bannerbannerbanner
полная версияСочинения. Том 2

Гален
Сочинения. Том 2

9. Τὸν µὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς ξανθῆς χολῆς κινουµένης δυναστευόµενον, ὑγραίνειν τε καὶ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἂν οἷόν τε µάλιστα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάµατά ἐστι, κολάζοντα µὲν τὸ ὑπερβάλλον, ἀντεισάγοντα δὲ τὸ λεῖπον. ὁ δὲ τῆς ξανθῆς χολῆς χυµὸς ἁπάντων τῶν ἐν τῷ σώµατι χυµῶν θερµότατος καὶ ξηρότατός ἐστι. προτρέπειν οὖν χρὴ τὸν µὲν εἰς τὴν γαστέρα συῤῥέοντα, κενοῦσθαι δι’ ἐµέτων· τὸν δὲ κάτω ὑπιόντα ὡσαύτως διὰ τῆς κάτω ἐκκρίσεως· τοῦτο µὲν δὴ καὶ αὐτόµατον ἐν τοῖς ἀκριβέσι γίνεται τριταίοις. καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν κάτω τῆς χολῆς κάθαρσις. ἀλλὰ τὴν µὲν γαστέρα µαλακοῖς κλύσµασι κενοῦν· τὰ οὖρα δὲ προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόµασιν ἐναποβρέχοντα. καὶ ἤν σοι πέψεως σηµεῖα προφαίνηται, θαῤῥῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· τοῦτο µὲν δὴ καὶ ἄλλως µέγιστον ἴαµα τοῦ στοµάχου διὰ χολῆς δῆξιν καὶ µᾶλλον εἰ τῆς κόµης αὐτοῦ λαµβάνων ὅσον αὔταρκες ἐναποβρέχοις µελικράτῳ. λουτρὰ δὲ θερµὰ δι’ ὕδατος ποτίµου τὸ µέν τι κενοῖ τῆς χολῆς ἀπάγοντα, τὸ δέ τι καὶ τῇ ποιότητι µεγάλως ὀνίνησιν· ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναµιν, ὅσα τοιαῦτα λουτρά. τὰ δὲ θαλάττια καὶ ἁλµώδη καὶ νιτρώδη καὶ θειώδη πλεῖον µὲν ἀπάγει τῆς χολῆς, πολὺ δ’ ἧττον ὠφελεῖ τῶν ποτίµων. ἄµεινον δ’ εἰπεῖν, οὐδ’ ὠφελεῖν αὐτὰ µειζόνως βλάπτοντα ταῖς ποιότησιν ἢ βοηθοῦντα ταῖς κενώσεσιν. ἀτὰρ οὖν καὶ οἶδά τινα κιβδήλῳ λογισµῷ τοιοῖσδε χρήσασθαι λουτροῖς ἀναπεισθέντα· εἶτα ξηρανθέντα τὴν ἕξιν τοῦ σώµατος; εἰς τοσοῦτόν τε διαφθαρέντα, ὥστε µαρανθεὶς ἀπέθανεν. ἐπέτεινε δὲ αὐτῷ καὶ ἡ ἄλλη πᾶσα δίαιτα πρὸς τὴν κένωσιν τῆς χολῆς. ἀεὶ δὲ χρὴ ποιότητας ἐναντίας τῇ κρατούσῃ παρὰ φύσιν ἀντεισάγειν· καὶ ὡς τὸ πολὺ βέλτιον τοῦτο τοῦ κενοῦν ὁπωσοῦν· ὅπερ οὔτ’ αὐτὸς ἐγίνωσκεν, οὔθ’ ἑτέρων ἐµάνθανε λεγόντων. ἔν τε οὖν τοῖς λουτροῖς οὗτος ὁ σκοπὸς γιγνέσθω, διαβρέξαι τε καὶ ὑγρᾶναι τὸ σῶµα· καὶ διὰ τοῦτο µήτε νίτρου µήθ’ ἁλῶν µήτε νάπυος προσπάττειν, οἷα δὴ τοὺς πλείστους ἐστὶν ἰδεῖν λυµαινοµένους τοῖς ἀῤῥώστοις, ἀλλ’ ὅτι µάλιστα θερµὸν ἔλαιον περιχέοντας ἐµβιβάζειν τε τῷ ὕδατι καὶ διαβρέχεσθαι, καὶ εἴ γ’ ἐθέλοιεν νήχεσθαι ἐν αὐτῷ, συγχωρεῖν αὐτοῖς εἰς ὅσον δύνανται. τοὺς δὲ φιλολουτροῦντας, οὐδ’ εἰ δὶς τῆς ἡµέρας λούειν ἐθέλοις, ἁµαρτάνοις· ἀλλ’ ἐν καιρῷ µάλιστά σοι τοῦτο µνηµονευέσθω. εἰ δὲ καὶ πέψεως τῆς νόσου σηµεῖα φαίνοιτο, κᾂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁµάρτοις. οἴνου δὲ πρὶν µὲν πέττεσθαι τὸ νόσηµα παντάπασιν εἴργειν, ἀρξαµένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τὴν πρώτην διδόναι· πλησίον δ’ ἤδη τοῦ λύεσθαι γενοµένου πλείονα. σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει, πάντα χρήσι-µα τριταίοις ἀκριβέσι. τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. λαχάνων µὲν ἀτράφαξίς τε καὶ βλίτον καὶ λάπαθον καὶ µαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη. τῶν δ’ ἄλλων ὅ τε πτισάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήµατα, καὶ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν πτηνῶν τὰ µαλακόσαρκα, καὶ τῶν µὴ τοιούτων τὰ πτερά. καὶ µὲν δὴ καὶ ἀλεκτρυόνων τοὺς ὄρχεις διδόναι καὶ τῶν συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους· τῶν µικροτέρων δὲ εἰ καὶ τὰς σάρκας δοίης τακερὰς, οὐδὲν βλάψειας. ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ µάλιστα τὰς λεκίθους· ῥᾷον γὰρ αὗται πέπτονται τοῦ λευκοῦ. καὶ τῶν ὀπωρῶν δέ γε συγχωρεῖν γεύεσθαι, τῶν γε µὴ παντάπασι δυσπέπτων. ἀπέχειν δὲ µέλιτός τε καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριµέων ἁπάντων καὶ οἴνων δὲ τῶν παλαιῶν ἱκανῶς καὶ ὅσοι θερµοὶ φύσει. αὕτη µὲν οὖν ἡ δίαιτα τῶν πολλῶν ἐστόχασταί σοι. ὅσοι δὲ µὴ τρυφῶσι, διαιτητέον ἐστὶ ὡς οἶσθα κᾀµὲ διαιτηθέντα ποτὲ ἐν ἀκριβεῖ τριταίῳ πυρετῷ κατὰ τὸν ῾Ιπποκράτειον λόγον ἐν χυλῷ πτισάνης ἄχρι κρίσεως. ταῦτα µὲν ἐν τοῖς ἀκριβέσι τριταίοις.

10. ᾿Εν δὲ τοῖς µὴ ἀκριβέσι προνοεῖσθαι χρὴ µάλιστα καθ’ ὅσον οἷόν τε µήτ’ αὐξῆσαι τὸ νόσηµα µήτε καταβαλεῖν τοῦ νοσοῦντος τὴν δύναµιν ἐν χρόνῳ πλείονι ταλαιπωρεῖσθαι µέλλουσαν. ἔστι µὲν οὖν χαλεπὸν ἀµφοῖν κρατεῖν, ὡς ἂν τῶν µὲν ἀσιτιῶν ὅσον εἰς τὴν πέψιν τοῦ νοσήµατος ὠφελουσῶν, τοσοῦτον ἢ καὶ ἐπὶ πλεῖον ἀδικουσῶν τὴν δύναµιν· τῶν δὲ τροφῶν ὅσον εἰς ῥώµην συντελουσῶν τῷ νοσοῦντι, τοσοῦτον ἐµποδιζουσῶν τὰς πέψεις. ἀλλὰ κᾀνταῦθά σοι γνωστέον, εἰς ὅσον µὲν ἥκει µεγέθους ἡ νόσος, εἰς ὅσον δὲ καὶ ἡ δύναµις αὐτοῦ τοῦ νοσοῦντος· ἵνα πρὸς τὰ µείζονος ἐπικουρίας δεόµενα ἀποβλέπων ἀσιτίαις µὲν ἐν ἰσχυροτέρᾳ τῇ δυνάµει καὶ δυσπέπτῳ νοσήµατι θαῤῥαλεώτερον χρήσῃ· τροφαῖς δὲ πλείοσιν ἐν ἀσθενεστέρᾳ µὲν τῇ δυνάµει, νοσήµατι δὲ µὴ πάνυ δυσπέπτῳ. ταῦτα µὲν δὴ κᾀν τοῖς ἄλλοις ἅπασι νοσήµασι χρὴ σκοπεῖν. ἐν δὲ τοῖς οὐκ ἀκριβέσι τριταίοις οὐδὲ λούειν εὐθὺς κατ’ ἀρχὰς ἀγαθὸν, ἀλλ’ ἡνίκα ἂν φαίνοιτο ἤδη τὰ σηµεῖα τῆς πέψεως, οὐδὲ καθ’ ἡµέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ µίαν. ἡσυχία δὲ καὶ θάλψις τῶν καθ’ ὑποχόνδριον αὐτοῖς συµφέρει καὶ ῥοφήµατα τὰ εὔπεπτα καὶ κλύσµατα τῆς κάτω γαστρὸς µὴ πάνυ µαλακά. καὶ εἰ αἵµατος ἀφαιρέσεως δέοιντο, µηδὲ τοῦτο παραλείπειν, ἀλλ’ εὐθὺς κατ’ ἀρχὰς διορισάµενος ἐξ ὧν οἶσθα ἀποχεῖν αἵµατος ὅσον τοῖς παροῦσι µέτριον. ἡ δ’ ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύµπαν σῶµα ὡς ἐπὶ τῶν ἀκριβῶν ἐστι τριταίων, ἀλλά τι καὶ τοῦ τµητικωτέρου καὶ τοῦ θερµοτέρου τρόπου προσεπιλαµβανέσθω. µάλιστ’ οὖν ἁρµόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλὸς ἐµβαλλοµένου πεπέρεως· ἢ καὶ ὑσσώπου ποτὲ καὶ ὀριγάνου ἢ στάχυος νάρδου ἐµβαλὼν µελικράτῳ καὶ συναφεψῶν διδόναι πίνειν καὶ τἄλλα δ’ ὅσα οὖρα κινεῖ πλὴν τῶν ἄκρως θερµαινόντων τε καὶ ξηραινόντων. µάλιστα δὲ τοῦ ἀψινθίου διδόναι συνεχέστατα µετὰ τὴν ἑβδόµην ἡµέραν. καὶ µὲν δὴ καὶ ὀξύµελι πολλοὺς ὤνησε πινόµενον καί τι τῶν ἐπιεικῶν ὑπηλάτων, οἷς οἶσθα καὶ ἡµᾶς χρωµένους συνεχῶς. ὁ δὲ ἐπὶ τοῖς σιτίοις ἔµετος εἰς τοσοῦτον ἄρα τοῖς ἐν τῷδε πυρετῷ χρονίζουσι χρήσιµος, ὥστε πολλοὺς οἶδα τελέως ἀπαλλαγέντας εὐθέως ἐπὶ τοῖς ἐµέτοις.

11. ῾Εξῆς δὲ περὶ τῶν τεταρταίων ἐροῦµεν, οὓς καὶ αὐτοὺς κατ’ ἀρχὰς µετρίως τε καὶ πρᾴως ἄγειν χρὴ, µήτε φάρµακόν τι τῶν ἰσχυρῶν µηδὲν προσφέροντας µήτε κένωσιν, εἰ µή τι ἄρα πάνυ σφόδρα φαίνοιτο πλεονάζον αἷµα. καὶ εἰ διελόντι φλέβα τὸ ῥέον εἴη µέλαν καὶ παχὺ, µάλιστα δ’ ἐν τοῖς σπληνώδεσι τοιοῦτον εὑρίσκεται, θαῤῥεῖν τῇ κενώσει· ξανθοῦ δὲ καὶ λεπτοῦ φανέντος, ἐπέχειν αὐτίκα. τέµνειν δὲ φλέβα ἤτοι τὴν ἐντὸς ἢ τὴν µέσην ἀγκῶνος ἀριστεροῦ, καὶ δίαιταν ἐφεξῆς ἄφυσόν τε καὶ χρηστὴν διαιτᾶσθαι, µαλάττοντας τὴν γαστέρα, καθ’ ὅσον οἷόν τε διὰ τῶν συνηθῶν. εἰ δὲ µηδὲν ἀνύοι ταῦτα, κλύσµασι χρῆσθαι κατ’ ἀρχὰς µὲν µαλακοῖς, ὕστερον δὲ καὶ δριµυτέροις. χοιρείων δ’ εἴργειν αὐτοὺς κρεῶν καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ τῶν ὑγραινόντων ἐδεσµάτων ἁπάντων, οἴνῳ δὲ χρῆσθαι λευκῷ τε καὶ λεπτῷ καὶ συµµέτρως θερµῷ. καὶ πτηνῶν τοῖς εὐχύµοις καὶ οὐχ ἑλείοις· καὶ ἰχθύων τοῖς εὐπέπτοις τε καὶ µαλακοσάρκοις καὶ µηδὲν γλίσχρον ἔχουσι. καὶ ταρίχει δὲ χρῆσθαι καὶ νάπυϊ καὶ δι’ ἡµερῶν τινων τῆς διὰ τριῶν πεπέρεων προσλαµβάνειν ἢ τοῦ διοσπολιτικοῦ φαρµάκου· καὶ εἰ πεπέρεως µόνου σὺν ὕδατι καθ’ ἑκάστην ἡµέραν λαµβάνοιεν, ὀρθῶς ἂν ποιοῖεν. τρίψεων δὲ καὶ περιπάτων καὶ λουτρῶν καὶ τῶν ἄλλων τῶν συνηθῶν µὴ παντελῶς εἴργειν. εἰ δὲ καὶ παντάπασιν ἀπέχεσθαι λουτρῶν δύναιντο, ταῖς τρίψεσιν ἀρκούµενοι µάλιστ’ ἂν ὀνίναιντο. καὶ εἰ βραχὺς εἴη καὶ µὴ πάνυ βίαιος ὁ τεταρταῖος πυρετὸς, ἐν ταῖς µέσαις τῶν ἡµερῶν οὐδὲν χεῖρον ἅπτεσθαι τῶν συνηθῶν γυµνασίων. ταῦτα µὲν δὴ κατὰ τὰς ἀρχὰς καὶ µέχρι τῆς ἀκµῆς πρακτέον. εἰ δ’ ἐν ἀκµῇ µάλιστά που δοκοίη τοῦ νοσήµατος εἶναι ὁ κάµνων, τότε χρὴ διαιτᾷν µὲν λεπτότερον ἢ πρόσθεν τε καὶ ὄπισθεν· εὐθὺς δὲ καὶ ἡσυχάζειν εἰς µακρὸν κελεύειν· καὶ τῶν σπλάγχνων προνοεῖσθαι, καταιονῶντά τε καὶ καταπλάττοντα τοῖς µαλάττειν τε καὶ χαλᾷν δυναµένοις. ἐφεξῆς δὲ τοῖς διουρητικοῖς καλουµένοις χρῆσθαι φαρµάκοις· καὶ εἰ τὰ τῆς πέψεως τοῦ νοσήµατος σηµεῖα φαίνοιτο, καθαίρειν τηνικαῦτα τοῖς τοὺς µέλανας χυµοὺς κενοῦσι φαρµάκοις χρὴ οὐχ ἅπαξ µόνον, ἀλλὰ καὶ πολλάκις, ἢν οὕτως δέῃ. χρῆσθαι δὲ καὶ τοῖς ἀπὸ τῶν σιτίων ἐµέτοις τηνικαῦτα συνεχῶς, καὶ µηδενὸς κωλύοντος ἐλλέβορον λευκὸν διδόναι τὴν πρώτην ἐπιµιγνύντα ῥαφανίσιν· εἰ δὲ µηδὲν ἀνύει καὶ αὐτὸν τὸν ἐλλέβορον. οἷς δ’ ἐµεῖν ἀδύνατον, τούτους σφοδρότερον καθήσαντας κάτω τοῦ διὰ τῶν ἐχιδνῶν φαρµάκου πίνειν διδόναι καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς· ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡµῖν ἁπάντων δοκιµώτατον, ὀποῦ τοῦ Κυρηναϊκοῦ λαµβάνον. ὅσοι δὲ κατ’ ἀρχὰς τῶν τοιούτων τι φαρµάκων ἔδοσαν ἢ ὅλως πρὸ τῆς ἀκµῆς, ἁπλοῦν µὲν ὄντα τὸν τεταρταῖον διπλοῦν πολλάκις ἐποίησαν, ἢ πάντως µείζονά τε καὶ χαλεπώτερον εἰργάσαντο· διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίησαν, ἢ πάντως γε τοὺς δύο χαλεπωτέρους τε καὶ µείζονας. οἶδα δέ τινα ἰατρὸν, ὅστις ἐτόλµησεν ὑπὸ τριῶν ἐχοµένῳ τεταρταίων δοῦναι τοῦ διὰ τῶν ἐχιδνῶν φαρµάκου οὔπω τοῦ νοσήµατος ἀκµάζοντος· εἶτα οἷα εἰκὸς αὐξηθέντων ἁπάντων συνεχὴς διαδεξάµενος πυρετὸς ἀπέκτεινε τὸν ἄνθρωπον.

12. ᾿Αµφηµερινὸν δὲ θεραπεύων ὀξυµέλιτί τε χρῶ κατὰ τὰς πρώτας ἡµέρας καὶ τοῖς οὖρα καλῶς προτρέπειν δυναµένοις καὶ τὸ σύµπαν σοι τῆς διαίτης κεφάλαιον τµητικώτερον ἔστω. περὶ δὲ τὴν ἀκµὴν προνοεῖσθαι χρὴ τῆς γαστρὸς, µάλιστα δὲ τοῦ στόµατος αὐτῆς. κᾄπειτ’ ἐµεῖν ἀπό τε ῥαφανίδων καὶ σιτίων κελεύειν καὶ τοῖς φλέγµα κενοῦσιν ὑπηλάτοις χρῆσθαι. τὰ δ’ ἄλλα τῆς διαίτης πρὸς τοὺς κοινοὺς ἀποβλέπων σκοποὺς ἐξευρήσεις. Τοὺς δὲ συνεχεῖς πυρετοὺς, οἷς µὲν ἡ ἀκµὴ τοῦ νοσήµατος οὐ ποῤῥωτέρω τῆς ἑβδόµης ἔσεσθαι µέλλοι καὶ ἔστιν ἡ δύναµις ἰσχυρὰ καὶ τὰ τῆς ἡλικίας ὁµολογεῖ, τούτους µὲν ἀκριβῶς τε πάνυ διαιτᾷν καὶ λεπτῶς. ὅσοις δ’ ἤτοι ποῤῥωτέρω τῆς ἑβδόµης ἡ ἀκµὴ τοῦ ὅλου νοσήµατος ἢ τὰ τῆς δυνάµεως οὐκ εὔρωστα, κατ’ ἀρχὰς µὲν ἁδρότερον, ἐγγὺς δὲ τῆς ἀκµῆς λεπτότερον, ἀκµαζόντων δ’ ἤδη λεπτότατον διαιτᾷν. εἶτ’ αὖθις ἁδροτέραν ἀεὶ καὶ µᾶλλον ὁµοίαν τὴν αὔξησιν ποιούµενον τῇ πρὸ τῆς ἀκµῆς µειώσει. αἵµατος δὲ ἀφαίρεσις διά τε τὸ µέγεθος τοῦ νοσήµατος καὶ οἷς πολὺ πλέον ἔρευθός ἐστι τοῦ κατὰ φύσιν καί τις ὄγκος ἀήθης ὅλου τοῦ σώµατος µετέωροί τε καὶ τεταµέναι φλέβες, τούτων ἀφαιρεῖν, ἢν µή σε τὰ τῆς δυνάµεως ἢ τὰ τῆς ἡλικίας ἤ τι τῶν ἄλλων ὧν κατ’ ἀρχὰς εἶπον ἀπείργει. ὑγραὶ δὲ δίαιται ὅτι τοῖς ὀξέσι πυρετοῖς ἅπασι συµφέρουσιν ὀρθῶς εἴρηται πάλαι. πτισάνης τε οὖν χυλὸν οἷς οὐκ ὀξύνεται διδόναι καὶ µελίκρατον οἷς οὐκ ἐκχολοῦται καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήµατα καὶ ἄρτον δι’ ὕδατος, ὅσα τ’ ἄλλα τῆς αὐτῆς ἢ παραπλησίας ἐστὶ δυνάµεως. τοῖς δ’ ἰσχυρῶς θερµοῖς καὶ καυσώδεσιν, ὅταν πρῶτον ἴδῃς τὰ τῆς πέψεως σηµεῖα, θαῤῥῶν ὕδατος ἤδη ψυχροῦ διδόναι πίνειν τῆς δόσεως τὸ πλῆθος, µετρῶν ὥρᾳ τε καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ φύσει καὶ ἔθει. τοιαύτη µέν τις ἐν τῷ καθόλου φάναι τῶν ἄνευ συµπτωµάτων πυρετῶν ἐπιµέλεια.

 

13. Τῶν δὲ µετὰ συµπτωµάτων πυρετῶν οὐκ ἔθ’ ἁπλῶς οὕτως, ἀλλὰ µετρῆσαι χρὴ καθ’ ὅσον οἷόν τε πηλίκος µὲν ὁ πυρετὸς, πηλίκον δὲ τὸ σύµπτωµα τὸ τὸν κίνδυνον ἐπιφέρον, καὶ πρὸς τὸ σφοδρότερον ἐν αὐτοῖς καὶ χαλεπώτερον ἵστασθαι, µηδὲ θατέρου παντάπασιν ἀµελοῦντας. φέρε γὰρ εἴ τις πυρέττοι µὴ τῆς καλουµένης πληθωρικῆς διαθέσεως παρούσης, ἀλλ’ ἐξ ἀπεψιῶν τε προσφάτων εἴη καὶ δάκνοιτο καὶ θλίβοιτο τὸ στόµα τῆς γαστρὸς ἢ καὶ χυµόν τινα µοχθηρὸν ἐµηµεκὼς εἴη καὶ τῇ τούτου διόδῳ µεγάλως βεβλαµµένος, ὥστε καὶ δυσφορεῖν καὶ ἀλύειν· ἆρ’ ἐνταῦθα πρὸς τὸν πυρετὸν ἀποβλέψαντες µόνον κενοῦν ἐπιχειρήσοµεν τὸ πλῆθος, ὅπερ ἄλλως ἂν ἀλύπως ἐπράξαµεν; ἢ πρότερον τοῦ στόµατος τῆς γαστρὸς προνοησόµεθα, κᾄπειθ’ οὕτως, ἐπειδὰν ἡµῖν καλῶς ἔχῃ τοῦτο, τὴν ἐνδεχοµένην τοῦ παντὸς σώµατος κένωσιν ποιησόµεθα; ἐµοὶ µὲν οὖν οὕτω δοκεῖ. πολλάκις γοῦν εἶδον πολλοὺς τῶν τοιούτων, τοὺς µὲν ἀπολλυµένους, τοὺς δ’ εἰς ἔσχατον ἀφικοµένους κινδύνου, ἐπιχειρησάντων αὐτοὺς κενοῦν τῶν ἰατρῶν, πρὶν ῥῶσαι τὸν στόµαχον. ἀλλ’ οὐδὲ εἰ µετὰ διαῤῥοίας ὁ πυρετὸς εἴη, χρῄζει τινὸς ἄλλης κενώσεως, ἀλλ’ αὐτάρκης αὕτη, κᾂν µὴ κατὰ λόγον ᾖ τοῦ πλήθους. ὅσοι γὰρ τῶν τοιούτων ὡς πλείονος χρῃζόντων ἀφαιρέσεως ἤτοι τοῦ αἵµατος ἀπάγειν ἐτόλµησαν ἢ τὴν γαστέρα κινεῖν, ἔτι µᾶλλον ὀξεῖς κινδύνους ἐπήνεγκαν. ἀλλ’ οὐδ’ εἰ σπώµενός τις ἅµα καὶ κενώσεως αἵµατος εἴη χρῄζων, οὐδὲ τούτῳ τοσοῦτον ἀφαιρεῖν προσήκει εἰσάπαξ ὅσου δεῖται τὸ πάθος, ἀλλά τι καὶ τῷ συµπτώµατι καταλειπτέον ἱδρῶτάς τε πολλάκις κινοῦντι καὶ ἀγρυπνίας προσφέροντι καὶ τὴν ἰσχὺν καταβάλλοντι τοῦ νοσοῦντος. οὕτω δὲ καὶ εἰ ἀγρυπνία σφοδρὰ καὶ εἰ ἄλγηµα σύντονον ἐνοχλοίη τὸν νοσοῦντα, φυλακτέον ἀθρόας τε καὶ πολλὰς κενώσεις. οἷον δέ τι σύµπτωµα καὶ τὴν τοῦ περιέχοντος ἀέρος ὑπολογιστέον κρᾶσιν, ὅταν γε ἀκριβῶς ᾖ θερµὴ καὶ ξηρὰ καθάπερ τῆτες ἐν τῷ µεταξὺ κυνὸς ἀνατολῆς καὶ ἀρκτούρου. καὶ διὰ τοῦτο πάντες ἀπέθανον, ὧν οἱ µηδ’ ὅλως ταῖς ὥραις προσέχοντες ἰατροὶ τὰς φλέβας τεµεῖν ἐθάῤῥησαν. οὕτω δὲ καὶ εἰ ψυχρά τις εἴη πάνυ σφόδρα, καὶ γὰρ οὖν καὶ τότε φυλακτέον ἀποχεῖν τι τοῦ αἵµατος, εἰδότας οὐ µικροὺς ἐν τοῖς τοιούτοις ἀκολουθεῖν κινδύνους. ἀπόλλυνται δ’ οἱ µὲν ἐν ταῖς θερµαῖς πάνυ καταστάσεσιν οὐκ ὀρθῶς κενωθέντες ὑπὸ τῆς καλουµένης συγκοπῆς τε καὶ διαφορήσεως. οἱ δ’ ἐν ταῖς ψυχραῖς ἐν ἀρχαῖς τῶν παροξυσµῶν καταψυχθέντες σφοδρῶς οὐκέτ’ ἀναφέρουσι. ταῦτ’ ἄρα καὶ τῶν χωρίων οὔτ’ ἐν τοῖς θερµοῖς ἄγαν οὔτ’ ἐν τοῖς ψυχροῖς αἵµατος ἀφαιρέσει θαῤῥοῦµεν. ἀλλ’ ἐὰν µὲν ὁµολογῇ τὰ τῆς ὥρας τῷ χωρίῳ, παντάπασιν ἀπεχόµεθα· µὴ ὁµολογούν των δὲ κενοῦµεν µὲν, ἀλλ’ ἔλαττον πολὺ ἢ ὡς εἰ µηδ’ ἕτερον ἐκώλυεν. οἷον δέ τι σύµπτωµα καὶ τὸ τοῦ νοσοῦντος εὐπαθὲς ὑφορᾶσθαι χρή. πολλοὶ γὰρ οὔτ’ ἐκενώθησάν ποτε οὔτε κένωσιν ἀθροωτέραν οὐδεµίαν οὔτ’ ἀσιτίαν µακροτέραν φέρουσιν· ἀλλ’ οἱ µὲν ἄῤῥωστοι τὴν ἅπασαν ἰσχὺν τοῦ σώµατος ἐπ’ αὐτοῖς γίνονται ῥᾳδίως· οἱ δ’ εὐθὺς τὸν στόµαχον φαύλως ἴσχουσιν, ὥστε ἀποστρέφεσθαι τὰ σιτία· καὶ εἰ βιασάµενοι λάβοιεν ἢ µὴ κατέχειν ἢ µὴ πέττειν καλῶς. ἐν τούτῳ τῷ µέρει τῆς διαγνώσεως καὶ τὴν κρᾶσιν τοῦ νοσοῦντος θεωρητέον. ὅσοι γὰρ θερµοὶ καὶ ξηροὶ φύσει τυγχάνουσιν ὄντες, οὗτοι πάντες ὑπὸ τῶν ἀθρόων κενώσεων ῥᾳδίως βλάπτονται. καὶ µὲν δὴ καὶ τὸ ἔθος οὐ µικρὰ µοῖρα πρός τε τἄλλα σύµπαντα καὶ οὐχ ἥκιστα πρὸς τὴν τῆς κενώσεως ἔνδειξιν. οἱ µὲν γὰρ οὔτ’ ἐκενώθησαν ἔµπροσθεν οὔτε ποτὲ κένωσιν ἀθρόαν ὑπήνεγκαν, παµπόλλοις σιτίοις ἐχρῶντο. τινὲς δ’ ἔµπαλιν οὔτε πολλοῖς χρῶνται σιτίοις καὶ κενώσεων ἐθάδες εἰσί. τούτους µὲν οὖν ἀδεῶς κενωτέον, ὅταν γε καὶ τἄλλα ὑπαγορεύῃ. τοὺς δ’ ἑτέρους τοὺς ἀήθεις οὐδ’ εἰ τἄλλα σύµπαντα προτρέποιτο. κατὰ ταὐτὰ δὲ καὶ τὰς ἕξεις τοῦ σώµατος χρὴ σκοπεῖσθαι. τοῖς µὲν γὰρ πυκνὴν καὶ στερεὰν ἔχουσι τὴν σάρκα δυσπαθὴς ἡ ἕξις. ὥστ’ οὐδὲν χρὴ δεδιέναι κενοῦν αὐτοὺς εἰσάπαξ, ἤν γε καὶ τἄλλα κελεύῃ. τοῖς δὲ µαλακήν τε καὶ βρυώδη καὶ διαῤῥέουσαν ἑτοίµως εὐπαθής ἐστι δεινῶς. ὥστε τῶν γε τοιούτων οὐδ’ εἰ πάντα τἄλλα κελεύοι, τοῦ αἵµατος ἀποχεῖν οὐδὲ τότε τολµητέον, ἀλλὰ καὶ ταῖς ἄλλαις κενώσεσι καθ’ ὅσον οἷόν τε µετρίως τε καὶ εὐλαβῶς χρηστέον. ὁµοίως δὲ καὶ ὅσοι παχεῖς ὑπερβαλλόντως ἢ ἰσχνοὶ, καὶ γὰρ καὶ τούτων τάς τε φλέβας τέµνειν φυλακτέον καὶ τὰς ἄλλας κενώσεις τὰς ἀθρόας εὐλαβητέον. εἴη δ’ ἂν ἐν τούτοις καὶ ἡ ἡλικία, καθάπερ τι σύµπτωµα κωλυτικὸν ἀθρόας κενώσεως· οὔτε γὰρ οἱ παῖδες οὔθ’ οἱ γέροντες ἀλύπως αὐτὰς φέρουσι. πάντας οὖν τοὺς εἰρηµένους, ὅταν αἱ διαθέσεις κένωσιν ὑπαγορεύωσιν, οὐχ ἅπαξ οὐδ’ ἀθρόως, ἀλλὰ κατὰ βραχὺ κενωτέον, ἀσιτίαις τε συµµέτροις καὶ τρίψεσι καὶ κλύσµασι µαλακοῖς, καταιονήσεσί τε καὶ καταπλάσµασι καὶ βαλανείοις· ἑκάστου πάλιν τούτων τὴν ἔνδειξιν ἀπὸ τῶν προειρηµένων λαµβάνοντας. οὕτω δὲ καὶ εἰ δύο ποτὲ συµπτώµατα ἐναντία παρακολουθοίη, σκέπτεσθαι χρὴ, ὁπότερον αὐτῶν ἰσχυρότερόν ἐστιν. ὡσαύτως δὲ καὶ εἰ νοσήµατα δύο περὶ τὸν αὐτὸν ἄνθρωπον εἴη, µαχοµένας τὰς ἐνδείξεις ποιούµενα· καὶ γὰρ καὶ τότε πρὸς τὸ κατεπεῖγον ἵστασθαι χρὴ, µηδὲ θατέρου παντάπασιν ἀµελοῦντας. τὰς δ’ ἀπὸ τῶν συµπτωµάτων τε καὶ νοσηµάτων ἐνδείξεις οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν ἐργαζοµένην ἕκαστον αἰτίαν χρὴ σκοπεῖν, οἷόν ἐστι ἡ λειποθυµία καὶ ἡ ἔκλυσις. εἰώθασι γὰρ οἱ ἰατροὶ καθ’ ἑνὸς πράγµατος ἄµφω ταῦτα τὰ ὀνόµατα φέρειν· αὐτὸ µὲν οὖν τὸ πρᾶγµα ἕν ἐστιν, αἰτίαι δ’ αὐτοῦ πολλαί. λειποθυµοῦσι γὰρ ἐπί τε χολέραις καὶ διαῤῥοίαις καὶ δυσεντερίαις καὶ λυεντερίαις καὶ γυναικείῳ ῥῷ καὶ τραύµασιν, αἱµοῤῥοΐσι τε καὶ ἀναγωγαῖς αἵµατος καὶ ταῖς διὰ ῥινῶν αἱµοῤῥαγίαις καὶ λοχείαις καθάρσεσιν ἀµέτροις. ἤνεγκε δέ ποτε καὶ ἀπεψία µεγάλη λειποθυµίαν καὶ µάλισθ’ ὅταν ἀµετρότερον ὑπαγάγῃ τὴν γαστέρα. καὶ ὁ βούλιµος δὲ καλούµενος οὐδὲν ἄλλο ἢ λειποθυµία ἐστί. καὶ ὑστερικῆς πνίξεως ἁπάσης λειποθυµία προηγεῖται· καὶ ταῖς ἀναδροµαῖς τῶν ὑστέρων ἕπεται καὶ ταῖς παρεγκλίσεσι δὲ καὶ ταῖς φλεγµοναῖς αὐτῶν πολλάκις ἀκολουθεῖ. προηγεῖται δ’ ἀποπληξίας τε καὶ κακοήθους ἐπιληψίας καὶ διαφορήσεων καὶ τῶν συγκοπῶν καὶ µαρασµῶν. ἀλλὰ καὶ συνεισβάλλει ποτὲ καταβολαῖς πυρετῶν οὐκ ὀλίγαις καὶ µάλισθ’ ὅταν ἄκρως ᾖ ξηρὸν καὶ αὐχµῶδες ἢ πληθωρικὸν ἀµέτρως τὸ σῶµα. καὶ καυσώδει δὲ καὶ κακοήθει πυρετῷ συνεισέβαλέ ποτε· καὶ τοῖς µεγάλως καταψυχθεῖσι τὰ ἄκρα τοῦ σώµατος ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν· καὶ ὅσοι διὰ µέγεθος φλεγµονῆς ἢ ἥπατος ἢ κοιλίας ἢ στοµάχου πυρέσσουσι, καὶ οὗτοι λειποθυµοῦσι κατὰ τὰς ἀρχὰς τῶν παροξυσµῶν· µάλιστα δ’ οἷς πλῆθος χυµῶν ὠµῶν καὶ ἀπέπτων καί τις ἔµφραξις ἐπικαίρου µορίου. λειποθυµοῦσι δὲ καὶ ὅσοις τὸ στόµα τῆς γαστρὸς ἄῤῥωστον, ἢ ὑπὸ µοχθηρίας χυµῶν δάκνεται ἢ ὑπὸ παχέων ἢ γλίσχρων ἢ ὑγρῶν ἢ ψυχρῶν βαρύνεται. καὶ µὲν δὴ καὶ ψυχικῶν παθῶν ἰσχύϊ λειποθυµοῦσί τινες· µάλιστα δὲ πρεσβῦται πάσχουσιν αὐτὸ καὶ οἱ ἄλλως ἀσθενεῖς. καὶ γὰρ λυπηθέντες αὐτῶν πολλοὶ καὶ χαρέντες καὶ θυµωθέντες ἐλειποθύµησαν. ἀλλὰ καὶ νοτίδες ἔσθ’ ὅτε µὴ κατὰ καιρὸν τοῖς οὕτως ἔχουσιν ἐπιφαινόµεναι λειποθυµίας ἐπιφέρουσιν, ὥσπερ καὶ τοῖς ἰσχυροτέροις ἱδρῶτες ἄµετροι. καὶ εἰ ἀπόστηµά τι ῥαγείη, βλάπτει τὴν δύναµιν ἰσχυρῶς· καὶ µάλιστα εἰ ῥαγὲν ἀθρόως εἰς κοιλίαν ἢ εἰς στόµαχον ἢ εἰς θώρακα συῤῥέοι. καὶ ἡµεῖς αὐτοὶ τέµνοντες ἀποστήµατα εἰ τὸ πῦον ἀθρόως ἐκκενώσωµεν, ἀνάγκη λειποθυµῆσαι· καὶ εἰ καθαίροντες ἢ κλύζοντες ἢ ὁπωσοῦν κενοῦντες, ἀθροώτερον αὐτὸ δράσωµεν· οὐδὲ γὰρ οὐδὲ τὸ ἐν τοῖς ὑδέροις ὑγρὸν καί τοι περιττὸν ὂν καὶ παρὰ φύσιν ἀλύπως ἀνέχεται τὴν ἀθρόαν κένωσιν, ἀλλὰ ἀνάγκη καὶ τότε λειποθυµῆσαι τὸν ἄνθρωπον. ἀλλὰ καὶ διὰ µέγεθος ὀδύνης ἐκλύσεις γίνονται δήξεών τινων ἢ στρόφων ἢ εἰλεῶν ἢ κωλικῆς διαθέσεως ἐξαίφνης ἐµπεσούσης. ἀλλὰ καὶ νεῦρον τρωθὲν καὶ µυὸς κεφαλὴ λειποθυµίαν ἤνεγκε καὶ τὰ ἐν τοῖς ἄρθροις ἕλκη τὰ κακοήθη καὶ τὰ γαγγραινώδη καὶ νοµώδη σύµπαντα καί τις ἄµετρος ψύξις ἢ θερµασία καὶ ἡ τοῦ ζωτικοῦ τόνου λύσις. αὗται µὲν αἱ τῆς λει-ποθυµίας αἰτίαι. καθ’ ἑκάστην δὲ αὐτῶν ἡ θεραπεία ἴδιος, καὶ γράψαι νῦν ὑπὲρ πασῶν οὐκ ἐγχωρεῖ. τὰς γὰρ ἐν τοῖς πάθεσι συνεδρευούσας οὐχ οἷόν τε χωρὶς ἐκείνων ἰάσασθαι. τοσοῦτον οὖν ἐν τῷ παρόντι λόγῳ ἐροῦµεν περὶ αὐτῶν, εἰς ὅσον ἄν τις µαθὼν ἱκανὸς εἴη τοῖς ἐξαίφνης ἐµπίπτουσιν ἐνίστασθαι παροξυσµοῖς. οἷον ὅτι τοῖς µὲν χολέραις καὶ διαῤῥοίαις καὶ ταῖς ἄλλαις ταῖς πολλαῖς καὶ ἀθρόαις κενώσεσιν ἐκλυοµένοις ὕδωρ τε ψυχρὸν προσραίνειν καὶ τοὺς µυκτῆρας ἐπιλαµβάνειν καὶ ἀνατρίβειν τὸ στόµα τῆς γαστρὸς καὶ κελεύειν ἐµεῖν ἢ σπαράττειν τὸν στόµαχον ἤτοι δακτύλων ἢ πτερῶν καθέσεσιν· ἀλλὰ καὶ χεῖρας καὶ σκέλη καὶ πόδας διαδεῖν· εἶναι δὲ χρὴ καὶ τοὺς δεσµοὺς πλείονας µὲν καὶ σφοδροτέρους ἐν ταῖς χερσὶν, ὅταν διὰ τῶν κάτω µερῶν αἱ κενώσεις γίγνωνται, καθάπερ ἐν ταῖς αἱµοῤῥοΐσι καὶ διαῤῥοίαις ὅσας τε διὰ τῶν ὑστερῶν αἱ γυναῖκες κενοῦνται. τὸ γὰρ τὰ σκέλη τηνικαῦτα σφοδρῶς διαδεῖν ἐπισπᾶταί τι κάτω πολλάκις. ἔµπαλιν δ’ ἐν ταῖς διά τε ῥινῶν αἱµοῤῥαγίαις καὶ τοῖς ἐµέτοις οἱ δεσµοὶ πλείονές τε καὶ σφοδρότεροι κατὰ τὰ σκέλη γιγνέσθωσαν. καὶ µὲν δὴ καὶ ὅσοις ἐπὶ τρώµασιν αἱµοῤῥαγοῦσιν, ὡσαύτως ἄνω µὲν ἐπὶ τοῖς κάτω· κάτω δ’ ἐπὶ τοῖς ἄνω τὰ δεσµὰ περιβάλλειν. ἐξευρίσκειν δέ τι καὶ ἀνάῤῥοπον σχῆµα τῷ µέρει, µὴ µέντοι πάνυ σφόδρα· τεινόµενον γὰρ ἐν τῷδε καὶ πονοῦν οὐδὲν ἧττον ἢ εἰ κατάῤῥοπον ἦν παροξύνεται. τὸ δὲ σύµπαν ἢ ἐπὶ τὰ κοινὰ ἀντισπᾷν τοῖς πεπονθόσιν ἢ ἐπὶ τὰ τῆς κενώσεως κατάρξαντα· διὰ τοῦτο τὰς µὲν ἐκ τῶν ὑστερῶν ἀθρόας κενώσεις αἱ παρὰ τοὺς τιτθοὺς προσβαλλόµεναι σικύαι τάχιστα παύουσι· τὰς δὲ διὰ τῶν ῥινῶν ἥπατί τε καὶ σπληνὶ κατὰ τὴν αἱµοῤῥαγοῦσαν ῥῖνα, καὶ εἰ δι’ ἀµφοτέρων ἀθρόον καὶ πολὺ φέροιτο, τοῖς σπλάγχνοις ἀµφοτέροις προσβάλλειν. ἰᾶται δὲ καὶ οἶνος ὕδατι ψυχρῷ κεκραµένος τὰς ἐπὶ ταῖς ἀθρόαις κενώσεσιν ἐκλύσεις καὶ µάλιστα τῶν εἰς τὴν γαστέρα ῥεπόντων ῥευµάτων. ἐπισκοπεῖσθαι δὲ ἢν µή τι κωλύῃ τὴν τοιαύτην δόσιν, οἷον εἰ σπλάγχνον τι φλεγµαῖνον ἢ κεφαλῆς ἄλγηµα σφοδρότερον ἢ παρακρου-στικόν τι πάθος ἢ πυρετὸς καυσώδης ἐν ἀπέπτῳ νοσήµατι. µεγάλαι γὰρ ἐν τοῖς τοιούτοις καὶ σχεδὸν ἀνίατοι ταῖς τῶν οἴνων πόσεσιν ἕπονται βλάβαι. µηδενὸς δὲ κωλύοντος, ἐφεξῆς δεῖ διορίζεσθαι τήν τε φύσιν τοῦ νοσοῦντος καὶ τὸ ἔθος καὶ τὴν ἡλικίαν καὶ τὴν τοῦ περιέχοντος ἀέρος κρᾶσιν· εἰς ταῦτα γὰρ ἀποβλέπων ἢ θερµὸν ἢ ψυχρὸν δώσεις τὸ πόµα. τοὺς µὲν γὰρ ἀήθεις ψυχροῦ πόµατος ἢ καὶ φανερῶς βλαπτοµένους ὑπ’ αὐτοῦ καὶ ὅσοι φύσει ψυχρότεροι καὶ τοὺς ἐν ἐσχάτῳ γήρᾳ ἢ καὶ χωρίῳ ψυχροτέρῳ φύσει ἢ καὶ χειµῶνος εἴργειν τοῦ ψυχροῦ. τοῖς δ’ ἐναντίως ἔχουσιν ἀδεῶς διδόναι πίνειν. ἔστω δὲ καὶ οἶνος ἐπὶ µὲν τοῖς εἰς τὴν γαστέρα ῥεύµασι θερµός τε καὶ λεπτὸς, οἷος ὁ Λέσβιος. ἐπὶ δὲ ταῖς αἱµοῤῥαγίαις παχύς τε καὶ µέλας καὶ στρυφνός. ἐπὶ δὲ τοὺς τόπους αὐτοὺς ἐπιτιθέναι, γαστρὶ µὲν καὶ µήτρᾳ καὶ στοµάχῳ καὶ θώρακι τὰ τονοῦν πεφυκότα. κεφαλῇ δὲ καὶ µετώπῳ καὶ ταῦτα καὶ τὰ ψύχοντα. καὶ ἐφ’ ὧν ἐπιπολῆς καὶ κατὰ τοὺς µυκτῆρας φλεβῶν εἴη τις ἐῤῥωγυῖα, τῶν ἐπεχόντων φαρµάκων τὸ αἷµα ἐπιτιθέναι. λουτρὰ δὲ τοῖς µὲν εἰς τὴν γαστέρα ῥεύµασιν ἐπιτηδειότατα· τὰς δ’ αἱµοῤῥαγίας δεινῶς παροξύνει. καὶ ὅσοι διὰ πλῆθος ἱδρώτων λειποθυµοῦσι, καὶ τούτοις ἐναντιώτατα, χρὴ γὰρ αὐτῶν στύφειν τε καὶ ψύχειν, οὐ χαλᾷν τὸ δέρµα. καὶ τὸν οἶνον ψυχρὸν µάλιστα διδόναι τούτοις καὶ µηδὲν ὅλως προσφέρειν θερµόν. ἀλλὰ µηδὲ διαδεῖν τὰ κῶλα, µήδ’ ἀναγκάζειν ἐµεῖν, µηδὲ κινεῖν ὅλως. καὶ πνευµάτων εἰσόδους ψυχόντων ἐπιτεχνᾶσθαι καὶ τὸν ἀέρα τοῦ οἴκου τρέπειν εἰς ψύχουσάν τε καὶ στρυφνὴν ποιότητα, µυρσίναις τε καὶ ἀµπέλων ἕλιξι καὶ ῥόδοις καταστρωννύντα τοὔδαφος· τούτων οὐδὲν χρήσιµον τοῖς εἰς τὴν γαστέρα ῥεύµασιν, αὔξεται γὰρ εἰς ὅσον ἂν πυκνωθῇ τὸ δέρµα. τοῖς µὲν οὖν ἐπὶ ταῖς κενώσεσιν ἐκλυοµένοις οὕτω βοηθεῖν ἔν γε τῷ παραχρῆµα. τοῖς δ’ ἐπὶ πλήθεσιν οὐκ ἔθ’ ὁµοίως, ἀλλὰ τρίβειν ἐπὶ πλεῖστον ἐπ’ ἐκείνων τὰ κῶλα καὶ θερµαίνειν καὶ διαδεῖν. οἴνου δὲ καὶ τροφῆς ἀπέχειν καὶ λουτρῶν, εἰ πυρέττοιεν· ἀρκεῖ δ’ αὐτοῖς µελικράτου τε διδόναι πόµα ἢ θύµου ἢ ὀριγάνου ἢ γλήχωνος ἢ ὑσσώπου ἔχοντος ἐναφηψηµένον. ἐπιτήδειον δὲ καὶ ὀξύµελι. καὶ τὰς ἐφ’ ὑστέραις δὲ πεπονθυίαις ἐκλυοµένας ὡσαύτως ἰᾶσθαι, πλὴν ὀξυµέλιτος, καὶ διαδεῖν καὶ τρίβειν σκέλη µᾶλλον ἢ χεῖρας. καὶ ὥσπερ ἐπ’ ἐκκρίσει πολλῇ παρὰ τοὺς τιτθοὺς σικύας ἐπιτίθεµεν, οὕτως αἷς ἀνέσπασται καὶ παρέσπασται, βουβῶσί τε καὶ µηροῖς προσάξοµεν. καὶ ταῖς µὲν ῥισὶν ὀσφραντὰ δυσωδέστατα, ταῖς δὲ µήτραις εὐώδη. καὶ τὰ χαλᾷν καὶ θερµαίνειν δυνάµενα φάρµακα προσοίσοµεν. εἰ δ’ ἄῤῥωστος ὁ στόµαχος εἴη καὶ ταύτῃ λειποθυµοῖεν, ἐπιπλάττειν µὲν τοῖς τονοῦν δυναµένοις, οἷα τά τε διὰ τῶν φοινίκων ἐστὶ καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ µαστίχης· ἐπιβρέχειν δὲ τοῖς δι’ ἀψινθίου καὶ µηλίνου καὶ µαστιχίνου καὶ νάρδου καὶ οἰνάνθης καὶ οἴνου. καὶ εἰ ἐκκαίοιντο, µιγνύναι τι καὶ τῶν ψυχόντων, οἷον τῆς τε κολοκύνθης τὸν χυλὸν καὶ τῆς θριδακίνης καὶ τῆς ἀνδράχνης καὶ τοῦ στρύχνου καὶ τῆς σέριος καὶ τοῦ ὄµφακος. οὗτος µέν γε οὐ ψύχει µόνον, ἀλλὰ καὶ στύφει. καὶ ψυχρὸν ὕδωρ τοῖς διακαιοµένοις τὸν στόµαχον ὤνησε πολλάκις ἐν καιρῷ δοθὲν, ἄλλως δὲ µεγάλως βλάπτει. καὶ χρὴ µᾶλλον οἴνου θερµοῦ διδόναι τοῖς ἀῤῥώστοις τὸν στόµαχον, εἰ µηδὲν ἄλλο κωλύει· ὤνησε δὲ µεγάλως τοὺς τοιούτους στοµάχους καὶ ἡ τῶν ἀκρωτηρίων τρίψις. εἰ δ’ ἐπὶ τούτοις βελτίους µὴ γένοιντο, τοὺς µὲν ἐκκαιοµένους ἐπὶ λουτρὸν ἄγειν τὴν ταχίστην. ὅσοι δὲ ψύξεώς τινος αἴσθησιν ἔχουσι, τοῦ τε διὰ τριῶν πεπέρεων φαρµάκου καὶ αὐτοῦ τοῦ πεπέρεως µόνου καὶ ἀψινθίου πινόντων. ὅσοι δὲ µοχθηρῶν χυµῶν δακνόντων τὸ στόµα τῆς γαστρὸς ἐκλύονται, διδοὺς ὕδωρ θερµὸν ἢ ὑδρέλαιον ἐµεῖν κελεύειν. εἰ δὲ δυσεµεῖς εἶεν, θάλπειν χρὴ πρότερον αὐτά τε τὰ περὶ τὸν στόµαχον χωρία καὶ πόδας καὶ χεῖρας. εἰ δὲ µηδ’ οὕτως δύναιντο, πτερὰ ἢ δακτύλους καθιέντας ἐρεθίζειν. εἰ δὲ µηδ’ οὕτως, αὖθις αὐτοῖς ἔλαιον θερµὸν ὅτι κάλλιστον δοτέον. εἴωθε δὲ πολλάκις τοὔλαιον οὐκ εἰς ἔµετον µόνον ὁρµᾷν, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττειν· ἔστι δὲ καὶ τοῦτο οὐ µικρὸν ἀγαθὸν τοῖς παροῦσιν. ὥστ’ εἰ µὴ γένοιτο αὐτόµατον, ἐπιτεχνᾶσθαι χρή· µάλιστα δὲ τοῖς προσθέτοις αὐτὸ πειρᾶσθαι δρᾷν· εἰ δὲ ῥᾷον ἐπὶ τοῖσδε γένοιτο, καὶ ἀψινθίου κόµην ἐναφέψων µελικράτῳ διδόναι πίνειν καὶ οἶνον ἐφεξῆς· καὶ παντοίως ῥωννύναι τὰ µόρια διά τε τῶν ἔξωθεν ἐπιτιθεµένων φαρµάκων καὶ τοῦ ἀψινθίου ταῖς πόσεσιν. οὐ µὴν κατ’ ἀρχὰς κελεύω σε τοῦτο ποιεῖν οὕτως, ἀλλ’ ὕστερον, ἡνίκα µὲν ἤδη καθαρὰ τὰ περὶ τὴν κοιλίαν ᾖ· περιεχοµένων δ’ ἔτι τῶν χυµῶν ἐν αὐτῇ µηδέπω στύφειν, ἀλλ’ ἀρκεῖ θάλπειν µόνον, ὡς ἔµπροσθεν εἴρηται. φλέγµατος δὲ πολλοῦ καὶ ψυχροῦ κατὰ τὸ στόµα τῆς γαστρὸς ἠθροισµένου, καταντλεῖν µὲν ἐπὶ πλεῖστον, ἐλαίῳ συνέψων ἀψίνθιον· ἐφεξῆς δὲ τοῦ µελικράτου διδόναι ἢ ὑσσώπου ἤ τι τῶν ὁµοίων ἀποβρέχων ὀξυµέλιτός τε καὶ πεπέρεως καὶ τοῦ διὰ τριῶν πεπέρεων καὶ τοῦ διοσπολιτικοῦ φαρµάκου. καὶ τὸ σύµπαν σοι τῆς διαίτης κεφάλαιον τµητικὸν ἔστω. τὰς δ’ ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν ἐκλύσεις ὁµοίως τοῖς βουλίµοις ἰᾶσθαι, παντὶ τρόπῳ θερµαίνοντα. τόν τε οὖν οἶνον αὐτοῖς διδόναι θερµῷ κεκραµένον καὶ τροφὰς τὰς θερµαίνειν πεφυκυίας, ἀνατρίβειν τε καὶ θάλπειν παρὰ πυρί. τὰς δ’ ἐπὶ θερµασίᾳ πλείονι γινοµένας λειποθυµίας τοῖς ἐµψύχειν τε καὶ τονοῦν δυναµένοις. ἐµπίπτουσι γὰρ αὗται µάλιστα τοῖς ἐν ἀέρι πνιγώδει καὶ βαλανείῳ χρονίσασι. ῥώσεις οὖν αὐτοὺς ἐν µὲν τῷ παραχρῆµα τότε ψυχρὸν ὕδωρ προσραίνων καὶ ῥιπίζων καὶ πρὸς ἄνεµον τρέπων καὶ τρίβων τὸ στόµα τῆς κοιλίας καὶ σπαράττων· ἐφεξῆς δ’ ἤδη καὶ οἶνον διδοὺς καὶ τροφάς. τοὺς δὲ διὰ µέγεθος φλεγµονῆς ἢ καὶ κακοήθειαν σφοδροῦ πυρετοῦ λειποθυµοῦντας ἐν ταῖς εἰσβολαῖς καὶ καταψυχοµένους τὰ κῶλα τρίβων ἰσχυρῶς καὶ θάλπων καὶ διαδῶν σκέλη τε καὶ χεῖρας, ἐγρηγορέναι τε κελεύων καὶ σιτίου παντὸς ἀπέχεσθαι καὶ πόµατος. ἄριστον δ’ ἐπὶ τούτων προγνῶναι τὸ µέλλον ἔσεσθαι καὶ φθάνειν αὐτὰ πράξαντα πρὸ τοῦ παροξυσµοῦ. καὶ τοὺς διὰ ξηρότητα δὲ συγκοπτοµένους ἐν ταῖς τῶν παροξυσµῶν ἀρχαῖς ἄριστον προγινώσκειν. εἰ γὰρ ὥραις που δύο ἢ τρισὶν ἔµπροσθεν πρὸ τοῦ παροξυσµοῦ θρέψαις, διακρατεῖσθαί τε πόδας καὶ χεῖρας κελεύσειας, οὐκ ἂν ἀπόλοιντο. εἶναι δὲ χρὴ τὰς τροφὰς εὐπέπτους τε καὶ εὐστοµάχους. εἰ δὲ καὶ σφοδρὸν τὸν κίνδυνον ὑπονοήσῃς ἔσεσθαι, φθάνειν οἴνου διδόναι καὶ µάλιστ’ εἰς χόνδρον ἑφθὸν τὸν οἶνον ἐπιχέας προσφέρειν. εἰ δὲ καὶ ἄρτον ἀντὶ χόνδρου δοίης, ἶσον δύναται. µετρίας δὲ τῆς συγκοπῆς προσδοκωµένης οὐδὲν οἴνου δεῖ, ἀλλ’ ἀρκεῖ τηνικαῦτα ῥοιῶν ἢ ἀπίων ἢ µήλων ἤ τινος ἄλλης ὀπώρας στυφούσης ταῖς τροφαῖς µιγνύναι. καὶ εἰ ἐπὶ τοῖσδε µετρίως τὸν παροξυσµὸν ἐνέγκοιεν, αὖθις τρέφοντας οὐκ ἀναγκαῖον ὀπώραις χρῆσθαι. ταῦτα µὲν πράττειν, εἰ προγνοίης τὸ µέλλον ἔσεσθαι. τοῖς δ’ ἐξαίφνης εἰς τὸν κίνδυνον ἐµπίπτουσιν οἴνου τε διδόναι θερµοῦ καὶ ἄρτου καὶ χόνδρου σὺν αὐτῷ θερµοῦ παντελῶς ὀλίγον. εἰ γὰρ τούτοις πλεῖον δοίης ἢ δυσπεπτότερα σιτία τοῖς οὕτως ἔχουσιν, οὐ συγκοπήσονται µόνον, ἀλλὰ καὶ πνιγήσονται τελέως. τοῖς δὲ δι’ ἔµφραξιν ἐπικαίρου µορίου λειποθυµοῦσιν ὀξύµελί τε διδόναι καὶ τὸ δι’ ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ µέλιτος πόµα· καὶ τροφὰς τοῦ τµητικωτέρου τρόπου. τὰ γὰρ παχέα καὶ γλίσχρα µεγάλας ἐν τοῖς τοιούτοις ἐργάζεται βλάβας. ἀλλὰ καὶ τὰ κῶλα τρίβειν τε καὶ διαδεῖν οὐδὲν χεῖρον. ἀγαθὸν δὲ καὶ τοῖς οὖρα κενοῦσι χρῆσθαι πόµασιν, οἷα τά τε δι’ ἀνήθου καὶ µαράθρου καὶ σελίνου καὶ πετροσελίνου καὶ ἄµµεως καὶ δαύκου καὶ νάρδου στάχυος· ἐφ’ οἷς φανερᾶς οὔσης ἤδη τῆς ὠφελείας οἴνῳ χρῆσθαι λευκῷ καὶ λεπτῷ µὴ πάνυ παλαιῷ. γνωριεῖς δὲ τὰς τοιαύτας ἐµφράξεις ταῖς τ’ ἄλλαις ἀνωµαλίαις τῶν σφυγµῶν καὶ µάλισθ’ ὅσαι κατὰ µέγεθός τε καὶ µικρότητα καὶ σφοδρότητα καὶ ἀµυδρότητα γίνονται, µὴ παρούσης τῆς καλουµένης πληθωρικῆς συνδροµῆς, εἰσὶ γὰρ κᾀκείνης κοιναί. γίγνονται δὲ καὶ διαλείποντες ἐπὶ ταῖς µεγάλαις τῶν τοιούτων διαθέσεων οἱ σφυγµοί. ταῦτα µὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ σφυγµῶν λέγεται. νυνὶ δὲ µεταβῶµεν ἐπὶ τὸν περὶ τῶν ὑπολοίπων ἐκλύσεων λόγον· οἷον ὅσαι τε διὰ ῥῆξιν ἀποστήµατος ἢ τοµὴν γίγνονται καὶ ὅσαι διὰ κένωσιν ἀθρόαν ἐν ὑδέροις. ἀπόχρη δὲ τούτοις ἐν µὲν τῷ παραυτίκα τοῖς ὀσφραντικοῖς ἀνακτήσασθαι· µικρὸν δ’ ὕστερον ῥοφήµασιν εὐπέπτοις χρῆσθαι. εἰ δὲ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυµὸν ἢ ἔκπληξιν ἐκλυθεῖεν, ὀσφρητικοῖς τε καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησάµενον ἐµεῖν ἀναγκάζειν. ὡσαύτως δὲ καὶ τοὺς ἐπὶ τραύµασιν ἢ καθάρσεσιν ἢ ἀλγήµασι τοῖς κατὰ τὰ ἄρθρα καὶ νεῦρα καὶ τῶν µυῶν τοὺς τένοντας ἔν γε τῷ παραχρῆµα δεῖ ἀνακτᾶσθαι· µετὰ δὲ ταῦτα τὴν προσήκουσαν ποιεῖσθαι τοῦ παθήµατος θεραπείαν. αἱ δ’ ἐπὶ τοῖς κωλικοῖς πάθεσιν ἢ τοῖς εἰλεοῖς ἤ τινι τῶν οὕτω µεγάλας ἐπιφερόντων ὀδύνας ἑπόµεναι λειποθυµίαι ταῖς τε τῶν πεπονθότων µορίων ἀλέαις µάλιστα καθίστανται καὶ ταῖς τῶν ἄκρων τρίψεσιν. τὰς δὲ δι’ ἀῤῥωστίαν οἰκείαν τῶν διοικουσῶν τὸ σῶµα δυνάµεων ἐκλύσεις ἐπὶ δυσκρασίᾳ τῶν µορίων ἐκείνων γιγνοµένας, ὅθεν αἱ δυνάµεις ὁρµῶνται, ταῖς ἐναντίαις δυσκρασίαις ἰᾶσθαι προσήκει, θερµαίνοντας µὲν τὰς ψυχρὰς, ψύχοντας δὲ τὰς θερµὰς, ἐπί τε τῶν ἄλλων ἀνάλογον. ἡ µὲν οὖν ζωτικὴ καλουµένη δύναµις, ἣν ἐκ καρδίας ὁρµωµένην ἐδείξαµεν, ἐκ τῶν ἀµυδρῶν σφυγµῶν γνωρίζεται. ἡ δ’ ἐξ ἥπατος µὲν ὁρµωµένη, θρεπτικὴ δ’ ὀνοµαζοµένη, ταῖς αἱµατώδεσι διαχωρήσεσι κατ’ ἀρχὰς µὲν ὑδατώδεσί τε καὶ λεπταῖς γιγνοµέναις, ὕστερον δὲ παχείαις, οἵαπερ ἡ ἀµοργή. τὴν δ’ ἀπ’ ἐγκεφάλου µὲν ὁρµωµένην δύναµιν ἐξαιρέτως δ’ ὑπό τινων ὀνοµαζοµένην ψυχικὴν, τῇ ἐπὶ τὰς προαιρετικὰς κινήσεις ἀῤῥωστίᾳ γνωρίζοµεν. ἀλλὰ περὶ µὲν τῶν τοιούτων διαθέσεων ἰδίᾳ σοι γράψοµεν ἐν ἑτέρῳ γράµµατι, πάµπολλα γάρ ἐστιν ἐν αὐτοῖς παρορώµενα τοῖς ἰατροῖς.

 

14. ᾿Επεὶ δὲ τὸν περὶ τῶν συµπτωµάτων λόγον πεποιήµεθα µέχρι δεῦρο, πάλιν ἐπάνιµεν πρὸς τὰ ἐξ ἀρχῆς ἕνα κοινὸν ἐπὶ πάντων ἔχοντες σκοπὸν, ἐπισκέπτεσθαι τὴν ἐργαζοµένην ἕκαστον αὐτῶν αἰτίαν· αὗται γὰρ ἐνδείξονταί σοι τὴν προσήκουσαν ἴασιν. οἷον εἴ τις ἀλγοίη τὴν κεφαλὴν, εἰ µὲν ἀσώδης εἴη καὶ καρδιώττοι, κελεύειν ἐµεῖν, ἐµεῖται γὰρ ἢ χολὴν ἢ φλέγµα ἢ ἄµφω. µηδενὸς δ’ ἐπισήµου κατὰ τὴν γαστέρα παθήµατος ὑποφαινοµένου σκοπεῖσθαι, πότερον πλῆθός ἐστιν ἢ ἔµφραξις ἢ φλεγµονή τινος τῶν ἐν τῇ κεφαλῇ µορίων· εὑρήσεις δὲ πρῶτον µὲν, εἰ δι’ ὅλης αὐτῆς ἐκτέταται τὸ ἄλγηµα πυνθανόµενος, εἰ κατά τινα τῶν µορίων ἐρείδει σφοδρότερον. ἔπειτα δὲ πότερον µετὰ βάρους ἢ τάσεως ἢ δήξεως ἢ σφυγµοῦ. τὰ γὰρ µετὰ βάρους ἀλγήµατα πλῆθος δηλοῖ· τὰ δὲ µετὰ δήξεως ἢ ἀτµῶν ἢ χυµῶν δριµύτητα· τὰ δὲ µετὰ σφυγµοῦ φλεγµονήν· τὰ δὲ µετὰ τάσεως, εἰ µὲν ἄνευ βάρους καὶ σφυγµοῦ καὶ πνεύµατος ἀπέπτου καὶ φυσώδους, πλῆθος· εἰ δὲ µετὰ σφυγµοῦ, καὶ φλεγµονὴν ὑµενώδους σώµατος· εἰ δὲ µετὰ βάρους, πλῆθος ἐντὸς τῶν ὑµένων ἐνισχόµενον. ὅταν οὖν παντάπασι ταῦτα διορισθείη, τὴν ἐργαζοµένην ἕκαστον αὐτῶν αἰτίαν σκοπεῖν χρή. ἐκείνη γὰρ ἐνδείξεταί σοι τὴν θεραπείαν· οἷον εἰ πλῆθος εἴη περιεχόµενον ἀτµῶν ἢ χυµῶν, ἐπισκοπεῖσθαι, πότερον διὰ µέγεθος πυρετῶν οἱ χυµοὶ χυθέντες τε καὶ οἱονεὶ ζέσαντες ἐπὶ τὴν κεφαλὴν ὥρµησαν, ἢ διὰ τὴν τοῦ µέρους ἀῤῥωστίαν ἢ διὰ τὴν ἐν παντὶ τῷ σώµατι πλησµονήν· ταύτην µὲν γὰρ οὐκ ἂν χαλεπῶς ἰάσαιο ταῖς τοῦ ὅλου κενώσεσι. τὴν δ’ ἐπ’ ἀσθενείᾳ τοῦ µορίου τὸ µέν τι πάντῃ τοῦ σώµατος ἀντισπῶν, τὸ δέ τι ταῖς τοῦ µέρους ἰάσεσιν. ἀντισπάσεις µὲν οὖν κλύσµασί τε δριµέσι καὶ δεσµοῖς καὶ τρίψεσι τῶν κάτω πολλαῖς, καὶ ἢν οὕτω δέῃ, καὶ τοῦ αἵµατος ἀπάγων τί. τὸ δὲ µόριον ἐξιάσῃ, καθ’ ὃν µὲν καιρὸν ἀντισπᾷς εἰς τὸ ὅλον σῶµα, ταῖς ἀπωθεῖσθαί τι τῆς κεφαλῆς δυναµέναις ἐπι βροχαῖς· µετὰ δὲ ταῦτα ταῖς κενούσαις· εἰς ὕστερον δὲ ταῖς τονούσαις. ἀπωθεῖται µὲν οὖν ἔλαιον τὸ καλούµενον ὠµοτριβὲς ἢ ἄλλο τι τῶν τοιούτων παραπλήσιον, οἷον ὀξυρόδινόν τε καὶ ῥόδινον αὐτὸ καθ’ αὑτὸ, καὶ ὅσα διὰ τῶν τοῦ µήκωνος κωδιῶν καὶ θαλλῶν ἐλαίας τῶν ἁπαλῶν καὶ κιττοῦ τῶν κορύµβων ἡδυόσµου τε τοῦ χλωροῦ καὶ σισυµβρίου σκευάζεται· χρῆσθαι δ’ αὐτοῖς ἐπὶ µὲν ὠµοτέρου τε καὶ ψυχροτέρου πλήθους χλιαροῖς· ἐπὶ δὲ θερµοτέρου καὶ χολωδεστέρου ψυχροῖς. κενοῖ δὲ καὶ διαφορεῖ τὸ θερµὸν ἔλαιον αὐτό τε καθ’ αὑτὸ καὶ µᾶλλον εἰ παλαιὸν ἢ σικυώνιον εἴη ἢ καὶ ἄνηθον ἐναφηψηµένον ἔχοι· τὸ γὰρ µὴ πάνυ παχείων µήτε γλίσχρων χυµῶν πλῆθος ἱκανῶς διὰ τῶν τοιούτων κενώσεις· ἀλλὰ καὶ ἢν σπονδύλιον ἢ ἕρπυλλον ἐναφέψοις ἢ γλήχωνος κόµην ἢ καλαµίνθης ἢ ἡδυόσµου τε καὶ σισυµβρίου, κενώσεις οὕτω καὶ τὸ παχύτερον. αὐτὰ δὲ ταῦτα καὶ τόνον τινὰ δίδωσι τοῖς µορίοις καὶ ῥώννυσι τὰ ἠσθενηκότα. χρηστέον οὖν αὐτοῖς ἐφεξῆς, µέχρι παντελοῦς ἰάσεως. καὶ εἰ δεήσειε, διά τε ῥινῶν καὶ ὑπερώας καθαίρειν καὶ πταρµοὺς κινεῖν. καὶ ἢν ἐπὶ λουτρὸν ἀγάγῃς τὸν ἄνθρωπον, ἀνατρίβειν τε ξηραῖς σινδόσι τὴν κεφαλὴν καὶ χωρὶς ἐλαίου διαπλάττειν, ἁλί τε καὶ νίτρῳ καὶ νάπυϊ. ταῦτα µὲν δὴ τῆς ἐπ’ ἀῤῥωστίας τοῦ µορίου κεφαλαλγίας ἰάµατα. τῆς δ’ ἐπὶ µεγέθους πυρετῶν, τῆς µὲν ἰαµάτων δεοµένης, αἱ ψυχραὶ ποιότητες καὶ δυνάµεις δι’ ὑδρελαίου τε καὶ ὀξυροδίνου καὶ µήκωνος κωδιῶν ἐπιβροχαὶ συγκείµεναι ἁρµόζουσι. τῆς δὲ κρίσιµον αἱµοῤῥαγίαν ἢ ἔµετον δηλούσης ἰάµατα µὲν οὐ χρὴ ζητεῖν· οὐδὲ γὰρ σύµπτωµά τι τήν γε τοιαύτην νοµιστέον, ἀλλὰ µᾶλλον ἀγαθὸν σηµεῖον, ὥσπερ καὶ τἄλλα τὰ πρὸ τῶν κρίσεων ἃ τοὺς µὲν πολλοὺς ἐκφοβεῖ, χρηστὸν δέ τι δηλοῖ. κάλλιστον δὲ δύνασθαι γνωρίζειν σῶµα ταραττόµενον ὑπὸ φύσεως παρασκευαζοµένης ἐπί τε τὰς ἄλλας ἐκκρίσεις καὶ οὐχ ἥκιστα τὰς δι’ ἐµέτων τε καὶ αἱµοῤῥαγίας, ὧν ἀχώριστόν ἐστι σηµεῖον ἡ κεφαλαλγία. λέγεται δ’ ἐπὶ πλέον µὲν ἑτέρωθι πάντα. τὸ δὲ νῦν εἰδέναι, καθ’ ὅσον ἐγχωρεῖ τὴν ἐξ ἀρχῆς φυλάττοντα προαίρεσιν διὰ συντόµων εἰπεῖν, τὶ περὶ αὐτῶν εἰρήσεται. σκεπτέον οὖν πρῶτον µὲν τὸ τῶν πυρετῶν εἶδος, εἰ θερµοὶ καὶ διακαεῖς. ἐκκρίσεσι γὰρ οἱ τοιοῦτοι φιλοῦσι κρίνεσθαι· καθάπερ οἱ µαλακώτεροί τε καὶ οἷον σµυχόµενοι χρονίζουσί τε καὶ εἰς ἀποστάσεις ὁρµῶσι τὰ πολλά. δεύτερον δὲ, εἰ σωτήριόν ἐστι τὸ νόσηµα, τίς γὰρ ἀγαθὴ κρίσις ἐν τῷ ὀλεθρίῳ νοσήµατι ἐλπισθείη; τρίτον ἐπὶ τοῖσδε τὸν καιρὸν τῆς ὅλης νόσου σκοπεῖν. εἰ γὰρ ἀρχῆς ἢ ἐπιδόσεώς ἐστι σηµεῖον µηδέπω δ’ ἀκµῆς µηδὲ πέψεως γνωρίσµατα δι’ οὔρων ἢ πτυσµάτων ἢ ἀποπατηµάτων, οὐκ ἐνδέχεται κρίσιν ἀγαθὴν γενέσθαι. ταῦτα µέν ἐστιν ἐξ ὧν ἄν τις ἐλπίσειε δι’ ἐκκρίσεως κριθήσεσθαι τὸ νόσηµα. τοῦ δὲ νῦν ἤδη καὶ µηκέτι µέλλοντος σηµεῖα τάδε· δυσφορία προηγεῖται κρίσεως ἁπάσης· καὶ εἰ µὲν ἐν ἡµέρᾳ µέλλοι κριθήσεσθαι τὸ νόσηµα, νύκτωρ· εἰ δ’ ἐν νυκτὶ, δι’ ἡµέρας. εἰ οὖν τοιοῦτόν τι βλέποις, ἐπισκοπεῖσθαι δεῖ πόσην ἄγει τὴν ἀπὸ τοῦ νοσεῖν ἡµέραν ὁ ἄνθρωπος. εἰσὶ γὰρ καὶ αἳ κρίνειν πεφύκασι κᾂν βραχείας ὁρµῆς τῆς φύσεως λάβωνται. πολλοὶ δ’ ἐν µὲν ταῖς σφοδραῖς κινήσεσιν ὅλως οὐ δύνανται τὸ µέγεθος συνορᾷν τῆς ταραχῆς, εἰ κατὰ τὴν φύσιν ἐστὶ τῆς ἡµέρας. ἡ µὲν γὰρ ἑβδόµη ἡµέρα καὶ κατὰ τὰς βραχείας παρασκευὰς τῆς φύσεως ἐξορµᾷ πρὸς τὴν διὰ κενώσεως κρίσιν. ἡ δ’ ἕκτη µεγάλης τε δεῖται τῆς παρασκευῆς καὶ πολλάκις µὲν οὐδ’ ἔκρινεν. εἰ δέ γε ἔκρινεν, οὔτε χωρὶς κινδύνου οὔτε πιστῶς. οὕτω δὲ καὶ τῶν ἄλλων ἡµερῶν ἑκάστης ἐστί τις ἴδιος φύσις, ἣν ἐν τοῖς περὶ κρισίµων διοριζόµεθα. φέρε δὴ καὶ τὴν ἡµέραν εἶναι κατὰ τὸ τῆς ταραχῆς µέγεθος. εἶτ’ ἐφεξῆς σκοπεῖν, ὁποία τις ἡ κρίσις ἔσται· περὶ µὲν οὖν τῶν ἄλλων οὐδὲν δεόµεθα λέγειν νῦν. εἰ δ’ ἔµετος ἢ αἵµατος ἔκκρισις διὰ ῥινῶν ἔσεσθαι µέλλοι, ταύταις γὰρ ἐλέγοµεν ταῖς ἐκκρίσεσιν ἕν τι τῶν σηµείων εἶναι τὴν κεφαλαλγίαν, ἐκ τῶνδε µάλιστα διορίζεσθαι· πρῶτον µὲν εἰ µὴ κατ’ ἀρχὰς εὐθὺς εἰσέβαλεν οἷον σύµπτωµά τι τοῦ νοσήµατος, ἀλλ’ ἐν τῇ πρὸ τῆς κρίσεως ταραχῇ. δεύτερον δ’ εἰ καὶ ὁ τράχηλος συναλγοίη καὶ ὑποχόνδριον ἀνασπώµενον εἴη καὶ εἰ δύσπνοιά τις αἰφνίδιος, οἱονεὶ στενοχωρουµένου τοῦ θώρακος. εἰ γὰρ ἐπὶ τούτοις ἅπασιν ἐξαίφνης ὀγκούµενοι οἱ σφυγµοὶ µὴ καταπίπτοιεν εἰς µικρότητα µηδ’ ἀµυδροὶ γίγνοιντο, παραχρῆµα τὴν κρίσιν ἐλπίζειν· εἰ δὲ πρὸς τῷ µὴ καταπίπτειν εἰς ὕψος ἀρθεῖεν καὶ σφοδρότητα προσλάβοιεν, ἐπιβλέπειν ἤδη χρὴ τὸ πρόσωπον τοῦ νοσοῦντος· εἰ γὰρ καὶ πάλλοιτό τι τῶν ἐν αὐτῷ µορίων ἢ σφύζοιεν αἱ ἐν τοῖς κροτάφοις φλέβες ἢ µῆλον ἢ ῥὶς ἢ ὀφθαλµὸς ἐρυθρότερα γίγνοιντο, τὴν κρίσιν µᾶλλον ἐλπίζειν. εἰ δὲ καὶ δακρύουσιν ἄκοντες ἢ µαρµαρυγὰς ὁρᾷν φαντάζοιντο καὶ τὰς χεῖρας ἐπὶ τὰς ῥῖνας φέροιεν ὡς κνώµενοι, τηνικαῦτα µὲν οὐκέτι µέλλον, ἀλλ’ ἤδη ῥέον ὄψει τὸ αἷµα. κνησαµένων γὰρ αὐτῶν ἅπαξ που καὶ δὶς εὐθὺς ἐκρήγνυται. µὴ καταπλαγῇς δ’ ἐν τούτοις, ἢν παραφρονοῦντα τὸν ἄνθρωπον καὶ ἀναπηδῶντα θεάσαιο. καὶ γὰρ καὶ ταῦτα τῆς ἄνω φορᾶς τῶν χυµῶν γνωρίσµατα. καθάπερ ἥ τε δύσπνοια καὶ τὸ ὑποχόνδριον ἀνασπώµενον, ὅ τε τράχηλος ἅµα τῇ κεφαλῇ βαρυνόµενος· ἀλλά σοι σὺν τούτοις ἕν τι σηµεῖον ἔστω καὶ ἡ παραφροσύνη. καὶ ταῦτα µὲν οὖν ἱκανὰ γνωρίσµατα. προσέρχεται δ’ αὐτοῖς πολλάκις ἥ τε τοῦ νοσοῦντος ἡλικία τε καὶ φύσις βεβαιοῦσα τὴν ἐλπίδα καὶ προσέτι τοῦ ἔτους ὁ καιρὸς, ἥ τε παροῦσα κατάστασις. εἰ γὰρ µειράκιον εἴη τὸ νοσοῦν ἢ ἄλλως φύσει θερµὸν ἢ πολύαιµον, ἔτι µᾶλλον ἐλπίσεις. εἰ δὲ καὶ πρόσθεν αὐτῷ πολλάκις αἷµα διὰ ῥινῶν ἐπεφάνη, νοσοῦντί τε καὶ ὑγιαίνοντι, τοῦτο µὲν καὶ µόνον ἱκανὸν αἱµοῤῥαγίας ἐλπίδα παρασχεῖν. εἰ δὲ καὶ τὸν καιρὸν τοῦ ἔτους ὁρῴης θέρος, ἢ οὐ θέρος µὲν, ἄλλως δὲ θερµὴν τὴν παροῦσαν κατάστασιν, ἆρ’ οὐκ ἄν τινα καὶ παρὰ τούτων ἔνδειξιν λάβοις; εἰ δὲ καὶ πολλοὶ κατ’ ἐκεῖνον τὸν καιρὸν αἱµοῤῥαγίας εἶεν κεκριµένοι, καὶ τοῦτ’ ἂν αὐξήσειέ σου τὴν ἐλπίδα, καὶ εἰ πληθωρικὸν εἴη τὸ σῶµα καὶ εἰ συνηθῶν ἐκκρίσεων ἐπίσχεσις. ἐµοὶ µὲν οὐδ’ ὅλως χαλεπὸν εἶναι δοκεῖ, τοσαῦτα καὶ τοιαῦτα γνωρίσµατα µελλούσης αἱµοῤῥαγίας ἔχοντα δύνασθαι προγινώσκειν, ἀλλ’ ἄτοπόν τε καὶ δεινῶς ἀµαθὲς τὸ µὴ προγνῶναι. τῇ δ’ ὀλιγωρίᾳ τῶν νῦν ἰατρῶν θαυµάζεται τὰ µὴ θαυµαστά. καὶ γὰρ εἴτ’ ἐξ ἀριστεροῦ µυκτῆρος εἴτ’ ἐκ δεξιοῦ ῥυήσεται τὸ αἷµα, χαλεπὸν µὲν οὐδὲν ἐκ τῶν εἰρηµένων προγινώσκειν, τοῖς πολλοῖς δὲ τῶν ἰατρῶν οὐ µόνον χαλεπὸν, ἀλλ’ οὐδὲ δυνατὸν ὅλως εἶναι δοκεῖ· καί τοι καὶ ταύτας καὶ τὰς ἄλλας ἐκκρίσεις ἁπάσας ἔνεστι προγνῶναι, δύο ταῦτα σκοπουµένῳ· τό τε ὅθεν ἡ ὁρµὴ τῆς φύσεως καὶ τὸ ποῦ. καὶ γὰρ συνεργήσοµεν ταῖς ἐλλείψεσι καὶ κωλύσοµεν τὰς ἀµέτρους γινοµένας φορὰς, εἰ ταῦτα γινώσκοι-µεν· οἷον αὐτίκα τὰς ἀπὸ σπληνὸς αἱµοῤῥαγίας αἱ κατὰ τὸ ἀκριβέστερον ὑποχόνδριον ὑποτιθέµεναι µεγάλαι σικύαι ῥᾳδίως ἀντισπῶσι, τὰς δ’ ἀπὸ τοῦ ἥπατος αἱ κατὰ τὸ δεξιόν. κᾀπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐξ ἑνὸς γὰρ περὶ πάντων δυνήσῃ συλλογίζεσθαι τό γε καθόλου σκοπούµενος. ὥστε κᾀγὼ τῇδε καταπαύσω τὸν παρόντα λόγον. ἐφεξῆς δὲ περί τε τῶν ἐπὶ ταῖς φλεγµοναῖς ἀναπτοµένων πυρετῶν δίειµί σοι καὶ τῶν ἄλλων παθῶν, ὅσα καθ’ ἕκαστον τῶν τοῦ σώµατος µορίων συνίσταται. φλεγµονὰς δ’ οἱ µὲν παλαιοὶ τὰς οἷον φλογώσεις ὠνόµαζον· οἱ δὲ νεώτεροι οὐ πάσας οὔτε γὰρ τὸν ἕρπητα οὔτε τὸ ἐρυσίπελας οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων ταῖς φλεγµοναῖς συναριθµοῦσιν, ἀλλ’ ἑνὶ µόνῳ τῶν θερµῶν παθηµάτων ἐπιφέρουσι τοῦτο τὸ ὄνοµα, τὸ µετ’ οἰδήµατος σκληροῦ καὶ ὀδύνης σφυγµατώδους. οὐ µὴν τούτῳ γε µόνῳ πυρετοὺς καὶ πόνους ἑποµένους ὁρῶµεν, ἀλλ’ ἅπασιν ἁπλῶς τοῖς θερµοῖς καὶ οἷον ζέουσι πάθεσι. περί τε οὖν τούτων καὶ τῶν ἄλλων ὅσα τοιαῦτα νοσήµατα τὸν ἑξῆς ποιησόµεθα λόγον.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45 
Рейтинг@Mail.ru