bannerbannerbanner
полная версияСочинения. Том 5

Гален
Сочинения. Том 5

9. Οὔκουν ἔτ’ ἀπορήσοµεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει µὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν ἄλλων τινός· ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάµεις ἅπαντι µορίῳ τῷ µέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτ’ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαµεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτηµα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώµατα τὸ µὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.

10. Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιµι µεθ’ ῾Ιπποκράτην καὶ Πλάτωνα καὶ ᾿Αριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιµον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάµεων εἶπον ἄν, εἴ τις τῶν ἔµπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον. ἐπεὶ δ’ οἱ µὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάµενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, µηδ’ ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ µέν τι νικηθέντες ὑπὸ τῶν σοφισµάτων ἐπείσθησαν αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν µοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάµεως, διὰ τοῦθ’, ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ’ ἦν τις, ἀγωνίσασθαί µοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους. ὅτι δ’ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σµικρόν, οὐκ ἀγνοῶ· πάµπολλα γὰρ εὑρίσκω τελέως µὲν ἀποδεδειγµένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι’ ἀµαθίαν, ἀλλ’ οὐδ’ ἐπιχειρούµενα γιγνώσκεσθαι διὰ ῥᾳθυµίαν, οὔτ’, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόµενα· χρὴ γὰρ τὸν µέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄµεινον εὐθὺς µὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται µειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν µανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ µήθ’ ἡµέρας µήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταµένον ἐκµαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δ’ ἐκµάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παµπόλλῳ καὶ σκοπεῖν, πόσα µὲν ὁµολογεῖ τοῖς ἐναργῶς φαινοµένοις, πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ µὲν αἱρεῖσθαι, τὰ δ’ ἀποστρέφεσθαι. τῷ µὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίµους ἤλπικα τοὺς ἡµετέρους ἔσεσθαι λόγους· εἶεν δ’ ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δ’ ἄλλοις οὕτω γενήσεται τὸ γράµµα περιττόν, ὡς εἰ καὶ µῦθον ὄνῳ τις λέγοι.

11. Συµπεραντέον οὖν ἡµῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεµένων ὅσα λείπει κατ’ αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ ἡ γαστὴρ ἕλκει µὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόµατι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀµφοτέρας ἔχει τὰς δυνάµεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανόν τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀµφότεραι καὶ αἱ µῆτραι καὶ αἱ φλέβες, ἀµφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων. καὶ µέν γε καὶ τρίτον τι γένος ἰνῶν ἐστι <τῶν> λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρηµένων δύο γενῶν. εὑρίσκεται δ’ ἐν µὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ µόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναµεµιγµένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅµα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαµβάνουσι δ’ αὗται µέγιστον τῇ τῆς καθεκτικῆς ὀνοµασθείσης δυνάµεως ἐνεργείᾳ· δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ µόριον, ἡ µὲν γαστὴρ ἐν τῷ τῆς πέψεως, αἱ µῆτραι δ’ ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί. ταῦτ’ ἄρα καὶ ὁ τῆς φλεβὸς χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας ὁ µὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, ὁ δ’ ἔσωθεν ἐκ µὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς µὲν φλέβας ταῖς µήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δ’ ἀρτηρίας τῇ γαστρί. µόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θ’ ἅµα καὶ ἀµφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ’ ὅτι βέλτιον ἦν τῶν τ’ ἄλλων ἑκάστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τ’ ἐντέροις ἐκ δυοῖν ὁµοίων χιτώνων συγκεῖσθαι τῆς περὶ χρείας µορίων πραγµατείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατοµικοῖς ἀνδράσιν. ὑπὲρ µὲν γὰρ τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατοµικῆς διαφωνίας εἴρηται· περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται.

12. Νυνὶ δ’ οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλὰ τὰς φυσικὰς δυνάµεις µόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτ’ οὖν πάλιν ἐπανελθόντες ἀναµνήσωµέν τε τῶν ἔµπροσθεν εἰρηµένων ἐπιθῶµέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ µορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον [τῇ ποιότητι] χυµὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάµεων, ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν <τροφὴν> ἤτοι σύµπασαν ἢ καί τι περίττωµα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν µεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχοµένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ µὲν οὖν γαστήρ, ἐπειδὰν µὲν ἱκανῶς ἐµπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτ’ ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον· αἱ κύστεις δ’, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται· τῷ δ’ αὐτῷ τρόπῳ καὶ αἱ µῆτραι· ἤτοι γάρ, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν ἢ τῇ ποιότητι δακνόµεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρηµένων γίγνεται µὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀµβλώσκουσι τηνικαῦτα, γίγνεται δ’ ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀµβλώσκειν ἀλλ’ ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνοµάζεται. τοῖς µὲν οὖν ἀµβλωθριδίοις φαρµάκοις ἤ τισιν ἄλλοις παθήµασι διαφθείρουσι τὸ ἔµβρυον ἤ τινας τῶν ὑµένων αὐτοῦ ῥηγνύουσιν αἱ ἀµβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθ’ αἱ µῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐµβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθ’ ῾Ιπποκράτει καλῶς εἴρηται. κοινὸν δ’ ἁπασῶν τῶν διαθέσεων ἡ ἀνία καὶ ταύτης αἴτιον τριττὸν ἢ ὄγκος περιττὸς ἤ τι βάρος ἢ δῆξις· ὄγκος µέν, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, βάρος δ’, ἐπειδὰν ὑπὲρ τὴν ῥώµην αὐτῶν ᾖ τὸ περιεχόµενον, δῆξις δ’, ἐπειδὰν ἤτοι τὰ πρότερον ἐν τοῖς ὑµέσιν ὑγρὰ στεγόµενα ῥαγέντων αὐτῶν εἰς αὐτὰς ἐκχυθῇ τὰς µήτρας ἢ καὶ σύµπαν ἀποφθαρὲν τὸ κύηµα σηπόµενόν τε καὶ διαλυόµενον εἰς µοχθηροὺς ἰχῶρας οὕτως ἐρεθίζῃ τε καὶ δάκνῃ τὸν χιτῶνα τῶν ὑστερῶν. ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα τῶν τ’ ἔργων αὐτῶν τῶν φυσικῶν καὶ µέντοι τῶν παθηµάτων τε καὶ νοσηµάτων φαίνεται γιγνόµενα, τὰ µὲν ἐναργῶς καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι µηδέν, τὰ δ’ ἧττον µὲν ἐναργῶς, οὐ µὴν ἄγνωστά γε παντάπασι τοῖς ἐθέλουσι προσέχειν τὸν νοῦν. ἐπὶ µὲν οὖν τῆς γαστρὸς αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως µετέχει, τά τ’ ἄλλα παθήµατα τά τε ναυτίαν ἐµποιοῦντα καὶ οἱ καλούµενοι καρδιωγµοὶ σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναµιν, οὕτω δὲ κἀπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχοµένης· ἐναργῶς γὰρ οὖν καὶ αὕτη φαίνεται µέχρι τοσούτου τὸ ὑγρὸν ὑποδεχοµένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ πλήθους αὐτοῦ διατεινοµένη µηκέτι φέρῃ τὴν ἀνίαν ἢ πρὸς τῆς ποιότητος δακνοµένη· χρονίζον γὰρ ἕκαστον τῶν περιττωµάτων ἐν τῷ σώµατι σήπεται δηλονότι, τὸ µὲν ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ δριµὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ µὴν ἐπί γε τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁµοίως ἔχει· ᾧ δῆλον, ὅτι νεύρων ἥκιστα µετέχει. χρὴ δὲ κἀνταῦθα τόν γε φυσικὸν ἄνδρα τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον ἀπεδείχθη χυµόν, ὡς φαίνεσθαι πολλάκις µεστήν, ἀποκρίνειν τε τὸν αὐτὸν τοῦτον οὐκ εἰς µακράν, ἀναγκαῖόν ἐστιν αὐτὴν ἢ διὰ τὸ πλῆθος βαρυνοµένην ἢ τῆς ποιότητος µεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριµὺ τῆς ἀποκρίσεως ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ µὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει ποιότητα ταχέως οὕτως, ὥστ’, ἐπειδὰν ἐµπέσῃ τοῖς λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δ’ οὐ πολὺ µᾶλλον ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν, ἐξαλλάττει τὴν ποιότητα, τάχιστα µεταβάλλοντα καὶ σηπόµενα. καὶ µὴν εἴπερ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχοµένην κύστιν ἐναργῶς φαίνεται διάτασίς τις ἢ δῆξις ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν χαλεπὸν κἀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτ’ ἐννοεῖν ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες εἰσίν.

13. Οὐ µὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θ’ ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφέρουσι χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόµαχος οὐ µόνον ἐδέσµατα καὶ πόµατα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅµα µὲν πληροῖ δι’ αὑτοῦ τὴν κύστιν, ἅµα δ’ ἐκκενοῖ, καὶ τῶν µητρῶν ὁ στόµαχος ὡσαύτως ὁδός ἐστιν εἴσω µὲν τοῦ σπέρµατος, ἔξω δὲ τοῦ κυήµατος. ἀλλὰ κἀνταῦθα πάλιν ἡ µὲν ἐκκριτικὴ δύναµις ἐναργής, οὐ µὴν ὁµοίως γ’ αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική· ἀλλ’ ῾Ιπποκράτης µὲν ἀρρώστου µήτρας αἰτιώµενος αὐχένα φησί· ‘οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν’. ᾿Ερασίστρατος δὲ καὶ ᾿Ασκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ’ οὐ µόνον τὴν κοιλίαν καὶ τὰς µήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάµεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅµα τοῖς νεφροῖς. καίτοι γ’ ὅτι µηδ’ εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ. καὶ µήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν δι’ ἑνὸς καὶ ταὐτοῦ στοµάχου τήν θ’ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουµένας µηκέτι θαυµάζωµεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώµατα. τούτου δ’ ἔτι µᾶλλον οὐ χρὴ θαυµάζειν, εἰ, δι’ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς µακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅµοιόν ἐστι δήπου τῷ µηκέτι πιστεύειν µηδ’ ὅτι τὰ καθαίροντα φάρµακα διὰ τῶν αὐτῶν στοµάτων ἐξ ὅλου τοῦ σώµατος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυµούς, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ’ ἕτερα µὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόµατα. καὶ µὴν εἴπερ ἓν καὶ ταὐτὸ στόµα διτταῖς ὑπηρετεῖ δυνάµεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουµέναις, ἔµπροσθεν µὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρµάκου, τί θαυµαστόν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ µέσῳ τεταγµέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ’, ὁπότε µὲν ἐν τούτοις ἄφθονος εἴη περιεχοµένη τροφή, διὰ τῶν εἰρηµένων εἰς ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ’ εἴη κενὰ καὶ δεόµενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι; πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ µεταδιδόναι καὶ µία τις εἶναι σύρροια καὶ σύµπνοια πάντων, καθάπερ καὶ τοῦθ’ ὁ θειότατος ῾Ιπποκράτης εἶπεν. ἕλκει µὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον. ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου µόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδέ τινι γίγνεται. φύσει µὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θ’ ἅµα καὶ ζῴοις ἡ µὲν καρδία τοῦ ἥπατος, τὸ δ’ ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δ’ ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιµον ἑαυταῖς ἀποκρῖναί τε τὸ µὴ τοιοῦτον ἰσχυρότεραι. καθ’ ἕκαστον δ’ ἡµῶν ἰδίως ἐν µὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δ’ ἐν τῷδε. πολλῆς µὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχοµένης τροφῆς καὶ σφοδρῶς ὀρεγοµένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον· ἔµπαλιν δὲ τοῦ µὲν ἥπατος ἐµπεπλησµένου τε καὶ διατεταµένου, τῆς γαστρὸς δ’ ὀρεγοµένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην µεθίσταται. ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιµεν, εἰ µὲν ὁµοίως εἴηµεν δεόµενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον εἰκός, εἰ δ’ οὗτος µὲν ἐµπεπλησµένος εἴη καὶ διὰ τοῦτ’ ἀµελῶς κατέχων τὰ περιττὰ ἢ καί τινι µεταδοῦναι ποθῶν, ὁ δ’ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυµα τοῦ µὴ πάντα λαβεῖν αὐτόν, οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ µὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐµπεπλησµένον δ’ ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε µὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιµοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο µέν, ἀποροίη δέ, πληροῦται περιττωµάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγµατώδεις καὶ ὀρρώδεις, οὓς µόνους ἑλκούσῃ µεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς. ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ µόρια τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτ’ εἰς ἄλληλα τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεµένων καὶ τῶν γε καλουµένων ῥευµάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν µορίων ἔχει τινὰ τόνον σύµφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώµατα. τὸ µὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ’ αὖ πάλιν ἕκαστον εἰς ἕτερ’ ἄττα τῶν ἀσθενεστέρων, εἶτ’ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτ’ ἐπὶ πλεῖστον γίγνεται, µέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόµενον τὸ περίττωµα καθ’ ἕν τι µείνῃ τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτ’ εἰς ἄλλο δύναται µεταρρεῖν, ὡς ἂν µήτε δεχοµένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων µήτ’ ἀπώσασθαι δυναµένου τοῦ πεπονθότος. ἀλλὰ περὶ µὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡµῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν µαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ δεδειγµένων ὀρθῶς. ὃ δ’ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωµεν, ὡς οὐδὲν θαυµαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι’ ὧν ἔµπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυµνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵµατος [ἀθρόου] διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ ῾Ιπποκράτης ἔλεγεν, οὐδὲν µὲν ἄλλο λυποῦσα, καθαίρουσα δ’ ὀξέως τὸ πᾶν σῶµα καὶ τὰς πλησµονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς [ἔξω] φορᾶς τῶν περιττῶν ἐπιτελουµένης, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο. πολλάκις δ’ ἐν νόσοις ἡ φύσις διὰ µὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ µὴν αἱµατώδης γ’ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυµόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶµα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν. τὸ δ’ οἴεσθαι µίαν εἶναι ταῖς ὕλαις φορὰν τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς δυνάµεις τάς τ’ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ· ταῖς γὰρ ἐναντίαις δυνάµεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν µορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυµόν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι µάλιστα δύναται τάχιστά θ’ ἅµα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ ῥοπήν. ὅθεν ἡ γαστὴρ τὰ µὲν ἐπιπολάζοντα τῶν περιττωµάτων ἐµέτοις ἐκκαθαίρει, τὰ δ’ ὑφιστάµενα διαρροίαις. καὶ τό γε ναυτιῶδες γίγνε-σθαι τὸ ζῷον τοῦτ’ ἔστιν ὁρµῆσαι τὴν γαστέρα κενωθῆναι δι’ ἐµέτου. οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναµις ἔχει, ὥστ’ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐµεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τό τε λεπτὸν ἔντερον ἅπαν καὶ τὴν νῆστιν καὶ τὸν πυλωρὸν καὶ τὴν γαστέρα καὶ τὸν οἰσοφάγον οὐχ οἷόν τε διὰ τοῦ στόµατος ἐκπεσεῖν οὐδενὶ τοιούτῳ περιττώµατι. τί δὴ θαυµαστόν, εἰ κἀκ τῆς ἐσχάτης ἐπιφανείας τῆς κατὰ τὸ δέρµα µέχρι τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς ἀφικνοῖτό τι µεταλαµβανόµενον, ὡς καὶ τοῦθ’ ῾Ιπποκράτης ἡµᾶς ἐδίδαξεν, οὐ πνεῦµα µόνον ἢ περίττωµα φάσκων ἀλλὰ καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχήν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ ῥοπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναµιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων µὲν ἰνῶν γιγνοµένην, ὠκύτατα δὲ διαδιδοµένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδ’ ἀδύνατον ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρµατι µόριον ἐξαίφνης πιληθὲν ἅµα µὲν ἀρρωστότερον αὐτὸ γενόµενον, ἅµα δ’ οἷον ἄχθος τι µᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔµπροσθεν ἀλύπως αὐτῷ παρεσπαρµένην ὑγρότητα καὶ διὰ τοῦτ’ ἀποθέσθαι σπεῦδον, ἅµα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισµένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι καὶ οὕτω βιασάµενον εἰς τὸ παρακείµενον αὐτῷ µόριον ἀθρόως ἀπώσασθαι τὸ περιττόν, ἐκεῖνο δ’ αὖ πάλιν εἰς τὸ µετ’ αὐτό, καὶ τοῦτο µὴ παύσασθαι γιγνόµενον, ἄχρις ἂν ἡ µετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ. αἱ µὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δ’ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρµάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραί τε πολὺ καὶ µονιµώτεραι γίγνονται καὶ διαµένουσιν, ἔστ’ ἂν καὶ ἡ περὶ τοῖς στόµασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραµένῃ. αὕτη µὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ µόριον, ἐκεῖνο δ’ αὖ τὸ µετ’ αὐτὸ καὶ τοῦτ’ οὐ παύεται µέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ µορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι µέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ µὲν γὰρ τὸ φλεγµαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριµύτητος ἀνέχεται τῶν περιττωµάτων καὶ διὰ τοῦτ’ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόµενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγµονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειµένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη κατὰ τὸ συνεχὲς τὴν ῥοπὴν τῆς ἐκκριτικῆς δυνάµεως ἄνω ποιησαµένης ἄχρι τοῦ στόµατος ἐπανέρχεται τὰ περιττώµατα. ταῦτα µὲν οὖν δὴ κἀν τοῖς τῶν νοσηµάτων λογισµοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δ’ ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ µεταλαµβάνεσθαι καὶ µίαν ἁπάντων εἶναι σύµπνοιάν τε καὶ σύρροιαν, ὡς ῾Ιπποκράτης ἔλεγεν, ἤδη µοι δοκῶ δεδεῖχθαι σαφῶς καὶ µηκέτ’ ἄν τινα, µηδ’ εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι µηδενός, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι διικνεῖται. πάντων γὰρ τῶν µορίων ἕλκειν µὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρῦνον ἢ δάκνον ἐχόντων δύναµιν οὐδὲν θαυµαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶται σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύµονος. ἐπὶ µέν γε τούτων ἁπάντων µόνον οὐ καθ’ ἑκάστην καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις θ’ ἅµα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν ἐναργῶς ἔστιν ἰδεῖν γιγνοµένας. εἶτ’ ἐπὶ µὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς ἐναλλὰξ ποτὲ µὲν εἴσω παραγούσης εἰς τὸν πνεύµονα τὸ πνεῦµα, ποτὲ δ’ ἔξω, καὶ τῶν κατὰ τὰς ῥῖνας πόρων καὶ ὅλου τοῦ στόµατος ὡσαύτως οὐδ’ εἶναί σοι δοκεῖ θαυµαστὸν οὐδὲ παράδοξον, εἰ, δι’ οὗ µικρῷ πρόσθεν εἴσω παρεκοµίζετο τὸ πνεῦµα, διὰ τούτου νῦν ἐκπέµπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς καί σοι θαυµαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί θ’ ἅµα τὴν τροφὴν εἰς ἧπαρ ἕλκεσθαί τ’ ἐξ ἐκείνου πάλιν εἰς γαστέρα; διόρισαι δὴ τὸ ἅµα τοῦτο ποτέρως λέγεις. εἰ µὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδ’ ἡµεῖς τοῦτό γέ φαµεν. ὥσπερ γὰρ εἰσπνέοµεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέοµεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ µὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρός, ἐν ἑτέρῳ δ’ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δ’ ὅτι καθ’ ἓν καὶ ταὐτὸ ζῷον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖ, τοῦτό σοι βούλεται δηλοῦν τὸ ἅµα καὶ τοῦτό σε ταράττει, τήν τ’ εἰσπνοὴν ἰδὲ καὶ τὴν ἐκπνοήν. πάντως που καὶ αὗται διὰ µὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν. ὁ πνεύµων µὲν οὖν καὶ ὁ θώραξ καὶ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι καὶ καρδία καὶ στόµα καὶ ῥῖνες ἐν ἐλαχίσταις χρόνου ῥοπαῖς εἰς ἐναντίας κινήσεις αὐτά τε µεταβάλλει καὶ τὰς ὕλας µεθίστησιν. αἱ δ’ ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου µορίοις ἀλλ’ ἐν πολλαῖς ἡµέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν. ἔχει γὰρ ὧδε τὸ σύµπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν ἐκβοσκόµενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, µέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυµεν, ἐναποτίθεται ἑαυτῷ καὶ µετὰ ταῦτα προσφύει τε καὶ ὁµοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔµπροσθεν ἕτερόν τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούµενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δ’ ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν µορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν µόριον τῇ γαστρὶ ὁµοίως ὀρέγεται τρέφεσθαι, καὶ περιπτύσσεται τῇ τροφῇ καὶ οὕτω σφίγγει πανταχόθεν αὐτὴν ὡς ἡ γαστήρ. ἕπεται δ’ ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐρρέθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλοµένης αὐτοῖς, ἵν’ ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται µορίοις· οὕτω γὰρ ἂν οὐκέτι φυσικὸν ὄργανον ἀλλὰ ζῷόν τι γίγνοιτο λογισµόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον· ἀλλ’ αὕτη µὲν περιστέλλεται τῷ τὸ πᾶν σῶµα δύναµιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔµπροσθεν ἐδείκνυτο· συµβαίνει δ’ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ µέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω πρὸς ἕτερον ἔργον αὐτὴ τρεποµένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχοµένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη µὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς µικρὸν ὕστερον ἀποδείξοµεν. ἐν τούτῳ δ’ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται. καί µοι τεµὼν ἤδη τῷ λογισµῷ τὴν τῆς τροφῆς οἰκονοµίαν ἅπασαν εἰς τρεῖς µοίρας χρόνων ἐν µὲν τῇ πρώτῃ νόει µένουσάν θ’ ἅµα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττοµένην καὶ προστιθεµένην εἰς κόρον τῇ γαστρὶ καί τι καὶ τῷ ἥπατι παρ’ αὐτῆς ἀναφερόµενον· ἐν δὲ τῇ δευτέρᾳ διερχοµένην τά τ’ ἔντερα καὶ προστιθεµένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καί τι βραχὺ µέρος αὐτῆς πάντη τοῦ σώµατος φερόµενον· ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί· κατὰ δὲ τὴν τρίτην µοῖραν τοῦ χρόνου τρέφεσθαι µὲν ἤδη τὴν κοιλίαν ὁµοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνάδοσιν δὲ πάντη τοῦ σώµατος καὶ πρόσθεσιν. εἰ µὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαµβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ µὲν ἔντερα τελέως ὁµοιώσει τὸν προσφύντα χυµόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώµατι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται µορίων. εἰ δ’ ἄσιτος ἀναγκάζοιτο µένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν µεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώµατος τοῦ ἥπατος. λέγω δὲ σῶµα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ µάλιστα, µετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ’ αὐτό. τὸν µὲν γὰρ ἐν ἑκάστῳ τῶν µορίων ἤδη περιεχόµενον χυµὸν οὐκέτ’ εὔλογον ἀντισπᾶν ἑτέρῳ µορίῳ καὶ µάλισθ’ ὅταν ἤδη πρόσφυσις ἢ ἐξοµοίωσις αὐτοῦ γίγνηται. τὸν δ’ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ µᾶλλον ἰσχύον θ’ ἅµα καὶ δεόµενον ἀντισπᾷ µόριον. οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται µὲν αὐτὴ τροφῆς, ἐσθίει δ’ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔµπροσθεν ἐδείκνυµεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ µεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ’ ἐνταῦθα θαυµαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ µεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι µὲν εἰς τὴν γαστέρα τὸ περίττωµα καθ’ ἕτερον χρόνον, αὐτὸν δ’ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ. καθόλου δ’ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέµπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁµοιοτάτου γιγνοµένου τοῦ συµβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειµένην, εἰς ὅσον βούλεται, προσφερόµενα. καθ’ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν ἕτερα, καὶ µέλλειν γε τὰ µὲν παύεσθαι, τὰ δ’ ἄρχεσθαι, καί τινα µὲν συνεσθίοντα, τὰ δ’ ἀνὰ µέρος ἐσθίοντα καὶ ναὶ µὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ µὲν ἕτερον ἐπιδέοιτο, τῷ δ’ ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυµαστὸν οὔτ’ ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατός τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναί τι, δι’ ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη. κατὰ µὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτον, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύµονα. τούτων γὰρ ἁπάντων διαστελλοµένων τε καὶ συστελλοµένων ἐναλλὰξ ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθ’ ὕστερον ἐκπέµπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγιγνώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόµασι τῶν ἀγγείων ὑµένας ἐπέφυσε κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλ’ ὅπως µὲν τοῦτο γίγνεται καὶ καθ’ ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται δεικνύντων ἡµῶν τά τ’ ἄλλα καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόµατα τῶν ἀγγείων, ὡς µηδὲν παλινδροµεῖν. εἰς µὲν γὰρ τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτ’ ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στοµάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δ’ εἰς τὰ παρόντα χρήσιµον, ὡς οὐκ ἐνδέχεταί τι τῶν αἰσθητὴν καὶ µεγάλην ἐχόντων εὐρύτητα µὴ οὐκ ἤτοι διαστελλόµενον ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον ἢ ἐκθλίβειν αὖθις εἰς ταῦτα συστελλόµενον ἔκ τε τῶν ἤδη προειρηµένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη κἀξ ὧν ᾿Ερασίστρατός τε καὶ ἡµεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἐδείξαµεν.

 
 

14. ᾿Αλλὰ µὴν καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτηριῶν ἐστί τις δύναµις ἐκ τῆς καρδίας ἐπιρρέουσα, καθ’ ἣν διαστέλλονταί τε καὶ συστέλλονται, δέδεικται δι’ ἑτέρων. εἴπερ οὖν συνθείης ἄµφω τό τε ταύτην εἶναι τὴν κίνησιν αὐταῖς τό τε πᾶν τὸ διαστελλόµενον ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυµαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι µὲν εἰς τὸ δέρµα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλοµένας, ὅσαι δὲ κατά τι πρὸς τὰς φλέβας ἀνεστόµωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτµωδέστατον ἐπισπᾶσθαι τοῦ αἵµατος, ὅσαι δ’ ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου· κουφότατον δ’ ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶµα πρῶτον µὲν τὸ πνεῦµα, δεύτερον δ’ ὁ ἀτµός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασµένον τε καὶ λελεπτυσµένον αἷµα. ταῦτ’ οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν, αἱ µὲν εἰς τὸ δέρµα καθήκουσαι τὸν ἔξωθεν ἀέρα· πλησίον τε γὰρ αὐταῖς οὗτός ἐστι καὶ κουφότατος ἐν τοῖς µάλιστα· τῶν δ’ ἄλλων ἡ µὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ ἡ κατὰ ῥάχιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς ἐξ αὐτῆς µάλιστα τῆς καρδίας· ὅσαι δὲ καὶ τῆς καρδίας πορρωτέρω καὶ τοῦ δέρµατος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵµατος· ὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν [ἀπὸ τῶν ἐπὶ τῇ ῥάχει πεφυκυιῶν ἁπασῶν] τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίγνεσθαι παρά τε τῆς καρδίας αὐτῆς καὶ τῶν παρακειµένων αὐτῇ φλεβῶν παµπόλλων οὐσῶν. οὐ γὰρ δὴ ἔκ γε τῶν ἐντέρων καὶ τῆς κοιλίας τροφὴν οὕτω παχεῖάν τε καὶ βαρεῖαν ἐν ἑαυτοῖς ἐχόντων δύνανταί τι µεταλαµβάνειν, ὅ τι καὶ ἄξιον λόγου, φθάνουσαι πληροῦσθαι τοῖς κουφοτέροις. οὐδὲ γὰρ εἰ καθεὶς αὐλίσκον εἰς ἀγγεῖον ὕδατός τε καὶ ψάµµου πλῆρες ἐπισπάσαιο τῷ στόµατι τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, δύναιτ’ ἂν ἀκολουθῆσαί σοι πρὸ τοῦ ὕδατος ἡ ψάµµος· ἀεὶ γὰρ ἐν τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὸ κουφότερον ἕπεται πρότερον.

15. Οὔκουν χρὴ θαυµάζειν, εἰ παντελῶς ὀλίγον ἐκ τῆς κοιλίας, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασµένον, εἰς τὰς ἀρτηρίας παραγίγνεται φθανούσας πληροῦσθαι τῶν κουφοτέρων, ἀλλ’ ἐκεῖνο γιγνώσκειν, ὡς δύ’ ἐστὸν ὁλκῆς εἴδη, τὸ µὲν τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ, τὸ δ’ οἰκειότητι ποιότητος γιγνόµενον· ἑτέρως µὲν γὰρ εἰς τὰς φύσας ὁ ἀήρ, ἑτέρως δ’ ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας ἐπισπᾶται λίθου· καὶ ὡς ἡ µὲν πρὸς τὸ κενούµενον ἀκολουθία τὸ κουφότερον ἕλκει πρότερον, ἡ δὲ κατὰ τὴν τῆς ποιότητος οἰκειότητα πολλάκις, εἰ οὕτως ἔτυχε, τὸ βαρύτερον, ἂν τῇ φύσει συγγενέστερον ὑπάρχῃ. καὶ τοίνυν καὶ ταῖς ἀρτηρίαις τε καὶ τῇ καρδίᾳ, ὡς µὲν κοίλοις τε καὶ διαστέλλεσθαι δυναµένοις ὀργάνοις, ἀεὶ τὸ κουφότερον ἀκολουθεῖ πρότερον, ὡς δὲ τρέφεσθαι δεοµένοις, εἰς αὐτοὺς τοὺς χιτῶνας, οἳ δὴ τὰ σώµατα τῶν ὀργάνων εἰσίν, ἕλκεται τὸ οἰκεῖον. ὅσον ἂν οὖν εἰς τὴν κοιλότητα διαστελλοµένων αὐτῶν αἵµατος µεταληφθῇ, τούτου τὸ οἰκειότατόν τε καὶ µάλιστα τρέφειν δυνάµενον οἱ χιτῶνες αὐτοὶ τῶν ἀγγείων ἐπισπῶνται. τοῦ δ’ ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας µεταλαµβάνεσθαί τι πρὸς τοῖς εἰρηµένοις ἱκανὸν καὶ τοῦτό γε τεκµήριον. εἰ πολλὰς καὶ µεγάλας ἀρτηρίας διατεµὼν ἀποκτεῖναι τὸ ζῷον [δι’ ἐκείνων] βουληθείης, εὑρήσεις αὐτοῦ τὰς φλέβας ὁµοίως ταῖς ἀρτηρίαις ἐκκενουµένας, οὐκ ἂν τούτου ποτὲ γενοµένου χωρὶς τῶν πρὸς ἀλλήλας αὐταῖς ἀναστοµώσεων. ὡσαύτως δὲ καὶ κατ’ αὐτὴν τὴν καρδίαν ἐκ τῆς δεξιᾶς κοιλίας εἰς τὴν ἀριστερὰν ἕλκεται τὸ λεπτότατον ἔχοντός τινα τρήµατα τοῦ µέσου διαφράγµατος αὐτῶν, ἃ µέχρι µὲν πλείστου δυνατόν ἐστιν ἰδεῖν, οἷον βοθύνους τινὰς ἐξ εὐρυτέρου στόµατος ἀεὶ καὶ µᾶλλον εἰς στενότερον προϊόντας. οὐ µὴν αὐτά γε τὰ ἔσχατα πέρατα δυνατὸν ἔτι θεάσασθαι διά τε σµικρότητα καὶ ὅτι τεθνεῶτος ἤδη τοῦ ζῴου κατέψυκταί τε καὶ πεπύκνωται πάντα. ἀλλ’ ὁ λόγος κἀνταῦθα πρῶτον µὲν ἐκ τοῦ µηδὲν ὑπὸ τῆς φύσεως γίγνεσθαι µάτην ὁρµώµενος ἐξευρίσκει τὰς ἀναστοµώσεις ταύτας τῶν κοιλιῶν τῆς καρδίας· οὐ γὰρ δὴ εἰκῇ γε καὶ ὡς ἔτυχεν οἱ ἐς στενὸν οὕτω τελευτῶντες ἐγένοντο βόθυνοι· δεύτερον δὲ κἀκ τοῦ δυοῖν ὄντοιν στοµάτοιν ἐν τῇ δεξιᾷ τῆς καρδίας κοιλίᾳ τοῦ µὲν εἰσάγοντος τὸ αἷµα, τοῦ δ’ ἐξάγοντος πολὺ µεῖζον εἶναι τὸ εἰσάγον. ὡς γὰρ οὐ παντὸς τοῦ αἵµατος, ὅσον ἡ κοίλη φλὲψ δίδωσι τῇ καρδίᾳ, πάλιν ἐξ ἐκείνης ἐκπεµποµένου τῷ πνεύµονι, µείζων ἐστὶν ἡ ἀπὸ τῆς κοίλης εἰς αὐτὴν ἔµφυσις τῆς ἐµφυοµένης εἰς τὸν πνεύµονα φλεβός. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς ἐδαπανήθη τι τοῦ αἵµατος εἰς τὴν αὐτοῦ τοῦ σώµατος τῆς καρδίας θρέψιν. ἑτέρα γάρ ἐστι φλὲψ ἡ εἰς ἐκεῖνο κατασχιζοµένη µήτε τὴν γένεσιν ἐκ τῆς καρδίας αὐτῆς µήτε τὴν τοῦ αἵµατος ἔχουσα µετάληψιν. εἰ δὲ καὶ δαπανᾶταί τι, ἀλλ’ οὐ τοσοῦτόν γε µείων ἐστὶν ἡ εἰς τὸν πνεύµονα φλὲψ ἄγουσα τῆς εἰς τὴν καρδίαν ἐµφυοµένης, ὅσον εἰκὸς εἰς τὴν τροφὴν ἀνηλῶσθαι τῆς καρδίας, ἀλλὰ πλέον πολλῷ. δῆλον οὖν, ὡς εἰς τὴν ἀριστεράν τι µεταλαµβάνεται κοιλίαν. καὶ γὰρ οὖν καὶ τῶν κατ’ ἐκείνην ἀγγείων δυοῖν ὄντων ἔλαττόν ἐστι πολλῷ τὸ ἐκ τοῦ πνεύµονος εἰς αὐτὴν εἰσάγον τὸ πνεῦµα τῆς ἐκφυοµένης ἀρτηρίας τῆς µεγάλης, ἀφ’ ἧς αἱ κατὰ τὸ σῶµα σύµπασαι πεφύκασιν, ὡς ἂν µὴ µόνον ἐκ τοῦ πνεύµονος πνεῦµα µεταλαµβανούσης αὐτῆς, ἀλλὰ κἀκ τῆς δεξιᾶς κοιλίας αἷµα διὰ τῶν εἰρηµένων ἀναστοµώσεων. ὅτι δ’ ἄµεινον ἦν τοῖς τοῦ σώµατος µορίοις τοῖς µὲν ὑπὸ καθαροῦ καὶ λεπτοῦ καὶ ἀτµώδους αἵµατος τρέφεσθαι, τοῖς δ’ ὑπὸ παχέος καὶ θολεροῦ καὶ ὡς οὐδ’ ἐνταῦθά τι παρεώραται τῇ φύσει, τῆς περὶ χρείας µορίων πραγµατείας ἐστίν, ὥστ’ οὐ χρὴ νῦν ὑπὲρ τούτων ἔτι λέγειν, ἀλλ’ ὑποµνήσαντας, ὡς δύο ἐστὸν ὁλκῆς εἴδη, τῶν µὲν εὐρείαις ὁδοῖς ἐν τῷ διαστέλλεσθαι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὴν ἕλξιν ποιουµένων, τῶν δ’ οἰκειότητι ποιότητος, ἐφεξῆς λέγειν, ὡς τὰ µὲν πρότερα καὶ πόρρωθεν ἕλκειν τι δύναται, τὰ δὲ δεύτερα ἐκ τῶν ἐγγυτάτω µόνων. αὐλίσκον µὲν γὰρ ὅτι µήκιστον εἰς ὕδωρ ἔνεστι καθέντα ῥᾳδίως ἀνασπᾶν εἰς τὸ στόµα δι’ αὐτοῦ τὸ ὑγρόν· οὐ µὴν εἴ γ’ ἐπὶ πλέον ἀπαγάγοις τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἢ τοὺς πυροὺς τοῦ κεραµίουλοῖς ὀχετοῖς µικροῖς ἀπὸ τοῦ µεγάλου τετµηµένοις εἰς ἕκαστον µέρος τοῦ κήπου τὴν ἐπίρρυσιν τοῦ ὕδατος ἐπιτεχνᾶσθαι· καὶ τηλικαῦτά γε τὰ µεταξὺ διαστήµατα τούτων τῶν µικρῶν ὀχετῶν ποιοῦσιν, ἡλίκα µάλιστα νοµίζουσιν ἀρκεῖν εἰς τὸ ἱκανῶς ἀπολαύειν ἕλκοντα τῆς ἑκατέρωθεν αὐτοῖς ἐπιρρεούσης ὑγρότητος. οὕτως οὖν ἔχει κἀν τοῖς τῶν ζῴων σώµασιν. ὀχετοὶ πολλοὶ κατὰ πάντα τὰ µέλη διεσπαρµένοι παράγουσιν αὐτοῖς αἷµα καθάπερ ἐν κήποις ὑδρείαν τινά. καὶ τούτων τῶν ὀχετῶν τὰ µεταξὺ διαστήµατα θαυµαστῶς ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς διατέτακται πρὸς τὸ µήτ’ ἐνδεῶς χορηγεῖσθαι τοῖς µεταξὺ µορίοις ἕλκουσιν εἰς ἑαυτὰ τὸ αἷµα µήτε κατακλύζεσθαί ποτ’ αὐτὰ πλήθει περιττῆς ὑγρότητος ἀκαίρως ἐπιρρεούσης. ὁ γὰρ δὴ τρόπος τῆς θρέψεως αὐτῶν τοιόσδε τίς ἐστι. τοῦ συνεχοῦς ἑαυτῷ σώµατος, οἷόνπερ τὸ ἁπλοῦν ἀγγεῖον ᾿Ερασίστρατος ὑποτίθεται, τὰ µὲν ἐπιπολῆς µέρη πρῶτα τῆς ὁµιλούσης ἀπολαύει τροφῆς· ἐκ δὲ τούτων αὖ µεταλαµβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἑξῆς, εἶτ’ ἐξ ἐκείνων αὖθις ἕτερα καὶ τοῦτ’ οὐ παύεται γιγνόµενον, ἄχρις ἂν εἰς ἅπαντ’ αὐτοῦ διαδοθῇ τὰ µόρια τῆς τρεφούσης οὐσίας ἡ ποιότης. ὅσα δὲ τῶν µορίων ἐπὶ πλέον ἀλλοιουµένου δεῖται τοῦ µέλλοντος αὐτὰ θρέψειν χυµοῦ, τούτοις ὥσπερ τι ταµιεῖον ἡ φύσις παρεσκεύασεν ἤτοι κοιλίας ἢ σήραγγας ἤ τι ταῖς σήραγξιν ἀνάλογον. αἱ µὲν γὰρ σάρκες αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε τῶν µυῶν ἐξ αἵµατος αὐτοῦ τρέφονται βραχεῖαν ἀλλοίωσιν δεξαµένου. τὰ δ’ ὀστᾶ παµπόλλης ἐν τῷ µεταξὺ δεῖται τῆς µεταβολῆς, ἵνα τραφῇ, καὶ ἔστιν οἷόνπερ τὸ αἷµα ταῖς σαρξί, τοιοῦτος ὁ µυελὸς τοῖς ὀστοῖς ἐν µὲν τοῖς µικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρµένος, ἐν δὲ τοῖς µείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισµένος. ὡς γὰρ καὶ διὰ τοῦ πρώτου γράµµατος ἐδείκνυτο, τοῖς µὲν ὁµοίαν ἔχουσι τὴν οὐσίαν εἰς ἄλληλα µεταβάλλειν ἐγχωρεῖ, τοῖς δὲ πάµπολυ διεστῶσιν ἀµήχανον ἀλλήλοις ὁµοιωθῆναι χωρὶς τῶν ἐν µέσῳ µεταβολῶν. τοιοῦτόν τι καὶ τοῖς χόνδροις ἐστὶ τὸ περικεχυµένον µυξῶδες καὶ τοῖς συνδέσµοις καὶ τοῖς ὑµέσι καὶ τοῖς νεύροις τὸ παρεσπαρµένον ἐν αὐτοῖς ὑγρὸν γλίσχρον· ἕκαστον γὰρ τούτων ἐξ ἰνῶν σύγκειται πολλῶν, αἵπερ ὁµοιοµερεῖς τ’ εἰσὶ καὶ ὄντως αἰσθητὰ στοιχεῖα. κατὰ δὲ τὰς µεταξὺ χώρας αὐτῶν ὁ οἰκειότατος εἰς θρέψιν παρέσπαρται χυµός, ὃν εἵλκυσαν µὲν ἐκ τῶν φλεβῶν τοῦ αἵµατος, ὅσον οἷόν τ’ ἦν ἐκλεξάµεναι τὸν ἐπιτηδειότατον, ἐξοµοιοῦσι δὲ κατὰ βραχὺ καὶ µεταβάλλουσιν εἰς τὴν ἑαυτῶν οὐσίαν. ἅπαντ’ οὖν ταῦτα καὶ ἀλλήλοις ὁµολογεῖ καὶ τοῖς ἔµπροσθεν ἀποδεδειγµένοις ἱκανῶς µαρτυρεῖ καὶ οὐ χρὴ µηκύνειν ἔτι τὸν λόγον· ἐκ γὰρ τῶν εἰρηµένων ἔνεστιν ἑκάστῳ τὰ κατὰ µέρος ἅπαντα καθ’ ὅντινα γίγνεται τρόπον ἐξευρίσκειν ἑτοίµως, ὥσπερ καὶ διὰ τί πολλοῖς κωθωνιζοµένοις πάµπολυ τάχιστα µὲν ἀναδίδοται τὸ ποθέν, οὐρεῖται δ’ ὀλίγου δεῖν ἅπαν ἐντὸς οὐ πολλοῦ χρόνου. καὶ γὰρ κἀνταῦθα τῇ τε τῆς ποιότητος οἰκειότητι καὶ τῇ τῆς ὑγρότητος λεπτότητι καὶ τῇ τῶν ἀγγείων τε καὶ τῶν κατ’ αὐτὰ στοµάτων εὐρύτητι καὶ τῇ τῆς ἑλκτικῆς δυνάµεως εὐρωστίᾳ τὸ τάχος συντελεῖται τῆς ἀναδόσεως, τῶν µὲν πλησίον τῆς κοιλίας τεταγµένων µορίων οἰκειότητι ποιότητος ἑαυτῶν ἕνεκα ἑλκόντων τὸ πόµα, τῶν δ’ ἑξῆς τούτοις ἐξαρπαζόντων καὶ αὐτῶν εἰς ἑαυτὰ κἄπειτα τῶν ἐφεξῆς πάλιν ἐκ τούτων µεταλαµβανόντων, ἄχρις ἂν εἰς τὴν κοίλην ἀφίκηται φλέβα, τοὐντεῦθεν δ’ ἤδη τῶν νεφρῶν τὸ οἰκεῖον ἐπισπωµένων. ὥστ’ οὐδὲν θαυµαστὸν οἶνον µὲν ὕδατος ἀναλαµβάνεσθαι θᾶττον οἰκειότητι ποιότητος, αὐτὸν δὲ τὸν οἶνον τὸν µὲν λευκὸν καὶ καθαρὸν ἑτοίµως ἀναδίδοσθαι διὰ λεπτότητα, τὸν δ’ αὖ µέλανα καὶ θολερὸν ἴσχεσθαί τε κατὰ τὴν ὁδὸν καὶ βραδύνειν ὑπὸ πάχους. εἴη δ’ ἂν ταῦτα καὶ τῶν ὑπὲρ τῶν ἀρτηριῶν ἔµπροσθεν εἰρηµένων οὐ σµικρὰ µαρτύρια. πανταχοῦ γὰρ ὅσον οἰκεῖόν τε καὶ λεπτὸν αἷµα τοῦ µὴ τοιούτου ῥᾷον ἕπεται τοῖς ἕλκουσιν. ἀτµὸν οὖν ἕλκουσαι καὶ πνεῦµα καὶ λεπτὸν αἷµα κατὰ τὰς διαστάσεις αἱ ἀρτηρίαι τῶν κατὰ τὴν κοιλίαν καὶ τὰ ἔντερα περιεχοµένων χυµῶν ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐπισπῶνται βραχύ.

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39 
Рейтинг@Mail.ru