bannerbannerbanner
полная версияСочинения. Том 2

Гален
Сочинения. Том 2

9. Πάλιν οὖν ἐπανελθόντες ἐπὶ τὸ προκείµενον, ἐπιθῶµεν αὐτῷ τέλος. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωµεν ἑξῆς, ἀρχὴν κᾀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινοµένων ποιησάµενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον καὶ ἁψαµένοις ὧν πρῶτον ἀλλοιῶσι, ποιήσασθαι τὴν µεταβολὴν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγµάτων ἡ φύσις ἐνδείκνυται. παρὰ γὰρ τὴν ἔννοιάν ἐστιν ὑπὸ τῆς ἐνταῦθα φλογὸς ἀλλοιοῦσθαί τι τῶν ἐν Αἰγύπτῳ. καὶ µὴν εἰ ἁψάµενον ἀλλοιοῖ τὸ µεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὖν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ µὲν οὖν τέµνει τὸ πλησιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ µὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν µεταβολήν. οὐ µὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος µεταστῆσαι. θερµότης µέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ µὴ διὰ τάχους ὁµοίως ταῖς εἰρηµέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται µεταλλάττουσι τὰ ὑποκείµενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχοµεν ἀλλοιοῦν δυναµένην; ἢ τὸ σύµπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ µόνας ὀνοµάζεσθαί τε καὶ νοµίζεσθαι προσήκει τὰς εἰρηµένας ποιότητας δραστικὰς, καὶ µάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν, καὶ κατ’ αὐτὴν µᾶλλον τὴν θερµότητα, δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης, καὶ ξηρότης. ἄλλη δὲ οὐδὲ µία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι’ ὅλων αὐτῶν. εἰ γάρ τι διασπᾷ, καὶ θλᾷ, καὶ τέµνει, καὶ νύττει, δρᾷ µέντοι καὶ τοῦτο, δι’ ὅλου δὲ οὐκ ἐκτείνει τοῦ πάσχοντος τὴν ἀλλοίωσιν, ὅθεν οὐδ’ εἰς ἕτερον εἶδος οὐσίας αὐτὸ µεθίστησιν, ἀλλ’ εἰς πλείστας διαιρεῖ. τὴν γοῦν χιόνα διαιρῶν µὲν εἰς ἐλάχιστα µόρια, φυλάξεις χιόνα, θερµῄνας δὲ παύσεις τοῦ εἶναι χιόνα. καὶ γὰρ καὶ ἡ γένεσις ἐξ ὕδατος αὐτοῦ ψυχθέντος, οὐκ εἰς ἓν ἀθροισθέντος. αὔξησις µὲν γὰρ οὐσίας τοῦτο, γένεσις δὲ ἐκεῖνο. καὶ δὴ καὶ τῶν ἐναντίων, ἡ µὲν εἰς σµικρὰ διαίρεσις, µείωσις τῆς οὐσίας ἐστὶν, ἡ δὲ θέρµανσις, ἑτέρας οὐσίας ἐστὶ γένεσις, ὅταν ἀλλοιώσῃ τὸ προϋπάρχον εἶδος. ὅσα τοίνυν σώµατα πρῶτον τὰς τοιαύτας ἔχει ποιότητας, ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ, καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, καὶ πῦρ, ἅπερ ἅπαντες οἱ µὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωµένων τε καὶ φθειροµένων ἔφασαν εἶναι. καὶ µεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ, καὶ εἶναί τι κοινὸν ἅπασιν ὑποκείµενον. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος· ὅτι δὲ οὐ χρὴ δυσωπεῖσθαι τὸ πλῆθος τῶν ἁµαρτανόντων τῆς ἀληθείας, ἀλλ’ εἰ µὲν ἔχει τις ἀπόδειξιν, ἐκείνῃ πιστεύειν. εἰ δὲ οὐκ οἶδεν ὅλως οὐσίαν ἀποδείξεως, ὥσπερ ἔνιοι τῶν φιλοσοφεῖν φασκόντων ὁµολογοῦσι, µὴ τολµᾶν ἀποφαίνεσθαι πάντως. παραπλήσιον γὰρ τοῦτό γε τῷ βούλεσθαι µαθεῖν, ὅπως χρὴ προγιγνώσκειν ἔκλειψιν ἡλίου, πρὶν ἐπ’ ἀριθµῶν καὶ γραµµῶν γυµνάσασθαι. φευκτέον οὖν σοι τοιούτους ἀνθρώπους, ὥσπερ τὰ βάραθρα· συγκατασπῶσι γὰρ αὑτοῖς ἐνίοτε τοὺς πλησιάζοντας, ἢ πάντως γε ῥυπαίνουσι, εἰ µή τις ἱκανῶς εἴη γεγυµνασµένος ἐν θεωρίᾳ λογικῇ. ταύτῃ τοι καὶ ἀσκητέον ἡµῖν οὕτως, ὡς οὐδὲν ἕτερον, ἐκείνην τὴν θεωρίαν. ἀλλὰ τοῦτο µὲν οἶδ’ ὅτι πάρεργον.

10. ᾿Επὶ δὲ τὸ προκείµενον ἐπανίωµεν. ἐκ τῶν τεσσάρων στοιχείων ἀλλήλοις κεραννυµένων ἓν ὁµοιοµερὲς γίγνεται σῶµα, κατὰ τὸ τῆς κράσεως ποιὸν, ἤτοι γε αἰσθητικὸν, ἢ ἀναίσθητον. ὡσαύτως δὲ καὶ κατὰ µέρος ἐν ἑκατέρῳ τῷ γένει διαφοραὶ πᾶσαι τῇ τῆς κράσεως ἕπονται διαφορᾷ. κατὰ γοῦν τὴν ταύτης ἰδιότητα τὸ µὲν γίγνεται ὀστοῦν, τὸ δὲ σὰρξ, τὸ δὲ ἀρτηρία, τὸ δὲ νεῦρον. ἀλλὰ καὶ ἡ καθέκαστον αὐτῶν ἰδιότης ἐν τῇ τῆς κράσεώς ἐστιν ἰδιότητι. ξηροτέρα µὲν γὰρ καὶ θερµοτέρα σὰρξ ἡ τοῦ λέοντος· ὑγροτέρα δὲ καὶ ψυχροτέρα τοῦ προβάτου· µέση δ’ ἀµφοῖν ἡ τοῦ ἀνθρώπου. καὶ αὐτῶν δὲ τῶν ἀνθρώπων ἡ µὲν τοῦ Δίωνος, εἰ οὕτως ἔτυχε, θερµοτέρα, ψυχροτέρα δ’ ἡ τοῦ Φίλωνος. ὥστε γίγνεσθαι τὰς διαφορὰς τῶν ὁµοιοµερῶν σωµάτων ἁπλᾶς µὲν, ὅσα πέρ ἐστι τὰ στοιχεῖα, θερµοτέρας, καὶ ψυχροτέρας, καὶ ὑγροτέρας, καὶ ξηροτέρας· συνθέτους δ’ ἄλλας τέτταρας, ὑγροτέρας τε ἅµα καὶ ψυχροτέρας, θερµοτέρας τε καὶ ὑγροτέρας· ἄλλην τέ τινα τρίτην ξηροτέραν τε ἅµα καὶ θερµοτέραν· ἐφ’ ᾗ τετάρτην ψυχροτέραν τε ἅµα καὶ ξηροτέραν· ἐφ’ αἷς πρώτην ἁπασῶν εἶναι τὴν εὐκρατοτάτην. ἀλλὰ περὶ µὲν τούτων ὁ λόγος ἱκανὸς ἐξείργασται σύµπας ἐν τοῖς περὶ κράσεων. ὁ δὲ νῦν ἐνεστὼς, ἐπειδὴ τῶν ὁµοιοµερῶν τὴν ἀρετήν τε καὶ τὴν κακίαν ἐξεῦρεν ἐν τῇ συµµετρίᾳ τε καὶ ἀµετρίᾳ τῶν στοιχείων, ἑξῆς ζητήσει διορίσαι τῆς κακίας αὐτῶν τὴν νόσον. ὁ διορισµὸς δὲ ἀπὸ τῆς ἐννοίας ἑκατέρων τῶν πραγµάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ σώµατος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ µὲν οὖν ὑγιαίνουσα κατασκευὴ τοῦ σώµατος ἀβλαβεῖς ἔχει τὰς κατὰ φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαµµένας. ὥστ’, ἐπειδάν τις ὑγιαίνων ἀσθενεστέρας µὲν ὑγιαίνοντος ἑτέρου τὰς ἐνεργείας ἔχῃ, µηδέπω δ’ ἤδη βεβλαµµένας, δυσκρατότερος µέν ἐστι, νοσεῖ δ’ οὐδέπω. µία µὲν οὖν ἡ εὐκρατοτάτη τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ εὔκρατος µὲν οὐδεµία, δύσκρατοι δὲ σύµπασαι, τοσαῦται τὸν ἀριθµὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς µὲν εὐκράτους τίθεσθαι, τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογµάτων ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ µίαν ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκµαζόντων, γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν, ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν τρίτον εἶναί τι πλάτος ὑγείας, ὡς παµπόλλας ἐν αὐτῷ περιέχεσθαι διαφορὰς τῶν ὑγιαινόντων σωµάτων, ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ κᾀν τοῖς ἄλλοις ἅπασιν ἔχει. καὶ γὰρ οἰκία, καὶ ναῦς, καὶ σκίµπους, καὶ κιβωτὸς, ἱµάτιόν τε, καὶ ὑπόδηµα, καὶ δίφρος, ἤτοι βέλτιόν ἐστιν, ἢ χεῖρον τῇ κατασκευῇ, πρὶν νοσεῖν. καὶ τρεῖς ταύτας ὑποθετέον ἡµῖν ἐστι κατασκευὰς σώµατος ἅπασι τοῖς οὖσι, τὴν ἀρίστην, τὴν φαύλην, τὴν νοσοῦσαν. ἀλλ’ ἡ µὲν ἀρίστη µία, τὸ χεῖρον γὰρ οὐκ ἐγγίγνεται τῷ τελεωτάτῳ· τῶν δὲ ἄλλων ἀµφοῖν οὐκ εὐαρίθµητον µὲν τὸ πλῆθος, αἱ διαφοραὶ δ’ ἐν τῷ µᾶλλόν τε καὶ ἧττον.

11. Οπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναµεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωµεν ἐν κεφαλαίοις τὰ εἰρηµένα. γνωσόµεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουµένου τὸ εὑρηµένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόµενόν ἐστι. προὔκειτο µὲν ἡµῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδοµικὴ τῆς οἰκίας δηµιουργική ἐστιν, ἀλλ’ ὡς τοῦ διαφθειροµένου µέρους αὐτῆς ἐπανορθωτική. καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούµενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόµῳ τὰ σφάλµατα τοῦ σώµατος ἐπανορθοῦσθαι δυνατός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην µεταχειριζόµενος. ἐπεὶ δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν τοῦ σώµατος, οὗ τὰ σφάλµατα µέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαµεν. εὑρόντες δ’, ὡς ἐνέργειαί τε καὶ κατασκευαὶ µορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συµπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαµεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς µορίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσηµάτων σκεψόµεθα. καὶ σχεδὸν ἡµῖν ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἶδός τι µόνον αὐτῆς, καὶ οἷον παράδειγµα. τὴν δὲ σύµπασαν οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐπιστήµης ἕξοµεν, ἐπειδὰν ταῖς ὕλαις ἐµβιβάσωµεν τὰ εἴδη. χρὴ γὰρ οὐ µόνον, ὅτι θερµοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται µόριον, ἐγνωκέναι τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς µὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου µορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύµονος, καρδίας, ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσηµάτων αὔταρκές ἐστι γιγνώσκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον µόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήµην ἂν ἔχοιµεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώµατος, οὐ κατὰ τὸ εἶδος µόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναµφοτέρων ἐδείχθη συνίστασθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχοµένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε νοσήµατα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον µὲν ἐν δύο πραγµατείαις διερχόµεθα, τῇ τε τῆς θεραπευτικῆς µεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι τὴν µέθοδον, αὐτῶν ἀρκεῖ µνηµονεῦσαι.

12. ῾Η µὲν οὖν θεραπευτικὴ µέθοδος ἐκ τῆς τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωµάτων ἄρχεται διαθέσεως. ἐπειδὴ γὰρ τὸ µὲν ὑγιαῖνον καθ’ ὑπερβολὴν, ἄν θ’ ὁµοιοµερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύµµετρον πάντα ἐστὶν, ἄµετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀµετρίαν, ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν αὐτῇ ἀµετρίαν. κατὰ µὲν τὰς τῶν ὁµοιοµερῶν καὶ ἁπλῶν σωµάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν, εἰ µὲν εἴη κατὰ µέγεθος ἡ ἀµετρία τοῦ νοσήµατος, ἕτερον ἐναντίον µέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθµόν. ἐπὶ πάντων οὖν ἡ εἰς τὸ σύµµετρον ἐπάνοδος ἐκ τῆς ἀµετρίας ὑπὸ τῆς ἐναντίας ἀµετρίας ἔσται. χρὴ γὰρ οἷον ὁδόν τινα βαδίσαι τὸ παρὰ φύσιν ἔχον ἐν τῷ πρὸς τὴν φύσιν ἐπανέρχεσθαι, τὴν αὐτὴν µὲν, ἀλλ’ ἔµπαλιν ὁδοιπορῆσαν. εἰ δ’ ἔµπαλιν ἔρχεσθαι µέλλοι, διὰ τῶν ἐναντίων ἀφίξεται τῇ παρούσῃ διαθέσει. καὶ οὗτος ἂν εἴη κοινότατός τε καὶ γενικώτατος σκοπὸς ἁπάσης τῆς ἰάσεως τῶν νοσηµάτων, τὸ ἐναντίον, ὥς που καὶ πρὸς ῾Ιπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάµατα. κατὰ µέρος δὲ τὰ κατὰ µέρος ἐναντία, τῷ µὲν θερµῷ νοσήµατι τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ τὸ θερµόν. ὡσαύτως δὲ καὶ τῷ µὲν ξηρῷ τὸ ὑγραῖνον, τῷ δὲ ὑγρῷ τὸ ξηραῖνον. οὕτω µὲν ἐπὶ τῶν ὁµοιοµερῶν. ἐπὶ δὲ τῶν ὀργανικῶν, καθ’ ἕκαστον τῶν εἰρηµένων αὐτοῖς γενῶν τεττάρων, τῆς νοσώδους ἀµετρίας τὴν ἐναντίαν χρὴ ἀντεισάγειν, ἄχρις ἂν ἐπὶ τὸ σύµµετρον καὶ κατὰ φύσιν ἔλθωµεν. οἷον εἰ ἐπετράφη τινὶ ἕλκει σὰρξ πλείων τοῦ κατὰ φύσιν, οὐ τὸ σαρκοῦν, οὐδὲ τὸ ἀνατρέφον, ἀλλὰ τὸ καθαιροῦν τε, καὶ ἀφαιροῦν, καὶ διαβιβρῶσκον, καὶ διαφθεῖρον ἁρµόττει προσφέρειν· ὥσπερ, εἰ καὶ κοῖλον ἕλκος ἔν τινι γένοιτο µέρει, σαρκωτικὸν προσφέρειν ἐκείνῳ. ἑκατέρου δ’ εἰς τοσοῦτον ἡ χρῆσις, ὡς παύσασθαι τό τε πρῶτον, ὅταν εἰς τὸ σύµµετρον ἀφίκηται, πρὶν ὑπερβῆναι πρὸς τὸ ἐναντίον. καὶ γὰρ τὸ ὑπερσαρκοῦν καθαιρῶν, εἰ µὴ σταίης ἐν τῷ συµµέτρῳ, κοῖλον ἀποδείξεις τὸ µέρος· ἀνατρέφων τε τὸ κοῖλον εἰ µὴ σταίης, κᾀνταῦθα παύσαιο κατὰ τὸ σύµµετρον, ὑπερσαρκοῦν ἐργάσῃ. κατὰ µὲν δὴ τὸ γένος τοῦτο τῶν νοσηµάτων, ἐν ᾧ τὰ µόρια πρὸς τὸ µεῖζόν τε καὶ τοὔλαττον ἐκτρέπεται, τὴν ἐπανόρθωσιν, ὡς εἴρηται, διὰ τῶν ἐναντίων ἐστὶ ποιητέον. καθ’ ἕτερον δὲ γένος, ἐν ᾧ τῆς διαπλάσεως ἐξίσταται τῆς κατὰ φύσιν, ἐπειδὴ πλείους εἰσὶν αἱ κατὰ µέρος διαφοραὶ, καθ’ ἑκάστην αὐτῶν ἐξευρίσκειν τὸ ἐναντίον. οἷον εἴ τι µόριον ἑαυτοῦ κυρτότερον ἐγένετο, πρὸς τοὐναντίον ἀπάγειν αὐτὸ θλίβοντα καὶ ὠθοῦντα. τὰ δ’ εἴσω θλιβέντα καὶ οἱονεὶ σιµωθέντα πρὸς τὸ ἐκτὸς ἐπανάγειν, ὥσπερ τὴν ῥῖνα. τὰ δ’ ἀντὶ τραχέων λεῖα γενόµενα τραχύνειν, ὥσπερ γε καὶ ὅσα τραχέα λειαίνειν. οὕτω δὲ καὶ ὅσα τὰς κοιλότητας, ἢ τοὺς πόρους, ἢ ὅλως τὰς διατρή σεις ἤτοι µείζους, ἢ ἐλάττους ἔσχεν, ἢ κενωτέρας τοῦ δέοντος, ἢ µεστοτέρας, ἢ συµπεφραγµένας ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν, καὶ ταῦτα πρὸς τοὐναντίον ἀπάγειν, µέχρις ἂν ἐπὶ τὸ σύµµετρον ἀφίκηται. καὶ µὲν δὴ καὶ ὅσα κατὰ τὴν θέσιν ἐξέστη τοῦ κατὰ φύσιν, ἐπανάγειν αὐτὰ πρὸς τὴν ἐξ ἀρχῆς φύσιν, ἔµπαλιν ἀπάγοντα· τὸ µὲν εἰς τὸ πρόσω χωρῆσαν ὀπίσω, τὸ δ’ εἰς τὴν ὀπίσω χώραν µεταστὰν ἀνθέλκοντα πρόσω. καὶ κατὰ τὰς ἄλλας ἀντιθέσεις δύο, τήν τε ἄνω καὶ τὴν κάτω, καὶ τὴν ἔνθα καὶ ἔνθα, κατὰ τὸν αὐτὸν τρόπον. εἰ δὲ, τοῦ κατὰ φύσιν ἀριθµοῦ τῶν µορίων διαφθαρέντος, εἰς νόσον ἐµπίπτει τὸ σύµπαν ὄργανον, εἰδέναι µὲν δήπου κᾀνταῦθα χρὴ, τὸ µὲν ὑπερβολὴν εἶναι τοῦ ποσοῦ, τὸ δὲ ἔλλειψιν, ὡς κᾀν τῇ κατὰ µέγεθος ἐξαλλαγῇ πρόσθεν εἴρηται, τὴν δ’ ἴασιν, ὥσπερ ἐπ’ ἐκείνης, ἐν ἀφαιρέσει τε καὶ προσθέσει γίνεσθαι. διαφέρει δὲ τοσοῦτον, ὅτι µόρια µὲν ὁλόκληρα κατὰ τοῦτο τὸ γένος, ἐν ἐκείνῳ δὲ µέρη µορίων ἀφαιρεῖν τε καὶ προστιθέναι προσήκει.

 

13. Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους µόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναµις ἡµῖν ἐστιν ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήµατος ἰδέα τὸν τρόπον ἐνδείκνυται µόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνατός ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαµβάνεται γὰρ ἐν ἁπάσαις ταῖς ποιητι-καῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ τῆς ἐννοίας τῶν γενησοµένων πραγµάτων, ἀλλ’ ἐκ τῆς δυνάµεώς τε καὶ ἀδυναµίας τοῦ δηµιουργοῦντος αἰτίου, καὶ προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ γοῦν αὐτὰ πράγµατα τοῖς µὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ καθίσταται, καὶ καθ’ ἕτερον µὲν καιρὸν ἀδύνατα, καθ’ ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶµα γινοµένων ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ µὲν τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει µὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ µόρια καὶ διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ µὲν ἐµβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει µέν ἐστι δυνατὸν, ἀδύνατον δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡµιπέπτων τε καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συµπράττει τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν µὲν ἐργαζόµενος τὸ ἕλκος ἐπιθέσει φαρµάκου καθαίροντος, ἐπιφέρων δὲ τὰ συµµέτρως θάλποντα τοῖς πεφθῆναι δεοµένοις. πολλὰ δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔµπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέντων ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν, καὶ σύνδεσµον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θεραπευτικῆς µεθόδου πρῶτον µὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάµατα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία· τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε µέν ἐστι δυνατὸν ἡµῖν ἢ τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ µέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη µοῖρα τῆς φυσικῆς θεωρίας, ἐν ᾗ γε χρὴ γεγυµνάσθαι τὸν ἐξευρήσοντα τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσοµένων. αἱ πραγµατεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε περὶ ζωογονίας ὀνοµαζοµένη, καθ’ ἣν, ὅπως ἐκ σπέρµατός τε καὶ καταµηνίου τὴν γένεσιν ἔχει τὸ κυούµενον, ἐπισκεπτόµεθα, καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάµεων. ἐν µὲν γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρµατος ἐπισκέψαι φανεῖταί σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ µεθόδῳ, ταῦθ’, ἅπερ ἡµῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν ἐν τῷ κυουµένῳ µόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάµεως ὕλῃ χρωµένης αὐτῇ τῇ τοῦ σπέρµατος οὐσίᾳ. καὶ εἴπερ τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυµάσαις, εἰ µηδὲν τῶν τοιούτων ἡ φύσις ὕστερόν ποτε δύναται δηµιουργεῖν. ἐν δὲ τῷ περὶ φυσικῶν δυνάµεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγενηµένων διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέσεως, ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ µόνας, ὑπηρετουµένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόµεθα περὶ τῆς τῶν δηµιουργικῶν αἰτιῶν δυνάµεως καὶ τῆς τῶν ἀποτελουµένων οὐσίας, ἐξευρήσεις ἅπαντα τὰ δυνατὰ καὶ ἀδύνατα. οἷον εἰ δυνατὸν, ἀπολλυµένου χόνδρου, γεννᾶσθαι πάλιν ἕτερον χόνδρον, ἢ ἀντ’ αὐτοῦ τι παραπλήσιον. οὕτω δὲ καὶ ὀστοῦν εἰ δυνατὸν ἕτερον ποιῆσαι τοῦ µετὰ τὴν ἀποκύησιν ἀπολλυµένου, ἤ τι παραπλήσιον αὐτῷ· καὶ εἰ συµφῦναι τὸ νευρῶδες τοῦ διαφράγµατος, ἢ τὴν καρδίαν, ἢ τὸ ἧπαρ, ἢ ὅλως ὁτιοῦν τῶν ἄλλων µορίων. ἐµοὶ δὲ οὐ καιρὸς ἐνταῦθα διέρχεσθαι πάντα. οὐ γὰρ εἰς ἓν τοῦτο τὸ βιβλίον ἐγχωρεῖ τὴν ὅλην ἰατρικὴν καταθέσθαι, οὐδὲ τοῦτ’ ἐξ ἀρχῆς ὁ λόγος ἔσπευδεν, ἀλλὰ τὰς µεθόδους εἰπεῖν, ἐνδείξασθαί τε περὶ τῆς συστάσεως τῆς τέχνης, ἐκ τίνων τε καὶ πόσων ἀρχῶν, καὶ κατὰ τίνας ὁδοὺς γίγνεται. καταπαύσας οὖν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον, εἰς ἕν τε κεφάλαιον ἀναβαλὼν, προσθήσω τῷ πρόσθεν ἤδη συνεστῶτι µέρει τῆς τέχνης. ὡς γὰρ ἐν ἐκείνῳ τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων εἶδος ἐξευρόντες ἠξιοῦµεν ἐν ταῖς κατὰ µέρος ὕλαις αὐτὸ θεάσασθαι πάσαις, οὕτω καὶ νῦν, ὑπὸ τῆς θεραπευτικῆς µεθόδου τῶν σκοπῶν εὑρηµένων, εἰς τὰς κατὰ µέρος ὕλας ἐµβιβάζειν αὐτοὺς ἀξιώσοµεν, ἵνα γνῶσιν, ὅσα τε δυνατὸν γίγνεσθαι κατ’ αὐτήν εἰσιν, ἢ ἐκ µέρους, ἢ κατά τινα χρόνον, ὅσα τ’ ἀδύνατον παντάπασιν· ἐπισκοπεῖσθαι δὲ κᾀνταῦθα τὴν πρὸς τὰς ἄλλας τέχνας ἀναλογίαν. ὡς γὰρ εἴ τις, ἐξ ὀπτῶν πλίνθων γεγενηµένης οἰκίας, εἶτα πεπονθυίας κατά τι µέρος, ἐπανορθοῦσθαι τοῦτο κελεύσειεν, ἐξαιροῦντας µὲν, ὅσαι πεπόνθασι τῶν πλίνθων, εἰς δὲ τὸν ἐκείνων τόπον ἐντιθέντας ἑτέρας ἀπαθεῖς, ἀναγκαῖον ἔσται τῷ δηµιουργῷ κατασκευάζειν πρότερον ἑτέρας ὁµοίας ταῖς πεπονθυίαις, ἔτι τε πρὸς τούτῳ τὴν ἐπιτηδείαν ὕλην οὐκ ἔχοντος παρασχεῖν τοῦ δεσπότου τῆς οἰκίας, ἀδύνατον εἶναι λέγειν τὴν ἐπανόρθωσιν· οὕτως ἔχει κἀπὶ τοῦ νῦν προκειµένου σκέµµατος. ἀπορίᾳ γὰρ τῆς ὕλης οὐδὲν ἐξ ὑστέρου ποιεῖν ἡ φύσις οἵα τ’ ἐστὶν, ὧν ἐκ σπέρµατος ἐν τῷ διαπλάττειν τὸ ζῶον ἐποίησεν.

14. ᾿Επεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶµεν τῷ λόγῳ τὸ λεῖπον, ὑπὲρ ὧν ὀλίγον ἔµπροσθεν εἴποµεν, ἐξευρίσκοντες τὰ βοηθήµατα. τὰς µὲν γὰρ οἷον γενικὰς αὐτῶν ἰδέας διήλθοµεν, ὡς χρὴ τὰ µὲν ψύχειν, τὰ δὲ θερµαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁµοιοµερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς κατ’ ἀριθµὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήµατα, καὶ κενοῦν τὰ πεπληρωµένα, καὶ πληροῦν τὰ κεκενωµένα, καὶ τὰς ἐµφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστοµώσεις συνάγειν, καὶ τὰ µεµυκότα, καὶ πεπυκνωµένα πρὸς τοὐναντίον ἐπιστρέφειν, τὰ µὲν ἀναστοµοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήµατι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισµένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθηµάτων οὐ µικρόν ἐστι µόριον τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συµβαίνει µὴ µόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα µεταχωρεῖν τὸ ἐξιστάµενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω τόπον ὑπὸ τῆς τῶν µυῶν συντονίας ἀνέλκεσθαι, διττῆς κινήσεώς ἐστι τοῖς ἐµβάλλουσιν ἡ χρεία, πρώτης µὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐµβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι µὲν ἰσχυροτέρων ἀντιλήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡµετέρων χειρῶν ἀδυνατοῦντες, ὄργανα πρὸς τοῦτ’ ἐξευρήκαµεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐτῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συµπράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθηµάτων ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρµοζόµενα πάντα, καὶ τὰ φάρµακα, καὶ τὰ ἐδέσµατα, καὶ τὰ πόµατα, καὶ ἁπλῶς ὅσα προσαγόµενα τῷ σώµατι τὰς εἰρηµένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγµατεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συµβιβάζοντα τοὺς εἰρηµένους ἔµπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα µή ποτε πλανηθῇ ὅµοιόν τι πάθος τοῖς οἰοµένοις, ὅσα µὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρµόττειν ὕδωρ ψυχρὸν, ὅσα δὲ θερµαίνεσθαι, θερµὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συµβεβηκὸς ἐνίοτε καὶ τὸ ψυχρὸν θερµαίνει, καὶ τὸ θερµὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι µεθόδου κατὰ τὴν περὶ φαρµάκων πραγµατείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶµεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς ὕλης τῶν βοηθηµάτων ἐν προσφεροµένοις, καὶ ποιουµένοις, καὶ κενουµένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὧν ἁπάντων ὁ συνιστάµενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ µέρος ὕλης ἁπάσης ἐπιστήµην ἔχων οὐ µόνον τῆς δυνάµεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν εἴη συµπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς µηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγοµένων, εἴς τε τὴν γνῶσιν τῶν σωµάτων, οἷς προσάγεται τὰ βοηθήµατα, καὶ αὐτὴν τὴν τῶν βοηθηµάτων φύσιν.

15. ῾Υπόλοιπον δ’ ἂν εἴη πράττειν αὐτῷ µέλλοντι τὰ κατὰ τὴν τέχνην, ἐξευρῆσθαί τινα διαγνωστικὴν θεωρίαν ἁπασῶν τῶν διαθέσεων, καὶ µάλισθ’ ὅσαι περὶ τὰ κατὰ βάθος µόρια συνίστανται. οὐδὲ γὰρ ἐνταῦθα τοῦ τυχόντος ἐστὶν ἐξευρεῖν ἑκάστου τῶν µορίων, ἢ τῶν ἁπλῶν, ἢ τῶν ὀργανικῶν, τὴν νοσώδη διάθεσιν, ὅταν ἐν τῷ βάθει τύχῃ κείµενον. ἀλλὰ κᾀνταῦθα µεθόδῳ τινὶ χρὴ πειρᾶσθαι τὸ πεπονθὸς ἐξευρίσκειν ἅµα τῇ περὶ αὐτὸ διαθέσει, περὶ ἧς εἴρηται καὶ ἡµῖν ἑτέρωθι διὰ πλειόνων. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν µεθόδων ἐνταῦθα τὰ κεφάλαια διήλθοµεν, οὕτω καὶ περὶ τούτων εἰπεῖν ἀναγκαῖόν ἐστι, καὶ πρῶτόν γε, διὰ τίνος γένους τῶν παρὰ φύσιν ἐλπίζειν χρὴ τὴν διάγνωσιν αὐτῶν ποιήσασθαι. τρία γάρ ἐστι τὰ σύµπαντα γένη τῶν παρὰ φύσιν, ἓν µὲν, αἱ διαθέσεις αἱ βλάπτουσαι τὴν ἐνέργειαν· ἕτερον δὲ, τὰ τούτων αἴτια·καὶ τρίτον, τὰ συµπτώµατα. τὰ µὲν οὖν αἴτια κυριώτατα µὲν, ὅταν ἐνεργῶσι, ταύτης τῆς προσηγορίας ἀξιοῦται. λέγεται µέντοι γε πολλάκις, εἰ καὶ µηδέπω µηδὲν ἐνεργεῖ, κατ’ αὐτὸ τὸ δύνασθαι µόνον, οἷον καὶ ἡ ἀπεψία νόσων αἰτία λέγεται, κᾂν µηδέπω νοσάζῃ. καλῶ δὲ ἀπεψίαν οὐ µόνον τῆς ἐν γαστρὶ πέψεως τὴν ἀποτυχίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀγγείοις τε καὶ ἥπατι, καὶ κατὰ τὸν ὄγκον σύµπαντα. τῶν δὲ συµπτωµάτων τὸ γένος εἰς τρεῖς τέµνεται διαφορὰς, τὴν βλάβην τῶν ἐνεργειῶν, τὰ συµβεβηκότα τοῖς σώµασι, τὰς τῶν ἐκκρινοµένων ἀµετρίας. ἁπάντων δὲ τούτων αἰτία τοῦ σώµατός ἐστιν ἡ διάθεσις, ἣν εἴτε νόσον, εἴτε πάθος ὀνοµάζοι τις, οὐ διοίσει. γνωρίζεται δ’ εἰκότως ὑπὸ τῶν συµπτωµάτων, αἰτίας γε λόγον ἔχουσα πρὸς αὐτά. ἔνια µὲν οὖν αὐτῶν ἐξ ἀνάγκης ἕπεται ταῖς διαθέσεσιν, ἔνια δ’ οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἤτοι πλειστάκις, ἢ σπανιάκις, ἢ ἀµφιδόξως. ὥσπερ αὖ πάλιν ἕτερα συµπτώµατα, τὰ µὲν ἐξ ἀνάγκης ἕπεται τῇ διαφορᾷ τῆς διαθέσεως, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀµφιδόξως, τὰ δὲ σπανίως. ὅσα µὲν οὖν ἐξ ἀνάγκης ἕπεται τῷ νοσήµατι συµπτώµατα, παθογνωµονικὰ προσαγορεύεται, καὶ ταῦθ’ ἡγεῖσθαι χρὴ γνωρίσµατα βέβαια τῶν νοσηµάτων ὑπάρχειν. ὅσα δ’ οὐκ ἐξ ἀνάγκης, ἤτοι τῆς διαφορᾶς ἐστι τοῦ νοσήµατος, ἢ τοῦ ἤθους, ἢ τοῦ µεγέθους ἐνδεικτικά. δείξω δ’ ἐπὶ παραδείγµατος ἑνὸς ἑκάστου τῶν εἰρηµένων τὴν δύναµιν, ἵν’ ἐντεῦθεν ὁρµώµενος ἔχῃς γυµνάζειν σεαυτὸν ὁµοίως ἐν ἅπασι κατὰ τὴν αὐτὴν µέθοδον. ὑποκείσθω φλεγµαίνειν ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑµήν. ἐστὶ δὲ δήπου τοῦτο τὸ πάθος ἡ φλεγµονὴ, συµπτώµατα µὲν ἐξ ἀνάγκης ἔχουσα τὸν παρὰ φύσιν ὄγκον, ἔρευθος, ὀδύνην, ὧν οὐχ ὑποπίπτει νῦν τὰ δύο, λείπεται δὲ τὸ ἄλγηµα µόνον, ὃ κατὰ τὰς πλευρὰς ἐρείδει νυγµατῶδες γιγνόµενον. ἀλγεῖ µὲν οὖν ὁ ἄνθρωπος, ὅτι φλεγµονὴ τὸ πάθος. ἡ δὲ ἰδέα τῆς ὀδύνης νυγµατώδης, ὅτι καὶ ἡ οὐσία τοῦ πεπονθότος ἐστὶν ὑµενώδης. κατὰ δὲ τὴν πλευρὰν ἐρείδει, διότι ἐν ταύτῃ κεῖται τὸ πεπονθός. καὶ µὲν δὴ καὶ µέχρι πλείστου διήκει, διότι καὶ αὐτὸς ὁ ὑπεζωκὼς ἐπὶ πλεῖστον ἐκτέταται. πυρετὸς δ’ ἐξ ἀνάγκης ἕπεται διὰ τό τε πάθος καὶ τὴν θέσιν τοῦ πεπονθότος· ὧν ἐὰν ἀπῇ θάτερον, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει πυρετός. οὐδὲ γὰρ ἐὰν ὁ δάκτυλος φλεγµαίνῃ, πάντως πυρέττουσιν, ὅτι πόῤῥω τῆς καρδίας. οὐδ’ ὅταν οὖν ὁ ὑπεζωκὼς µὲν πάθῃ, τὸ πάθος δ’ ἤτοι σκίῤῥος, ἢ οἴδηµα τύχῃ. καὶ µὴν καὶ ἡ δύσπνοια τῶν ἐξ ἀνάγκης ἀκολουθησάντων ἔσται τῷ πεπονθότι τόπῳ, διότι µέρος ἐστὶν ἀναπνευστικοῦ τινος ὀργάνου. τὸ µέντοι τῆς δυσπνοίας εἶδος οὐ διὰ τὸ µέρος, ἀλλὰ διὰ τὸ πάθος ἔσται. κωλύει γὰρ ἡ ὀδύνη διεστάλθαι µέχρι πλείστου τὰ τῆς ἀναπνοῆς ὄργανα. προκαταλύει τοιγαροῦν τῆς ἀναπνοῆς τὴν ἐνέργειαν, οὐδέπω τῆς χρείας πεπληρωµένης, ὅθεν ἀναγκάζεται διὰ τάχους ἐπὶ τὴν δευτέραν ἐνέργειαν ἰέναι, µηκέτ’ ἠρεµοῦντα τοσοῦτον, ὅσον ὅτ’ ἐν τῷ κατὰ φύσιν ἦν, καὶ οὕτω γίγνεται τὸ πνεῦµα µικρὸν καὶ πυκνόν. ἀλλὰ καὶ ἡ τῶν σφυγµῶν ἀλλοίωσις ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ φλεγµονῇ τοῦ ὑπεζωκότος, ἥ τ’ ἀχώριστος τῶν πυρετῶν, καὶ ἡ κατὰ τὴν τοῦ πεπονθότος ἰδέαν. σφύζουσι γὰρ αὐτοῖς αἱ ἀρτηρίαι, διότι µὲν πυρέττουσι µεῖζον, καὶ θᾶττον, καὶ πυκνότερον, ὅτι δὲ νευρῶδες τὸ φλεγµαῖνον, ἅµα τάσει τε καὶ σκληρότητι. ταῦτα µὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ συµπτώµατα τῇ φλεγµονῇ τοῦ ὑπεζωκότος. ἐξ ἀνάγκης δὲ κἀκ τῶν ἑποµένων ἕν τι, ἤτοι γε ἐπὶ τὴν πεπονθυῖαν πλευρὰν ἡ κατάκλισις ἧττον ἐπώδυνός ἐστιν, ἢ ἐπὶ τὴν ἀντικειµένην, ἢ ἐπ’ ἀµφοτέρας παραπλησίως. διπλοῦ γὰρ ὄντος τοῦ ὑπεζωκότος, εἰ µὲν οὖν τὸ περὶ τοῖς ὀστοῖς ἔξωθεν αὐτοῦ µέρος ἰσχυρότερον φλεγµαίνοι, ῥᾷον ἐπὶ τὸ ἀντικείµενον κατακλίνονται, θλίβονται γὰρ ἐπὶ τοῦ πεπονθότος· εἰ δὲ τὸ ἕτερον τὸ ἔνδον, ὅπερ ὡς τὰ πολλὰ συµβαίνειν εἴωθεν, ἐπὶ τὸ ἀντικείµενον ὀδυνῶνται µᾶλλον κλινόµενοι· κρέµαται γὰρ αὐτοῖς τὸ φλεγµαῖνον· εἰ δ’ ἐπὶ τὸ πεπονθὸς, ἧττον, οὔτε γὰρ θλίβεται πρὸς τοῖς ὀστοῖς, οὔτε κρέµαται, ἀλλ’ ἀµφοῖν γε τούτοις ἠλευθέρωται, καὶ κατὰ θατέρου τοῦ ἀπαθοῦς ἐστήρικται. παθόντων δὲ ἀµφοτέρων τῶν µερῶν τοῦ ὑπεζωκότος, ὁµοίως ἐπ’ ἀµφοτέραις ταῖς πλευραῖς κλίνονται. καὶ µὲν δὴ καὶ τῷ διήκειν τὸ ἄλγηµα τοῖς µὲν εἰς ὑποχόνδριον, ἐνίοις δ’ εἰς κλεῖν, διά τε τὴν φύσιν τοῦ πεπονθότος γίνεται µορίου, καὶ τὸ τῆς φλεγµονῆς σύµπτωµα τὸ ἐκτείνεσθαι τὴν ὀδύνην. ἐπεὶ γὰρ ἄχρι τε τῶν κλειδῶν ὁ ὑπεζωκὼς ἀνήκει, καὶ κατὰ τοῦ διαφρά γµατος ἅπαντος, τῶν µὲν ἄνω µερῶν αὐτοῦ φλεγµαινόντων, ἡ κλεὶς κατασπᾶσθαι δοκεῖ, τῶν κάτω δ’, εἰς ὑποχόνδριον ἐξήκει τὸ ἄλγηµα. µικρὰν οὖν χρὴ πάνυ κατὰ τὰ µέσα τῶν πλευρῶν γενέσθαι τὴν φλεγµονὴν, ἵν’ εἰς µηδέτερον ἐξίκηται, ὡς ἥ γε µεγάλη πρὸς ἄµφω διϊκνεῖται. καὶ µὴν καὶ τὸ διϊδροῦσθαί τινα καὶ ἀποχεῖσθαι τοῦ φλεγµαίνοντος µορίου λεπτὸν ἰχῶρα διά τε τὸ νόσηµα γενήσεται καὶ τὸ µόριον, ὥσπερ καὶ τοῖς ἐν τῷ στόµατι φλεγµαίνουσιν ἅπασι συµπίπτει καὶ τοῖς ὀφθαλµοῖς. ἐξ ἐπιῤῥοῆς τε γὰρ τῶν ὑγρῶν ἡ φλεγµονὴ, καὶ τὸ µέρος ἀραιὸν, οὐχ ὥσπερ τὸ δέρµα πεπιληµένον τε καὶ πυκνόν. ὅταν µὲν οὖν πολλή τε ἅµα καὶ λεπτὴ κατὰ τὸ φλεγµαῖνον ἡ ὑγρότης ὑπάρχῃ, καὶ τὸ µόριον ἀραιὸν, πλεῖστον ἀποχεῖται πρὸς τὸ ἐκτός· ὅταν δ’ ἔµπαλιν ὀλίγον τε ᾖ καὶ παχὺ τὸ ῥεῦµα, καὶ τὸ σῶµα πυκνὸν ἐλάχιστον. τουτὶ δ’ ἐλάχιστον ἐρεθίζει µὲν εἰς βῆχα, πτύουσι δὲ οὐδέν· ὥσπερ γε κᾀπειδὰν πλεῖστον γίνηται, βήχουσί τε πλεῖστα καὶ ἀναπτύουσιν οὐκ ὀλίγα. καὶ εἴη ἂν τὸ µὲν βήττειν ἀχώριστον τοῦ πάθους, τὸ δὲ πτύειν ἐπὶ τῷ βήττειν οὐκ ἀχώριστον µὲν, ὡς ἐπὶ τὸ πολὺ δὲ γιγνόµενον. εἰ µέντοι γε ἀναπτύοιεν, ἐξ ἀνάγκης µὲν χρωσθήσεται τὸ σίελον, οὐ µὴν ἀεί γε ταὐτῷ χρώµατι, διότι µηδ’ ἐν τῷ φλεγµαίνοντι µέρει τῆς αὐτῆς ἀεὶ φύσεώς ἐστι τὸ περιττόν. ὅταν µὲν οὖν αἱµατῶδες ἢ χολῶδες ὑπάρχῃ, τοιοῦτον δ’ ἐν πλευρίτισι τοὐπίπαν ἐστὶ τὸ τὴν φλεγµονὴν ἐργαζόµενον ῥεῦµα, κέχρωσται τὸ σίελον αὐτοῦ ὀῤῥῷ ὑπὸ τοῦ περιεχοµένου χυµοῦ κατὰ τὸ φλεγµαῖνον· ἐρυθρὸν µὲν, ὅταν αἱµατικὸν ὑπάρχῃ τὸ ῥυὲν εἰς τὸν ὑπεζωκότα· ξανθὸν δ’, ὅτε πικρόχολόν ἐστιν. εἰ µέντοι φλεγµατώδης χυµὸς πρῶτον σφηνωθείς τε καὶ διασαπεὶς αἴτιος καθίσταται τοῦ τὴν φλεγµονὴν ἐργασαµένου ῥεύµατος, τηνικαῦτα ἀποπτύουσιν ἀφρώδη. πτύουσι δὲ καὶ µέλανά ποτε, κατοπτηθέντος τοῦ ῥεύµατος, ἄν θ’ αἱµατικὸν, ἄν τε πικρόχολον ᾖ. συνενδείξεται οὖν τὰ τοιαῦτα πάντα τῇ τε τοῦ πεπονθότος µορίου διαγνώσει καὶ τῇ τοῦ πάθους τὴν διαφορὰν τοῦ ῥεύµατος. ὥστ’ ἐκ τῶν εἰρηµένων εὔδηλον, ὡς καὶ τὴν οὐσίαν ἑκάστου τῶν πεπονθότων µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι καὶ τὴν πρὸς τὰ παρακείµενα κοινωνίαν εἰς τὴν τῶν νοσηµάτων τε καὶ νοσούντων τόπων εὕρεσιν. ὅτι δ’ οὐδὲν διαφέρει λέγειν, ἢ θέσιν, ἢ σύνθεσιν, ἢ πρὸς τὰ παρακείµενα κοινωνίαν, εὔδηλον εἶναι νοµίζω, κᾂν ἐγὼ µὴ λέγω.

 

16. Εὔδηλον δ’ ἐκ τῶν εἰρηµένων ἐστὶν, ὡς καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν νοσηµάτων τε καὶ συµπτωµάτων γενέσεις· εἰς δὲ τοῦτο καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήµατα. πρός τε γὰρ τὴν διάγνωσιν ἑκάστου τῶν πεπονθότων µορίων ἅµα ταῖς διαθέσεσι καὶ πρὸς τὰς τοῦ νοσήµατος αὐτοῦ διαφορὰς ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ µέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσηµάτων ἐκ τῶν αὐτῶν τούτων λαµβάνεται. τὸ µέγεθος µὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν µεγέθους καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. τὸ δὲ ἦθος, ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήµατος καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειµένου παραδείγµατος ὀλεθριώτατος µέν ἐστιν ὁ µελαγχολικὸς ἐπικρατῶν χυµὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτατος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης ἐστὶ θερµασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο. πάντων δ’ ἐπιεικέστατος ὁ αἱµατικὸς, ὡς ἂν γλυκύτατός τε καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυµοὶ µεταξὺ τῶν εἰρηµένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συµπτωµάτων δὲ, τὸ µὲν µηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγµονῆς τὸ ῥεῦµα, καὶ ὅτι διὰ τὸ µένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπόνως τε καὶ ῥαδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ πτυόµενον εἴη πεπεµµένον, ἔτι καὶ µᾶλλον ἐπιεικέστατον. ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφυγµοὺς συµπτώµατα τὸ ἦθος δηλοῖ τοῦ νοσήµατος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συµπάθειαν ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώµατα, καὶ ἀνορεξίαι, καὶ οὖρα, καὶ διαχωρήµατα τοῖα καὶ τοῖα γιγνόµενα γυµναστέον οὖν ἡµῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρηµένοις, εἰ διαγνωστικοὶ βουλόµεθα γενέσθαι νοσήµατός τε καὶ µορίου πεπονθότος, ἤθους τε καὶ µεγέθους, καὶ διαφορᾶς τῆς κατ’ αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡµῖν ὑπάρξει καὶ τὸ προγιγνώσκειν, εἰς ὅ τι τελευτήσει τὸ νόσηµα καὶ ἡ τῶν βοηθηµάτων ἐπιδέξιος χρῆσις. ἡ µὲν γὰρ πρόγνωσις ἀναίτιόν τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς τε παρέχει τοὺς κάµνοντας, ἐκ πολλῶν τε προδιδάσκει τὸν καιρὸν τῶν βοηθηµάτων. ἡ δὲ τῶν βοηθηµάτων χρῆσις ἐπιδέξιος ὅτι µὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’ ᾧ σύµπας ὁ λόγος ὥρµηται, πρόδηλον παντί. πῶς δὲ ἐκ τῶν προειρηµένων περιγίγνεται, µετ’ ὀλίγον εἰρήσεται. νυνὶ µὲν γὰρ ἐπιθεῖναι βούλοµαι πρότερον οἷς διεξῄειν τὸ τέλος. ἡ γὰρ τῶν νοσηµάτων ἅµα τοῖς δεδεγµένοις αὐτὰ µορίοις διάγνωσις ἐφ’ ἑνὸς µὲν ἤδη µοι παραδείγµατος εἴρηται· προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον. ἡ γάρ τοι τῶν ἐκκρινοµένων ἰδέα διδάσκει πολλὰ, συνῆπται δ’ αὐτῇ τὸ σῶµα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶµεν γιγνοµένην, ὡς ἐξ ἀµφοῖν συνιόντων ἔνδειξιν µίαν γίγνεσθαι βεβαίαν. ὑµενώδους γὰρ, εἰ οὕτως ἔτυχεν, ἐκκριθέντος σώµατος, ἡ µὲν ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται µέρος, ὡς ἐπιπολῆς ὑµενώδη φύσιν ἔχειν, ἀφωρισµένον δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ µέντοι τῆς ἐκκρίσεως χωρίον ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω µὲν γὰρ διαχωρῆσαν ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐµεθὲν γαστρὸς, ἀναβηχθὲν δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑµένων, οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον πόρον. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ συµπάθειάν τε καὶ πρωτοπάθειαν κάµνοντα σώµατα διακρίνειν ἀλλήλων προσήκει τῇ τε ἡγεµονίᾳ καὶ ἀκολουθίᾳ, καὶ τῷ µεγέθει τε καὶ τῇ σµικρότητι καὶ προσέτι τῇ τῶν κακούντων ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στοµαχικαῖς διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συµπάθειαν ἀχθέντος ἐν µελαγχολικοῖς ἐγένοντο συµπτώµασιν, ἢ τῶν ὀφθαλµῶν ἐν τοῖς τῶν ὑποχεοµένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ ταῖς τῶν περιττωµάτων ἀθροίσεσιν ἐν στόµατι κοιλίας ἑπόµενα τὰ εἰρηµένα παθήµατα, καὶ συµπαροξυνόµενά τε τοῖς βλάπτουσι τὸ τῆς γαστρὸς στόµα, καὶ συγκαθιστάµενα τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί µοι τὰ νῦν ἅπαντα τὸν ὑπὲρ τῶν πεπονθότων µερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι µόνον τὴν µέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκαστον γυµνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν γεγραµµένας ἡµῖν ἐννοίας ταῖς πραγµατείαις ἀναλεγόµενον. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλλάξοµεν ἐπὶ τὰς εἰρηµένας µεθόδους· κᾀνταῦθα τὸ εἶδος νόµιζε τοῦ πράγµατος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐµβιβασθῇ, ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ µέρος, ὥσπερ νῦν ἐπὶ παραδειγµάτων ὀλίγων ἐποίησα, καὶ τοῦτ’ ἄν σοι τὸ µέρος εἴη τῆς τέχνης ὁλοκλήρως συνεστηκός.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45 
Рейтинг@Mail.ru