόζει δ’ ἐπ’ αὐτῶν καὶ τὸ διὰ γλοιοῦ καὶ τιτάνου καὶ τὸ διὰ τοῦ συκοµόρου, καὶ συνελόντι φάναι τὰ λεπτοµερῆ γενναίως, ἐπιµιγνυµένων αὐτοῖς τῶν µαλακτικῶν.

 

9. ᾿Επειδὴ δὲ καὶ περὶ τούτων ἱκανῶς εἴρηται, µεταβαίνειν καιρὸς ἐπὶ τὸν περὶ τῶν ἀποστηµάτων λόγον. ὀνοµάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων ἀφίσταται τὰ πρότερον ἀλλήλων ψαύοντα σώµατα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ µεταξὺ γενέσθαι κενὴν, ἥτις ἤτοι πνευµατώδη τινὰ οὐσίαν ὑγρὰν ἢ ἐξ ἀµφοῖν σύνθετον περιέξει. µεθίστανται δ’ εἰς τοῦτο καὶ τῶν φλεγµονῶν ἔνιαι, καὶ τῶν ἐρυσιπελατωδῶν δὲ καὶ φλεγµονωδῶν οὐκ ὀλίγαι. συνίσταται δὲ καὶ χωρὶς τούτων ἡ τῶν ἀποστηµάτων διάθεσις ἐκ περιουσίας µέν τινων ὑγρῶν ἢ πνευµάτων ἀτµωδῶν, ἤτοι δ’ ἐν αὐτοῖς τοῖς πάσχουσι σώµασιν ἐν µέσῳ γεννωµένων ἢ ἐξ ἑτέρων ἐπιῤῥεόντων, λόγῳ τῶν καλουµένων ἀποσκηµµάτων. ὀνοµάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ὅταν χυµοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ µορίῳ καταλιπόντες ἐκεῖνο εἰς ἕτερον µεταστῶσιν. ὅτῳ δ’ ἂν τρόπῳ γένηται διάθεσις ἀποστήµατος, ἡ µεταξὺ χώρα τῶν ἀφισταµένων σωµάτων πληροῦται τῶν ἐργαζοµένων αὐτὴν ὑγρῶν. ἅπερ ἐνίοτε χρονίζοντα πολυειδῶς ἀλλοιώσεις ἴσχει. καὶ γὰρ λίθοις καὶ ψάµµοις καὶ ὀστράκοις τε καὶ ξύλοις, ἄνθραξί τε καὶ πηλῷ καὶ γλοιῷ καὶ ἀµοργῇ καὶ τρυγὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις, ἐν ἀποστήµασιν ὅµοια περιεχόµενα σώµατα. τῶν µὲν οὖν ἐπιπολῆς ὑπὸ τῷ δέρµατι συνισταµένων ἥ τε διάγνωσις ῥᾴστη καὶ ἡ ἴασις οὐ χαλεπή. διαγιγνώσκεται µὲν γὰρ ἑτοίµως τῇ τῆς ἁφῆς ἰδιότητι. θεραπεύεται δὲ διὰ τῶν ἔξωθεν ἐπιτιθεµένων φαρµάκων, διὸ οὐ δεόµεθα τῶν πινοµένων, ὥσπερ ὅσα διὰ βάθους καὶ µάλιστα κατὰ σπλάγχνα συνίσταται. κατὰ µὲν οὖν τὰς διαγνώσεις εἴκει τοῖς ἐπερειδοµένοις δακτύλοις τὰ ἐκπυΐσκοντα, τὴν ἀντιτυπίαν οὐκ ἔχοντα τῶν φλεγµαινόντων µορίων. τὴν διάγνωσιν οὖν παρέχει σαφῆ. ἰδιότης δὲ τῆς ἕξεως ἑτέρα µέν ἐστιν ἐπὶ λεπτοῖς ὑγροῖς, ἑτέρα δ’ ἐπὶ παχέσι, καθάπερ γε καὶ ἐπὶ γλίσχρῳ καὶ µυξώδει χυµῷ. πολλάκις δ’ ἡµῖν ὑποπίπτει µετὰ τάσεως πνευµατώδους ἀφεστός τι µόριον, οὗ διαιρεθέντος εὑρέθη θρόµβος αἵµατος, ὥστε καὶ ὅστις ἐθεάσατο δὶς ἢ τρίς που τοιαύτην διάθεσιν, ἐὰν φιλόπονος ᾖ καὶ µνήµων, ἱκανὸς ἔσται διαγινώσκειν ἐν τοῖς τοιούτοις ὄγκοις περιεχόµενον θρόµβον ἐκ τοῦ παραθέσθαι τῇ µνήµῃ τὴν ἰδιότητα τῆς τάσεως καὶ τῆς εἴξεως. ἴσως δ’ ἄµεινόν ἐστιν οὐκ ἰδιότητα λέγειν, ἀλλὰ ποσότητα τάσεώς τε καὶ εἴξεως. ἡ θεραπεία δὲ τῶν ἐπιπολῆς φλεγµονῶν ἀφισταµένων ἀρχοµένης µὲν ἔτι τῆς ἀποστάσεως διὰ τῆς ἀνωδύνου τε καὶ χαλαστικῆς ἀγωγῆς, ἤδη δὲ προηκούσης ἐπὶ τὴν πεπτικήν τε καὶ διαπυητικὴν ἰδίως ὀνοµαζοµένην µεταβαινόντων γίνεται· λέλεκται δὲ περὶ αὐτῆς, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων τοιούτων, ἐν τῷ πέµπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως συντάγµατι. ὕδατί τε οὖν ἐπὶ πλεῖον καταντλεῖν προσήκει, καταχέοντας ἔλαιον θερµὸν τοῦ φλεγµαίνοντος µορίου καὶ καταπλάττειν τῷ τῶν πυρῶν ἀλεύρῳ δι’ ὕδατος καὶ ἐλαίου συµµέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ δι’ ἄρτου καταπλάσµατος. ἐκεῖνο µὲν γὰρ διαφορητικώτατόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύµης ἔχον, ὠπτηµένον τε καλῶς. οὐδὲν δ’ ὑπάρχει τούτων τῷ δι’ ἀλεύρου πυρίνου. καὶ ὅταν γε τὴν ἀρχοµένην ἐκπυΐσκεσθαι φλεγµονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν ἐκπύησιν, ἐπὶ πλεῖστον ἕψε τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι φυράσας· πολλαπλάσιον δ’ ἔστω τὸ ὕδωρ τοῦ ἐλαίου. µᾶλλον δ’ ἔτι τούτου κωλύει τὴν ἐκπύησιν τὸ τῶν κριθῶν ἄλευρον ὁµοίως σκευαζόµενον. τὸ δ’ ἐν τῇ θεραπείᾳ ταύτῃ καταντλούµενον ὕδωρ ἡψηµένην ἐχέτω µετ’ αὐτοῦ ῥίζαν ἀλθαίας. εἰ δὲ τάσις εἴη τοῦ περὶ τὸ φλεγµαῖνον µόριον δέρµατος ἰσχυρὰ, σχάζειν αὐτοῦ δεῖ πολλάκις ἐπιπολαίαις ἀµυχαῖς· καὶ µετὰ ταῦτα τὸ κρίθινον ἄλευρον ἕψοντας, ὡς εἴρηται, καταπλάττειν. ἐπειράθην δὲ πολλάκις ἐπιπολῆς τε καὶ πάνυ λεπτῶν ἀµυχῶν· ἔµπαλιν δὲ ταύταις διὰ βάθους ἑτέρων µεγάλων καὶ τρίτων ἄλλων µεταξὺ τῶν εἰρηµένων ἐν µήκει τε καὶ βάθει. αἱ µὲν οὖν ἐπιπολῆς ἀσθενῆ τὴν βοήθειαν εἶχον. αἱ δὲ βαθεῖαί τε καὶ µακραὶ πλεῖστον µὲν ἐκένουν τοῦ αἵµατος, ὡς ἐγγὺς ἀφικνεῖσθαι λειποθυµίας· αὗται δὲ πάλιν ἰδίας ἐδέοντο θεραπείας, ὥσπερ τραύµατα. τὰς διὰ µέσου δ’ αὐτῶν ἀµφοτέρων ἔξω τῶν εἰρηµένων ἀτόπων καθεστηκυίας εὗρον ἀεί· καὶ διὰ τοῦτο χρῆσθαι µᾶλλον εἱλόµην αὐταῖς πρὸ τῶν ἄλλων. ἐφ’ ὧν µέν τοι δυσεκπύητός τε καὶ δυσδιαφόρητος ὁ ὄγκος ἐστὶ, τοὺς ἐσφηνωµένους χωµοὺς ἡγητέον εἶναι παχυτέρους τε καὶ γλισχροτέρους. ἐν δὲ ταῖς τοιαύταις διαθέσεσι µόναις ἐπιτήδειός ἐστιν ἡ διὰ τῶν βαθέων ἀµυχῶν ἴασις, ἐπιτήδειον δὲ καὶ τὸ διὰ τῶν ἡψηµένων ἰσχάδων κατάπλασµα. χρὴ δ’ οὐκ αὐτὰς ἰσχάδας λαµβάνειν, ἀλλὰ τὸ ὕδωρ ἐν ᾧ διετάκησαν ἡψηµέναι. προσήκει δὲ δηλονότι γλυκείας τε καὶ λιπαρὰς τὰς ἰσχάδας εἶναι, ὡς ἐν αὐταῖς ἔχειν ὑγρότητα παραπλησίαν µέλιτι· καὶ εἰ τοιαύτας λαβὼν ἑψήσειας ἄχρι πλείστου, τὸ ἀφέψηµα µέλιτι λεπτῷ κατὰ τὴν σύστασιν ἔσται παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατι ποτὲ µὲν κρίθινον ἄλευρον ἀναδεύειν προσήκει, ποτὲ δ’ ἄρτον συγκόµιστον· ὀνοµάζουσι δ’ οὕτω τὸν µέσον τοῦ τε ἀκριβῶς καθαροῦ καὶ τοῦ πιτυρίτου καλουµένου. προσαγορεύουσι δ’ ἔνιοι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον· ἐπειδὴ τοῦ µὲν καθαροῦ τὸ ἄλευρον, οὐχ οἷόν πέρ ἐστι τῇ φύσει, τοιοῦτον εἰς τὴν ἀρτοποιΐαν λαµβάνουσιν, ἀλλὰ προδιαττῶντες ἀποκρίνουσι τὸ πίτυρον. ἔµπαλιν δὲ τοῦ πιτυρίτου προαφαιροῦσι τὸ καθαρώτατον. ὁ δ’ αὐτόπυρος ἄρτος, οἷον περιέχει τὸ ἄλευρον, ὁ πυρὸς αὐτοφυῶς τοιοῦτον φυλάττει. χρὴ δὲ καὶ τὸν πυρὸν αὐτὸν, ἐξ οὗπερ τὸ ἄλευρον λαµβάνεται, τῶν εὐγενῶν ὀνοµαζοµένων εἶναι. τινὲς µὲν γὰρ πυροὶ πλεῖστον ἐν ἑαυτοῖς ἔχουσι τὸ πίτυρον, οὓς δὴ καὶ ἀγενεῖς ὀνοµάζουσιν· ἔνιοι δὲ τὴν σεµίδαλιν, οὓς, ὡς ἔφην, εὐγενεῖς προσαγορεύουσιν. οὔκουν χρὴ πιτυρίαν εἶναι τὸν πυρὸν, ἐξ οὗπερ χρήσιµον εἰς τὸ κατάπλασµα λαµβάνοµεν ἄλευρον, ἀλλ’ ὡς εἴρηται τῶν πολλὴν ἐχόντων σεµίδαλιν. εἰ δ’ ἐξ ἀγενοῦς σίτου λαµβάνοις τὸ ἄλευρον, ἀποκρίνειν αὐτοῦ χρὴ µέρος τι τοῦ πιτύρου καὶ οὕτω τὸν µέσον ἄρτον ἐργάζεσθαι· τοῦ τοιούτου τοίνυν ἄρτου τὸ µέσον καὶ ἁπαλὸν εἰς τὰ καταπλάσµατα µιγνύναι, ὅταν ὡς ἔφην ἐν τῷ µέσῳ κατὰ δύναµιν ἀλεύρου κριθίνου τε καὶ πυρίνου βουληθῇς ποιῆσαι τὸ κατάπλασµα. τὸ µὲν γὰρ πύρινον ἄλευρον ἐκπυητικώτατόν ἐστι καὶ πεπτικώτατον· τὸ δὲ κρίθινον διαφορητικώτατον. ὁ δ’ εἰρηµένος ἄρτος ἐν τῷ µεταξὺ τούτων, ὥσπερ γε καὶ τὸ ἄλευρον αὐτοῦ τῶν εἰρηµένων ἀλεύρων πυρίνων µεταξύ. πρὸς ταῦτ’ οὖν ἀποβλέπων καὶ τῷ τῶν ἰσχάδων ἀφεψήµατι µίγνυε, ὅ τι περ ἂν ἁρµόττειν σοι δοκῇ τῶν ἀλεύρων ἢ τῶν ἄρτων. εἰ δὲ διαφοροῖτο µὲν ὁ ὄγκος, ἐλλιπέστερον δ’ ἢ προσῆκε, συνέψειν χρὴ ταῖς ἰσχάσιν ὕσσωπον ἢ ὀρίγανον. εἰ δὲ ἰσχυρότερόν ποτε ξηρᾶναι βουληθείης τὸν ὄγκον, ἅλας ἐπιβάλλειν τῷ ἀφεψήµατι· κᾄπειθ’ οὕτως ἀναδεύσαντας αὐτῷ τὸ τῶν κριθῶν ἄλευρον, ἀφαιρήσαντας δὲ καὶ τούτων τὸ πιτυρῶδες πᾶν, οὕτω καταπλάττειν ἐπὶ πλέον ἕψοντας. ἐπί γε µὴν τῶν δυσδιαφορήτων ὄγκων εὐλαβητέον ἐστὶ τὸ λείψανον αὐτῶν γενέσθαι σκιῤῥῶδες. ὥστε καὶ προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς ἐφ’ ἑκάστης λύσεως, ἐφ’ ὅ τι µεθίσταται τῶν θεραπευοµένων ὄγκων ἕκαστος· ἡ γὰρ διὰ τῶν ξηραινόντων ἰσχυρῶς ἀγωγὴ σκιῤῥῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται· γνώσῃ δὲ τοῦτο καθ’ ἑκάστην λύσιν, ἁπτόµενος τοῦ πεπονθότος µορίου καὶ παραβάλλων τῷ πρόσθεν ὄντι τὸ νῦν φαινόµενον. ἐὰν οὖν ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἐναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ βρυωνίας ἢ ἀσάρου, πολλάκις µὲν καὶ αὐτῶν µόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεµβάλλων· εἶτα τῷ ὕδατι µιγνύειν τὸ ἄλευρον, ἀναµιγνύντα τι καὶ στέατος αὐτῷ χηνὸς µάλιστα ἢ ἀλεκτορίδος· εἰ δ’ οὐκ ἔχεις ταῦτα, τοῦ γε τῶν συῶν. καὶ αὗται δ’ αἱ ῥίζαι τῶν προειρηµένων βοτανῶν καὶ πρὸς αὐταῖς τῆς ἀλθαίας µετὰ τὴν σύµµετρον ἀφέψησιν λειούµεναι σὺν ἄρτῳ τε καὶ στέατι τοὺς τοιούτους ὄγκους διαφοροῦσιν. ἰσχυροτέρα δὲ τούτων ἐστὶν ἡ τοῦ δρακοντίου· καὶ εἴποτε βουληθείης χρῆσθαι αὐτῇ λεπτοµερεστέρᾳ τε πολὺ τῶν εἰρηµένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, µίγνυε πάντως τὸ στέαρ· εἰ µὴ γὰρ ὑγραίνοις τε καὶ µαλάττοις τοὺς σκιῤῥουµένους ὄγκους, ἀλλὰ διαφοροίης µόνον ἰσχυροτέροις φαρµάκοις, ἐν µὲν ταῖς πρώταις ἡµέραις ἀξιολόγως αὐτοὺς καθαιρήσεις, ἅµα τῷ σκληρύνειν τὸ καταλειπόµενον· αὐτὸ δὲ τοῦτο σκληρυνθὲν ἔσται δύσλυτον. ἄµεινον οὖν, ὡς ἔφην; τοῖς διαφοροῦσιν ἰσχυρῶς φαρµάκοις ἀναµιγνύναι τὰ µαλάττοντα, τὴν εἰς σκίῤῥον µετάπτωσιν αὐτῶν εὐλαβούµενον· καὶ αὐτῶν δὲ τῶν σκιῤῥουµένων ἤδη τῆς θεραπείας τὸν τρόπον ἔµπροσθεν ἤκουσας. αὖθις οὖν ἐπὶ τοὺς ἐκπυϊσκοµένους ὄγκους ἴωµεν· οὓς ὅταν ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου ἀλεύρου καταπλάσµασι χρῶ. συλλαµβάνουσι γὰρ ἱκανῶς τῷ τάχει τῆς ἐκπυήσεως. ἔπειτα στοµώσας ἐὰν µὲν ἀκριβῶς ᾖ τὰ πέριξ τῆς τοµῆς ἀφλέγµαντα, τοῖς ἐµπλάστοις φαρµάκοις θεράπευε. ξηραντικὴ δ’ αὐτῶν ἡ δυνάµις καὶ ἄδηκτος ἔστω, µὴ διὰ τῶν στυφόντων συγκειµένη φαρµάκων, ἀλλ’ ἤτοι τῶν ἀλύπως διαφορούντων µόνον ἢ καί τι βραχὺ στύψεως ἐχόντων. ἐχρησάµην δ’ ἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ διὰ τῆς ζύµης καὶ τῶν κεκαυµένων ὀστρέων. εἰ δέ τι τῶν πέριξ τῆς τοµῆς φλεγµαίνοι, τῷ διὰ τῆς χαλκίτεως ἐλαίῳ τήξας, ὅταν ἀτρέµα ψυχθῇ, κατακεράσας εἰς θυείαν, µαλάττων τε ταῖς χερσὶ καὶ οἶνον παραχέων, ὡς οἶσθα. πολυχρηστότατον δ’ ἐστὶ τοῦτό µοι τὸ φάρµακον, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρµάκων ὑποµνήµασι λέλεκται. γενήσεται δ’ ἂν θεὸς ἐθέλῃ καὶ περὶ τῶν κατὰ τὰ µόρια παθῶν πραγµατεία· καθ’ ἣν τάς τε δυνάµεις ἁπάντων τῶν συνηθῶν µοι φαρµάκων ἀκριβῶς ἐξηγήσασθαι πειράσοµαι καὶ τὴν ἐπιτήδειον ὑφηγήσασθαι χρῆσιν. ἀλλὰ σύ γε τούτων ἤδη τῶν φαρµάκων, ὧν ἐµνηµόνευσα κατὰ τὸ βιβλίον τοῦτο, τὰς συµµετρίας τε καὶ σκευασίας ἔχεις παρ’ ἡµῶν λαβών. ὅταν γε µὴν ἐπὶ πλέον ἐκτακῇ τὸ δέρµα κατὰ τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλητον ἀποτελεῖται τοῖς ὑποκειµένοις σώµασιν· ὥστ’ ἀναγκαῖον εἶναι, τῇ καλουµένῃ κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ ἕλκος.

10. ῞Οταν δ’ ἐπὶ πλέον ἀκόλλητον ᾖ τὸ δέρµα τοῖς ὑποκειµένοις σώµασι, κόλπον ὀνοµάζουσι τὸ τοιοῦτον πάθος· ἐφεξῆς δ’ ἀναµνήσω σε καὶ τῆς τούτου θεραπείας, ἣν ἐθεάσω µε πολλάκις ἐπὶ πολλῶν ποιησάµενον. οὔσης οὖν τοιαύτης διαθέσεως, βέλτιον µὲν αὐλίσκον εὐθύτρητον ἢ ἐκ χαλκοῦ πεποιηµένον ἢ ἐκ κέρατος ἡτοιµάσθαι σοι· µὴ παρόντος δ’ ἐκείνου, τῶν καλουµένων πυουλκῶν ὅστις ἂν εὐρύτατον ἔχοι τρῆµα· καὶ τό γε διὰ χάρτου κεκαυµένου συντιθέµενον ἡµέτερον φάρµακον, οἶδάς µε πολλάκις ὀλίγον πολλῷ ῥοδίνῳ µιγνύντα, καὶ διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς κόλποις ἐνιέντα· κᾄπειτα µοτῷ τιλτῷ µύοντα τὸ στόµιον. ὅσα δ’ ἐµπλαστὰ φάρµακα τήκοντες ῥοδίνῳ τοῖς τοιούτοις ἐνίεµεν, οὐ διεξέρχεται τὸν πυουλκόν· ἀλλ’ ἐπὶ τούτων κύστιν προσήκει λαβόντα χοιρείαν, προστιθέναι τὸν εὐθύτρητον αὐλίσκον. εἶναι δὲ χρὴ τὰ τηκόµενα φάρµακα δριµύτερα τῶν ἐµµότων ὀνοµαζοµένων· ὁποῖα ταῦτ’ ἐστὶ τὰ συνήθη πᾶσι, χλωρὰ τῇ χροιᾷ. προσήκει µὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστ’ ἐνίεσθαι τῷ κόλπῳ δύνασθαι. καταλύεται δὲ τῶν ἐµµότων ἡ δύναµις ἐν ταῖς τοιαύταις µίξεσιν. ὅσα τοίνυν ἐµπλαστὰ φάρµακα τελέως ὄντα, καθάπερ τό τε τοῦ Μαχαιρίωνος καὶ τὸ τοῦ ᾿Επιγόνου καὶ τὸ προσαγορευόµενον ῎Ισις εἰς τὴν τῶν ἐµµότων χρῆσιν ἀγόµενα κηρωτῆς µιγνυµένης δεῖται, ταῦτα γὰρ ἐπιτήδεια τοῖς κόλποις ἐστί. δι’ ὃ γὰρ αὐτοῖς ἡ κηρωτὴ µίγνυται, διὰ τοῦτο καὶ νῦν ἐστιν ἐπιτηδεία. µίγνυται δὲ διότι δακνώδη ταῖς δυνάµεσίν ἐστιν, εἰ τακείη µόνα αὐτὰ καθ’ αὑτὰ µὴ µιχθείσης αὐτοῖς τῆς κηρωτῆς. ἀλλ’ ὅταν γε τὸ µὲν ἔλαιον ᾖ ῥόδινον πολὺ, τὸ δ’ ἐν αὐτῷ τηκόµενον φάρµακον ὀλίγον οὐκ ἔτι µένει δριµέα. συµµέτρως δ’ ὑποσαρκωθέντος τοῦ κόλπου, τῶν κολλητικῶν τι φαρµάκων ἐπιθήσεις, ὡς εἰ καὶ πρόσφατον ἔναιµον ἐθεράπευες τραῦµα. πολλὰ δὲ τοιαῦτά ἐστι· τὰ µὲν δι’ ἀσφάλτου σκευαζόµενα, καὶ καλοῦσιν οὐκ οἶδ’ ὅπως αὐτὰ βαρβάρους ἐµπλάστρους· ἕτερα δὲ φάρµακα κιῤῥὰ ἢ φαιὰ τὰ διὰ λιθαργύρου τε καὶ ἰοῦ µέχρι πλείονος ἑψηθέντα. γίνεται γὰρ οὗτος ὁ ἰὸς κίῤῥος, ὁ δ’ ἐπ’ ὀλίγον ἑψηθεὶς τὰς µηλίνας ὀνοµαζοµένας ἐµπλάστρους ἐργάζεται. γιγνώσκεις δ’ ὅτι πάντα τὰ µεταλλικὰ φάρµακα λεπτοµερέστερά τε καὶ ξηραντικώτερα γίνεται µέχρι πλείονος ἑψόµενα. τοῖς γε µὴν ἐν τῷ παραυτίκα κιῤῥοῖς φαρµάκοις ἀποτεθεῖσιν ἐπίπαγός τις ἔξωθεν ἐπιπήγνυται φαιὸς, ὑφ’ ᾧ τὸ βάθος τοῦ φαρµάκου κιῤῥότερον ἢ ἐξ ἀρχῆς φαίνεται. καὶ διὰ τοῦτο τινὲς µὲν διχρώµους ὀνοµάζουσι τὰς τοιαύτας ἐµπλάστρους, τινὲς δὲ διπροσώπους. ὅσῳ δ’ ἂν ὦσι λεπτοµερέστεραί τε καὶ ξηραντικώτεραι, τοσούτῳ µᾶλλον ἐνεργήσουσιν ἐπὶ τὸν κόλπον. εἰς βάθος γὰρ αὐτῶν χρὴ διϊκνεῖσθαι τὴν δύναµιν, εἰ τοῦ προκειµένου σκοποῦ τυγχάνειν µέλλοιεν. αἱ δὲ τὰ πρόσφατα καὶ ἔναιµα τραύµατα κολλῶσαι, κᾂν ἧττον τούτων ξηραίνωσι, κολλῶσι τὰ χείλη τῶν τραυµάτων. ἐὰν µὲν γὰρ εἴη βραχέα τε καὶ ἀβαθῆ, δι’ αὐτὸ τοῦτο ῥᾷόν τε καὶ θᾶττον ἀνύουσι τὸ δέον, ἐὰν δὲ εἰς βάθος διήκῃ τὸ τραῦµα τὸ πρόσφατον, καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν εἰώθαµεν αὐτὰ συνάγειν. οἱ µὲν οὖν κόλποι πάντες οὐχ ἁπλαῖ διαιρέσεις εἰσὶν, ἀλλ’ ἀναδέδαρται συχνὸν ἐν αὐτοῖς ἄλλοτε κατ’ ἄλλο µέρος, ὅπερ οὐδ’ αὐτὸ χρὴ λανθάνειν σε. πρὸς µὲν γὰρ τὴν ἄνω χώραν ἀνατεταµένου τοῦ κόλπου, ῥᾳδίως ἐκρεῖ διὰ τοῦ στόµατος ὁ ἰχώρ. κατάντους δ’ ὄντος αὐτοῦ, µένων ἔνδον ἀναβιβρώσκει τι τῶν συνεχῶν. ἐπὶ µὲν δὴ τῶν τοιούτων κόλπων, εἰ µὴ πρότερον εἰς ὑπόῤῥυσίν τινα ποιήσῃς τοµὴν, οὐδὲν ἀνύσεις οὔτ’ ἐν τῷ σαρκοῦν αὐτοὺς οὔτ’ ἐν τῷ κολλᾷν. ἐπὶ δὲ τῶν ἄλλων οὐ δεήσει διαιρέσεως, ἐάν γε µόνον φυλάττῃς τὸ προσῆκον σχῆµα τῷ πεπονθότι µορίῳ, δι’ ὃ σχῆµα δυνήσῃ ποτὲ καὶ τὸν ἀνάῤῥοπον κόλπον ἐργάσασθαι κατάῤῥοπον καὶ τὸν κατάῤῥοπον ἀνάῤῥοπον. εἶδες γοῦν ἐµέ ποτε τὸν ἐν τῷ πήχει κόλπον, οὗ τὸ στόµιον ἦν ἐγγὺς τοῦ ἀγκῶνος, ἀναῤῥόπῳ σχήµατι θεραπεύσαντα, χωρὶς ἀντιδιαιρέσεως. καὶ κατὰ µηρὸν δὲ ὁµοίως τοῦ καταῤῥόπου κόλπου, πρὸς µὲν τῷ γόνατι τὸ πέρας ἔχοντος, ὑψηλὸν δὲ τὸ στόµα τῆς µέσης κατὰ τὸν µηρὸν χώρας ἀνωτέρω, χωρὶς ἀντιδιαιρέσεως ἐθεάσω τὴν θεραπείαν γενοµένην, ὑποτιθέντος µου κατὰ τὴν ἰγνύαν ὑπαυχένιον µαλακὸν ὡς ταπει-νοτέραν ἔχειν τὴν θέσιν τὸν βουβῶνα τοῦ γόνατος. ἤρκεσε δὲ καὶ ἐπὶ τούτου τοῦ κόλπου καὶ ἑτέρων µειζόνων µελίκρατον µόνον ἐνεθὲν, ἐπιτήδειον εἰς κόλλησιν παρασχεῖν ἅπαν τὸ βάθος αὐτοῦ. τινὲς µὲν δὴ κονίαν στακτὴν προσενίασιν, ἐξελέγχοντες ἑαυτοὺς ἐφ’ οἷς ἐνίεσαν ἔµπροσθεν φαρµάκοις ὑποσαρκοῦντες τὸν κόλπον. οὐ γὰρ οἷόν τε σάρκα νεωτέραν ἐπιτραφῆναι τῇ πρότερον οὔσῃ ῥύπου περικειµένου. πῶς οὖν αὐτάρκως σεσαρκωµένου τοῦ κόλπου τὸ κολλητικὸν ἐπιφέρουσι φάρµακον, εἴπερ ὡς ἱκανῶς ὄντα ῥυπαρὸν ἐπιχειροῦσι διαῤῥύπτειν τῇ κονίᾳ τῆς καθαρᾶς σαρκὸς, οὐδὲ τὸ δριµὺ µελίκρατον φερούσης; ἐπὶ ταύτης µὲν οὖν ἀρκεῖ τὸ τοιοῦτον ἐνιέµενον, ὡς ἂν καὶ πίνοι τις ἡδέως αὐτό. καὶ µετά γε τὸ µελίκρατον ἐφεξῆς εἴωθα, πρὶν ἐπιθεῖναι τὸ κολλητικὸν φάρµακον, ἐκκλύζειν τὸν κόλπον ποτὲ µὲν οἴνῳ µόνῳ, ποτὲ δὲ οἰνοµέλιτι. πρὸς µὲν γὰρ τὸ περιῤῥῦψαί τε καὶ ἀποκαθῆραι τοὺς περὶ αὐτὸν ἰχῶρας ἄµεινον τὸ µελίκρατον· εἰς δὲ τὴν µέλλουσαν κόλλησιν ὁ οἶνος. ἔστω δὲ µέσος γλυκύτητός τε καὶ στύψεως. καὶ µέντοι καὶ µετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος φαρµάκου σπόγγος καινὸς ἐξ οἰνοµέλιτος µόνος περιβαλλέσθω µαλακὸς ὡς ἔνι µάλιστα· καὶ ἡ ἐπίδεσις ἀπὸ µὲν τοῦ πυθµένος ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δὲ ἐπὶ τὸ στόµιον. αἱ δὲ περιβολαὶ τῶν ὀθονίων σφιγγέτωσαν µὲν ἀνωδύτως τὸν πυθµένα τοῦ κόλπου, κατὰ βραχὺ δ’ ἐκλυέσθω ἄχρι τοῦ στοµίου· καὶ τοῦτο δ’ αὐτὸ χαλαρὰν ἐπίδεσιν ἐχέτω τοῦ φαρµάκου, τῆς περιβαλλοµένης ἔξωθεν ἐµπλάστρου τῷ κόλπῳ διεψαλισµένης κατὰ τὸ τοῦ κόλπου στόµιον, ὡς ἐκρεῖν δύνασθαι εἴ τις ἰχώρ. ἐκκρίνοιτο δὲ διὰ τοῦ κόλπου, µικροῦ τινος ἄλλου κατ’ αὐτοῦ ἐπιτιθεµένου ἐµπλάστρου µέχρι τῆς ἐπιλύσεως, ἣν διὰ τρίτης ποιησάµενος ἀφαιρήσεις αὐτὸ τοῦτο τὸ οἷον ἐπίθεµα περικείµενον, ἐάσας τὸ καθόλου τοῦ κόλπου περιβεβληµένον φάρµακον. ἔστω δέ σοι διάγνωσις, εἰ κεκόλληται τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκ τοῦ ῥέοντος ἰχῶρος, εἰ πολὺς ἢ ὀλίγος ἐστὶν ἢ πεπεµµένος ἢ ἄπεπτος· ἔτι δὲ καὶ κατ’ αὐτὸν τὸν κόλπον, εἰ µήτ’ ὀδύνη τις αἰσθη-τικὴ µήτ’ ὄγκος· ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν ἐστιν. ἐὰν δὲ καὶ πῦον εὔπεπτον ἐπὶ τοῦ στόµατος ἴδῃς ὀλίγον, ἔτι µᾶλλον τὰς ἐλπίδας ἀγαθὰς ἕξεις περὶ τοῦ κεκολλῆσθαι τὸν κόλπον. ἐπιθείς τε τὸν σπόγγον αὖθις, ἐπιδήσας τε πάλιν, ὡς εἴρηται, λῦε κατὰ τὴν ὑστεραίαν ἢ διὰ τρίτης ὑπαλλάττων ἀεὶ τὸ κατὰ τοῦ κόλπου στοµίου ἐπικείµενον ὀθόνιον ἐκ τῆς αὐτῆς ἐµπλάστρου κεχρισµένον, ὃ περιλήψεται σύµπαν ἐν κύκλῳ τὸ στόµιον· εἶναι δ’ αὐτὸ χρὴ µὴ πάνυ προστετυπωµένον, ἀλλ’ ὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου πάντα κενοῦσθαι δι’ αὐτοῦ. κατὰ µὲν οὖν τὴν πρώτην τε καὶ δευτέραν ἡµέραν ἐὰν ἐκκρίνῃ ταύτης ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου, µὴ πάνυ τῆς κολλήσεως ἀπέλπιζε. πολλάκις γὰρ ἡ τοῦ περιβαλλοµένου φαρµάκου τῷ πεπονθότι µορίῳ δύναµις ἐκθλίβει σφοδρῶς ἔκ τε τοῦ δέρµατος αὐτοῦ καὶ τῆς ὑποκειµένης σαρκὸς αὐτῷ ὑγρότητα λεπτὴν, ὅταν γε οὕτως ἔχῃ διαθέσεως τὸ τοῦ θεραπευοµένου σῶµα διὰ φυσικὴν κρᾶσιν ἢ µοχθηρὰν δίαιταν. ἧς ἐκθλιβείσης συµµέτρως ξηρὰ γενόµενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡµέραν ἢ τετάρτην ἀπὸ τῆς ἀρχῆς, ἐὰν ἄπεπτος ἰχὼρ φαίνηται διὰ τοῦ στόµατος, γίνωσκε µὴ κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων καὶ τὸ περιβαλλόµενον τῷ πεπονθότι µορίῳ φάρµακον ἰσχυρῶς µὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον· οἷόν ἐστι τὸ ἡµέτερον κιῤῥὸν, ὃ χωρὶς κηροῦ σκευάζεται διὰ µεταλλικῶν φαρµάκων ἡψηµένων καὶ ἐλαίου κικίνου καὶ ὄξους. ἐναίµων τε τραυµάτων κολλητικὸν ἀλύπως καὶ ξηραντικὸν κόλπων. εἶδες δ’ αὐτῷ καὶ σύριγγα θεραπευθεῖσαν, ἐφ’ ἧς στενῆς τ’ οὔσης ὀπῆς καὶ µακρᾶς καὶ µηδέπω µοι φαινοµένης ἔχειν ἔνδον ἐν αὐτῇ τύλον, ἀλλὰ µόνον ῥύπον, ἐν ᾗ καὶ πρότερον ἔκλυσα τὴν κονίαν, εἶτ’ ἐπισχὼν ἐν τῇ σύριγγι µεῖναι τοσοῦτον χρόνον, ἐν ὅσῳ τὸν ῥύπον ἤλπισα τελέως ἐκπεσεῖν ἅπαντα, µετὰ ταῦτ’ ἐπέθηκα τὸ φάρµακον. οὕτω δὲ καὶ τοὺς ὑπ’ αὐτῷ τῷ δέρµατι µόνῳ κόλπους σαρκώσεως µὲν οὐ δεοµένους, ἀµαθῶς δὲ θεραπευοµένους ὑπό τινων, ἅµα τῷ παραλαβεῖν ἐκόλλησα τῷ φαρµάκῳ τῷδε προεκκλύσας τῇ κονίᾳ, διὰ τὸ µηδενὶ τῶν καθαιρόντων ἕλκους φαρµάκων χρῆσθαι τοὺς θεραπεύοντας. ὅταν γε µὴν τῶν εἰς ἀπόστασιν ἀφικνουµένων ὄγκων ἡ τοµὴ γένηται βραδέως ἢ δι’ ἀµαθίαν τῶν θεραπευόντων ἢ διὰ δειλίαν τῶν θεραπευοµένων, οὐκ ἐπιτρεπόντων τεµεῖν, ἀλλὰ περιµεινάντων ἐν χρόνῳ πλείονι διαβρωθῆναι τὸ δέρµα πρὸς τοῦ πύου, συµβαίνει πολλάκις ἅπαν τὸ περὶ τῷ κατὰ τὴν ἀπόστασιν ἀθροισθέντι πύῳ δέρµα λεπτὸν ἱκανῶς γενέσθαι, καθάπερ τι ῥάκος· ὅθεν ἡγοῦµαι καὶ τοὔνοµα αὐτῷ πρὸς τῶν ἰατρῶν τεθεῖσθαι τὸ ῥακῶδες. ἔστιν οὖν τὰ τοιαῦτα δέρµατα δυσκόλλητα, καὶ µάλισθ’ ὅταν τις αὐτοῖς ἐπιβάλῃ ξηρὸν κατὰ τὴν σύστασιν φάρµακον· ὑπὸ τούτων γὰρ ἔτι µᾶλλον γίνεται ῥακῶδές τε καὶ ξηρὸν τὸ δέρµα, παραπλήσιον ταῖς τριβακαῖς διφθέραις. ἔδοξεν οὖν µοι προσηκόντως ἄν τις χρήσασθαι πρὸς τὴν κόλλησιν αὐτοῦ τῇ συστάσει µὲν ὑγρῷ φαρµάκῳ, τῇ δυνάµει δὲ ξηρῷ. λέλεκται δ’ ἐν τοῖς περὶ φαρµάκων ὅτι δυνάµει ξηρὰ φάρµακα καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὅσα ξηραίνειν πέφυκε. κάλλιστον δὲ πάντων τῶν ὑγρῶν µὲν τῇ συστάσει, ξηρῶν δὲ τῇ δυνάµει τὸ συντεθὲν ὑπ’ ἐµοῦ φάρµακόν ἐστι, τὸ διὰ λιθαργύρου καὶ στέατος χοιρείου παλαιοῦ καὶ χαλκίτεως, ἐχόντων ἔλαιον παλαιότατον. ἄµεινον δ’ ἐνεργοῦντος ἐπειράθην αὐτοῦ κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν µὴ πάνυ τι σκληρὸν ᾖ µηδ’ ἀκριβῶς ἀµόλυντον. ἀλλὰ κᾂν τοιοῦτον σκευασθῇ καὶ τῶν ἐναίµων µέν ἐστι τραυµάτων κολλητικὸν καὶ πάντων δὲ τῶν ἑλκῶν ἐπουλωτικὸν, ἀνιέµενόν τ’ ἐλαίῳ, κᾄπειτα µετ’ οἴνου µετρίως παλαιοῦ φυρώµενον, εἶτ’ ἐπιτιθέµενον ἐν κύκλῳ ταῖς τοιαύταις διαθέσεσιν, ἀλύπως αὐτὰς ἐκόλλησε πολλάκις. ἁρµόττει δ’, ὡς εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερµάτων οὐχ ἥκιστα καὶ τὸ µέλι µέχρι συστάσεως ἐµπλαστρώδους ἑψηθέν. ἔστι δ’ ἡ συµµετρία τῆς ἑψήσεως αὐτοῦ δυσκατόρθωτος τῷ µὴ τεθεαµένῳ. χρὴ γὰρ αὐτὸ µήθ’ οὕτω γενέσθαι σκληρὸν, ὡς δυσπρόπτωτον εἶναι, µήθ’ οὕτως ὑγρὸν, ὡς περιῤῥεῖν. τὸ µὲν γὰρ σκληρὸν εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖται ταῖς σκληραῖς ἐµπλάστροις, τὸ δ’ ὑγρὸν, ὡσανεὶ ἐπικείµενον θερµῷ σώµατι, περιῤῥεῖ κύκλῳ καὶ ξηρὰν ἀπολείπει τὴν ὀθόνην, ἥτις οὐ µόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ πρὸς κακοῦ γίνεται τῷ κολληθησοµένῳ δέρµατι. συµµέτρως γε µὴν ἑψηθὲν τὸ µέλι κάλλιστόν ἐστι φάρµακον ἐπὶ τῶν τοιούτων κόλπων. ἐπεὶ δ’ ἡ συµµετρία τῆς ἑψήσεως αὐτοῦ δυστέκµαρτός ἐστιν, ἄµεινον ἔδοξέ µοι καταπάττειν αὐτῷ χνοώδη σµύρναν ἢ ἀλόην ἢ λιβανωτὸν ἤ τινα τούτων ἢ πάντα ὁµοῦ· καὶ µάλισθ’ ὅταν ἐπὶ τῆς ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττειν δὲ αὐτὰ διὰ κοσκίνου, µετεώρου κρατουµένου κατὰ τοῦ µέλιτος. ἀρκεῖ δ’ ἅπαξ ἢ δὶς κροῦσαι αὐτὸ πρὸς τὴν συµµετρίαν τῆς διεκπτώσεως. ἐνίοτε δὲ καὶ κατ’ αὐτὴν τὴν ἕψησιν ἐµπάττω τι τῷ µέλιτι τῶν εἰρηµένων φαρµάκων, καὶ µάλισθ’ ὅταν ὁ κόλπος ᾖ µείζων τε καὶ βαθύτερος. ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ κενταυρίου, θαυµαστοῦ φαρµάκου πρὸς τὴν τοιαύτην χρείαν· ἐφεξῆς δ’ αὐτῷ σύµφυτον ἐπιτήδειόν ἐστι καὶ µετ’ αὐτὸ τῆς ᾿Ιλλυρίδος ἴρεως ἡ ῥίζα, µεθ’ ἣν καὶ τὸ τῶν ὀρόβων ἄλευρον. εὔδηλον ὅτι κεκόφθαι τε καὶ διηθῆσθαι λεπτῷ κοσκίνῳ καὶ µετὰ ταῦτά γε λελειῶσθαι τὰ τοιαῦτα πάντα προσήκει. µιγνύσθω δὲ τῷ µέλιτι κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκ’ ἂν ἀπὸ τοῦ πυρὸς ἐξαίρεσθαι µέλλῃ, τοσοῦτον ἡµῶν ἐπιδιατριψάντων, ὡς ἑνωθῆναι καλῶς αὐτὰ τῷ προηψηµένῳ µέλιτι. κάλλιον δὲ καὶ καθαιροῦντα τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐµπάττειν ἅπαντα τὰ τοιαῦτα, κᾄπειτα κινεῖν ἐπιµελῶς ἄχρις ἂν οὕτω γένηται τὸ µέλι χλιαρὸν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευσοµένῳ σώµατι.

 
1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45 
Рейтинг@Mail.ru